Δύο Παρακλητικοί Κανόνες εις την Παναγία Χοζοβιώτισσα
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χοζοβιώτισσα Ιεράς Μονής Χοζεβά Ιεροσολύμων
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 21 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς·
Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ δυσπροσίτου ἐν Χοῤῥὰθ τῷ χειμάῤῥῳ, σεπτοῦ σεμνείου Χοζεβᾶ, Θεοτόκε, σεμνὴ Χοζοβιώτισσα, ἑτοίμη φρουρέ· φύλαξ ἀπροσμάχητε, ἀντιλῆπτορ ταχεῖα, καὶ ἀκέστορ πρόσδεξαι, ἱκεσίας σῶν δούλων, καὶ ἐκ κινδύνων ῥῦσαι καὶ δεινῶν, τοὺς αἰτουμένους σὴν χάριν ἑκάστοτε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Χοζοβιώτισσα, εὐλόγει σοὺς ἱκέτας. Χ.Μ.Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρᾶς θείας πρόξενε χοϊκῶν, Κυρία παρθένε, Μάνδρας σέμνωμα Χοζεβᾶ, ἁγίαζε πάντας χάριτί σου, Χοζοβιώτσσα Μῆτερ, οἰκέτας σου.
Ὁδήγησον πάντας προσκυνητάς, Μονῆς σου πανσέπτου, πρὸς σκηνώματα οὐρανῶν, ἀπαύστως σοι, Πάναγνε παρθένε, Χοζοβιώτισσα, συνεπαγάλλεσθαι.
Ζοφώδη σκοτόμαιναν τῶν παθῶν, ἀπέλασον τάχος, τῶν σπευδόντων σῇ ἀρωγῇ, καὶ σκέπῃ, κυρία Θεοτόκε, Χοζοβιώτισσα, νύμφη ἀνύμφευτε.
Οἱ δῆμοι, Παρθένε, Χριστιανῶν, πιστῶς ἀνυμνοῦντες, σὴν ἀντίληψιν πρὸς ἡμᾶς, προστρέχομεν χάριτί σου θείᾳ, Χοζοβιώτισσα, βίου ἐν θλίψεσι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Βοηθεῖν μὴ ἐλλείπῃς, ἐν πειρασμοῖς δούλοις σου, σπεύδουσι τῇ σῇ προστασίᾳ, Χοζοβιώτισσα, σῆς φερωνύμου Μονῆς, παρὰ Χοῤῥὰθ τῷ χειμάῤῥῳ, ἡ θερμὴ ἀντίληψις, σκέπη καὶ πρόνοια.
Ἱλασμὸν ἡμῖν αἴτει, παρὰ Θεοῦ, Δέσποινα, τοῖς προσερχομένοις ζητῆσαι, Χοζοβιώτισσα, σὰς μητρικὰς προσευχὰς, καὶ ἀρωγὴν τὴν ἑτοίμην, πρὸς τοὺς χρείαν ἔχοντας, Θεογεννήτρια.
Ὡς Χοῤῥὰθ τοῦ σπηλαίου, θαυματουργὲ ἔνοικε, ἔνθα Ἠλιοὺ ὁ Θεσβίτης, Χοζοβιώτισσα, ἐκρύβη ἀποφυγὴν, πρὸς Ἰεζάβελ μανίας, ῥῦσαι ἡμᾶς μήνιδος, τοῦ παναλάστορος.
Τείχισόν με, Παρθένε, τῇ ἀῤῥαγεῖ σκέπῃ σου, τὸν ὑμνολογοῦντά σε πόθῳ, Χοζοβιώτισσα, καὶ σὴν ἁγίαν μορφήν, πανευλαβῶς προσκυνῆσαι, χάριν με ἀξίωσον, πᾶσιν ἐκχέουσαν.
Διάσωσον, Χοζοβιώτισσα Μῆτερ, τοὺς σοὺς οἰκέτας, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πλάνου ἀλάστορος, τοὺς σπεύδοντας πίστει τῇ χάριτί σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εὐλόγει ἀεὶ πιστούς, Χοζοβιώτισσα, Παρθένε ἁγνή, καὶ βίον καθαγίαζε, τῶν λαμπρῶς τιμώντων σε, καὶ ζητούντων τὴν χάριν σου, Δέσποινα, ἥνπερ παρέχεις πᾶσι δαψιλῶς, τοῖς σὲ εἰς αἰῶνας μεγαλύνουσι.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἰσχυροὺς τοὺς οἰκέτας σου, δεῖξον ἐν ταῖς μάχαις, Χοζοβιώτισσα, κατ’ ἐχθροῦ, τοὺς αἰτουμένους σου, τὰς θερμὰς δεήσεις πρὸς τὸν Ὕψιστον.
Σῶσον πάντας τοὺς δούλους σου, ἐξ ἐχθροῦ παγίδων, Χοζοβιώτισσα, καὶ διάλυσον τὴν ζόφωσιν, τῶν ἡμῶν δεινῶν παθῶν καὶ θλίψεων.
Σκέπε, Χοζοβιώτισσα, οὐρανόθεν πάντας τοὺς καταφεύγοντας, τῇ ἑτοίμῃ ἀντιλήψει σου, εὐσεβῶν διάσωσμα, Μητρόθεε.
Ἀπαθείας χιτῶνά με, ἔνδυσον, παρθένε Χοζοβιώτισσα, τὸν δεινῶς κυλινδούμενον, θανασίμοις πάθεσιν ἱκέτην σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Εὔφρανον ἡμᾶς, σαῖς εὐχαῖς, Χοζοβιώτισσα, ἡ εὐφράνασα σαφῶς Ἰωακεὶμ τοῦ πατρός σου, τὴν καρδίαν τῇ γεννήσει σου.
Ὕμνοις μελιχροῖς, καὶ ᾠδαῖς, Χοζοβιώτισσα, καταστέφομεν σὴν χάριν οἱ πιστοί, τοῦ χοροῦ Χοζεβιτῶν ὁσίων σέμνωμα.
Λάμψον μοι τὸ φῶς, ἀρετῆς, Χοζοβιώτισσα, ὃ ἐφώτισεν ὁσίους ἀσκητὰς, καὶ στεῤῥοὺς Ὁσιοάθλους τοῦ Σεμνείου σου.
Ὄμβρισον ἡμῖν, ὑετόν, Χοζοβιώτισσα, τῆς σῆς χάριτος, καὶ πίανον ψυχὰς τὰς ἀνύδρους καὶ ξηρὰς ἐξ ἔργων πίστεως.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Γαυρίαμα, τάχος καταπάτησον, τοῦ ἐχθροῦ Χοζοβιώτισσα Μῆτερ, τῇ βακτηρίᾳ εὐχῶν σου ἀόκνων, καὶ ῥῦσαι πάντας αὐτοῦ ἐπιθέσεων, Θεογεννῆτορ ἀγαθή, ὁδοιπόρους τῆς θείας σου χάριτος.
Εὐκλείας με, οὐρανῶν ἀξίωσον, καὶ ἀλήκτου εὐφροσύνης παρθένε, Χοζοβιώτισσα τὸν κοπιῶντα, εἰς τὸ δυσπρόσιτον φθάσαι Σεμνεῖόν σου, ὥσπερ ὀρνέων καλιὰ, ἐν κοιλάδι Χοῤῥὰθ κατακείμενον.
Ἰθύντειρα, εὐσεβῶν πρὸς θέωσιν, καὶ χοροῦ τῶν ἀσκητῶν τῆς ἐρήμου, Χοζοβιώτισσα πρὸς τὰς σκηνώσεις, τῶν οὐρανῶν καθοδήγει σοὺς πρόσφυγας, πρὸς κτῆσιν πάσης ἀρετῆς, καὶ σοφίας καὶ νήψεως, Πάναγνε.
Σεμνότητος, ἀκρεμών, ἀξίωσον σοὺς ἱκέτας εὐσεβῶς καὶ σωφρόνως, καὶ εὐλαβῶς διανῦσαι παρόντος, Χοζοβιώτισσα Μῆτερ τὸν δόλιχον, ᾦ ἂν ὑμνῶμέν σε ἀεὶ, σὰς δεήσεις θερμὰς οἱ αἰτούμενοι.
Διάσωσον, Χοζοβιώτισσα Μῆτερ, τοὺς σοὺς οἰκέτας, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πλάνου ἀλάστορος, τοὺς σπεύδοντας πίστει τῇ χάριτί σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Χοζοβιώτισσα Μῆτερ, ἱλέωσαι, ἡμῖν σὸν εὔσπλαγχνον Τόκον καὶ Κύριον, τοῖς εὐλαβῶς μεγαλύνουσι πλῆθός σου, τῶν θαυμασίων καὶ ἄκραν συμπάθειαν, ἥνπερ δεικνύεις πρὸς πάντας τοὺς στένοντας.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56 ).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Χοζοβιωτίσσης, Μητρός σου ἱκεσίαις, ἐξάλειψόν μου Σῶτερ, τὴν πληθὺν ἁμαρτάδων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δέσποινα πανάχραντε, Χοζοβιώτισσα Μῆτερ, πέμψον πᾶσιν ἔλεος, σοῦ Υἱοῦ τὸ ἄμετρον τοῖς τιμῶσί σε, σὺν σεπτοῖς κτίτορσι, τῆς λαμπρᾶς Μονῆς σου, Ἠλιοὺ Προφήτῃ ἔμφρονι, τῷ σῷ γεννήτορι, τῷ Ἰωακείμ, Μητροπάρθενε, στεῤῥοῖς Ὁσιομάρτυσι, τρισχιλίοις, Θεογεννήτρια, καὶ τῷ Ἰωάννῃ, τῷ νέῳ ἀσκητῇ, οὗπερ Χριστὸς, ξένως ἠφθάρτισε σκήνωμα, ἐν ἐσχάτοις ἔτεσι.
Σῶσον ὀ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἰκετῶν σου ἀκέστορ, ἀλγεινῶς ἀσθενούντων, Χοζοβιώτισσα, τὰς τετραυματισμένας, ἐκ τῶν παθῶν καρδίας, τῶν πιστῶς προστρέχοντων σοι, Μῆτερ Ὑψίστου Θεοῦ, θεράπευσον ταχέως.
Ὑπερεύχου σῶν δούλων, εὐλαβῶς προσκυνούντων, Χοζοβιώτισσα, τὴν θείαν σου εἰκόνα, ἐν Χοζεβᾷ σεμνείῳ, τὴν ἐκβλύζουσαν νάματα, θαυμάτων παντοδαπῶν, τοῖς μεγαλύνουσί σε.
Στηριγμὸς κλονουμένων, ἐν ἐρήμῳ Πατέρων, Χοζοβιώτισσα, ὑπάρχεις, Θεοτόκε, καὶ δὴ τῶν ἀσκουμένων, ἐν σπηλαίοις καὶ ὄρεσι, καὶ τοῦ Χοῤῥὰθ γῆς ὀπαῖς, κοιλάδος Παναγία.
Ἱλασμὸν οὐρανόθεν, τοῖς σοῖς δούλοις ἐξαίτει, Χοζοβιώτισσα, καὶ πᾶσι προσκυνοῦσι, πανευλαβῶς εἰκόνα, τὴν σεπτήν σου Μητρόθεε, διακοσμοῦσαν ἀεὶ, τοῦ Χοζεβᾶ σεμνεῖον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Κόπασον σάλον, Χοζοβιώτισσα Μῆτερ, τῶν παθῶν οἰκετῶν σου πρεσβείαις, σοῦ ταῖς διαθέρμοις, πρὸς τὸν Μονογενῆ σου.
Εὐλόγει πάντας, τοὺς προσκυνοῦντας μορφήν σου, μάνδρας, Χοζοβιώτισσα εὖχος, τὴν Ὑπεραγίαν, κυρία Θεοτόκε.
Τῶν ἐν ταῖς λύπαις, Χοζοβιώτισσα, ὄντων, παραμύθιον ἴσθι, παρθένε, Κεχαριτωμένη, χαρᾶς ἡμῶν αἰτία.
Ἀπαύστως τήρει, Χοζοβιώτισσα, πάντας, ἀσινεῖς σοὺς οἰκέτας παγίδων, πτερνιστοῦ ἀρχαίου, τοῦ ἀνθρωπίνου γένους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σεμνείου ἀντιλῆπτορ, Χοζεβᾶ παρθένε, Χοζοβιώτισσα, ῥύου ἀείποτε, τοὺς ἐν αὐτῷ ἀσκουμένους παθῶν καὶ θλίψεων.
Χαρᾶς πιστῶν καρδίας, ἔμπλησον Παρθένε, τῶν εὐλαβῶς προστρεχόντων σῇ χάριτι, Θεογεννήτρια Μῆτερ, Χοζοβιώτισσα.
Μὴ παύσῃ δυσωποῦσα, τὸν μονογενῆ σου, Υἱὸν ὑπὲρ τῶν πιστῶς προστρεχόντων σοι, Χοζοβιώτισσα Μῆτερ, ἐν περιστάσεσι.
Μετὰ τῶν Προπατόρων, Ἠλιοὺ Προφήτου, Ὁσίων καὶ Ἀθλητῶν τοῦ Σεμνείου σου, Χοζοβιώτισσα, Κτίστην ἡμῖν ἱλέωσαι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, τοῦ Σεμνείου τοῦ Χοζεβᾶ, Κεχαριτωμένη, ἡ ἑτοίμη καταφυγή· χαίροις, ἡ προστάτις, τῆς Ἀμοργοῦ, παρθένε, Κυρία θεοτόκε, Χοζοβιώτισσα.
Δεῦτε προσκυνήσωμεν ἐν Μονῇ, Χοζεβᾶ εἰκόνα, τοῦ Παντάνακτος τῆς Μητρὸς, καὶ Αὐτῇ ἐν πίστει, βοήσωμεν· δυσώπει, ὑπὲρ ἡμῶν σὸν Τόκον, Χοζοβιώτισσα.
Φρούρει καὶ ἁγίαζε τοὺς πιστῶς, σπεύδοντας εἰκόνα, κατασπάσασθαι τὴν σεπτὴν, ἐν Χοῤῥὰθ χειμάῤῥῳ, Ὑπερευλογημένη, τοῦ κόσμου προστασία, Χοζοβιώτισσα.
Σὺν Ἀναιρεθέσι ἐν σῇ Μονῇ, Δέσποινα, Πατράσι, Γεωργίῳ τῷ εὐκλεεῖ, Ἰωάννῃ θείῳ καὶ νέῳ Ἰωάννῃ, εὐλόγει σοὺς οἰκέτας, Χοζοβιώτισσα.
Χαῖρε, ἡ προστάτις ἐρημιτῶν, χαῖρε, Χριστωνύμων, ἡ ἑτοίμη καταφυγή· χαῖρε, τῶν νοσούντων, ἰάτειρα ταχεῖα, καὶ ἀρωγὸς καμνόντων, Χοζοβιώτισσα.
Δεῖξον τὴν πορείαν πρὸς οὐρανοὺς, τοῖς ὁδοιποροῦσι, ἐν κρημνώδεσιν ἀτραποῖς, βίου τοῦ παρόντος, κυρία Θεοτόκε, πυξὶς πιστῶν πρὸς πόλον, Χοζοβιώτισσα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐγκαλλώπισμα μάνδρας Χοζοβιώτισσα, τοῦ Χοζεβᾶ καὶ ἀκέστορ, Ἀμοργινῶν ταχινή, Θεοτόκε εὐλαβῶς κατασπαζόμενοι, ἔκτυπον θείας σου μορφῆς, ἐκπηγάζον ἀληθῶς, ἰάσεις τοῖς σοῖς οἰκέταις, ὡς ἐκ πηγῆς ζωηφόρου, ἀντλοῦμεν νάματα σῆς χάριτος
Ἕτερον. Ὅμοιον.
Χοζεβᾶ τοῦ Σεμνείου φρουρὲ ἀνύστακτε, Χοζοβιώτισσα Μῆτερ, Ἰωακεὶμ σοῦ πατρός, ἱκεσίαις Ἠλιοὺ Προφήτου ἔμφρονος, Ὁσιοάθλων γεραρῶν, τῶν κτητόρων σῆς Μονῆς, πρεσβείαις καὶ Ἰωάννου, τοῦ ἀλωβήτου Ὁσίου, τὸν σὸν Υἱὸν ἡμῖν ἱλέωσαι.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε φιλοπάρθενοι πιστοί, σπεύσωμεν μορφὴν προσκυνῆσαι, ἐν Χοζεβᾷ τῇ Μονῇ, ἔκτυπον πανθαύμαστον τῆς Θεομήτορος, καὶ Αὐτῇ ἐκβοήσωμεν, φωναῖς μελιῤῥύτοις· Θεοτόκε ἄχραντε, Χοζοβιώτισσα, ῥύου συμφορῶν καὶ κινδύνων, καὶ παντοίας βλάβης ἐχθίστου, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Κωνσταντίνου, Χοζοβιώτισσα, πλῆσον
χαρᾶς καρδίαν, Χαραλάμπης κραυγάζει.
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χοζοβιώτισσα Αμοργού
Ποίημα Γεωργίου Γαλανόπουλου
†Εορτάζεται στις 9 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Χοζοβιωτίσσης θεία μάνδρα προστρέξωμεν, ἵνα Εἰκόνα τῆς Πανάγνου τὴν ἔνθρονον, πιστῶς κατασπασώμεθα βοῶντες ψυχῇ· σπεῦσον ὦ Πανύμνητε, παντευλόγητε Μῆτερ, καὶ σατᾶν ἀφάνισον, δολοπλόκους παγίδας, καὶ τῶν κινδύνων λύτρωσαι ταχύ, σώζουσα πάντας, πρεσβείαις πρὸς Κύριον.
Δόξα. Καὶ νῦν.
Ἀχειροποίητον ἐν χάριτι θείᾳ, τὴν σὴν ἁγίαν Θεοτόκε εἰκόνα, τῷ θεοφόρῳ Γερμανῷ δεδώρησαι· ᾗ πιστῶς προσπίπτοντες, ἰαμάτων δυνάμεις, ἐξ αὐτῆς λαμβάνομεν, καὶ λυτρούμεθα πάσης, ἐπιφορᾶς ἐν βίῳ χαλεπῆς, τὰ μεγαλεῖά σου Κόρη κηρύττοντες.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Πόθῳ τῇ Χοζοβιωτίσσῃ ἀνυμνῶ. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν με ἀπάλλαξον Μαριάμ, καὶ δός μοι σὴν χάριν, ἀνυμνῆσαί σε εὐσεβῶς, τὴν χοροῖς Ἀγγέλων ὑμνουμένην, καὶ ἀθυμίας τὰ νέφη διάλυσον.
Ὀδῦναι τοῦ σώματος καὶ ψυχῆς, παθῶν ψυχοφθόρων, καὶ χρονίων νόσων δεινῶν, κυκλοῦσί με ἄχραντε Παρθένε, ἀλλὰ προστρέχοντα Μάνδρᾳ σου σῶσόν με.
Θεράπευσον τάχυ ἡμᾶς Ἁγνή, ἐξ ἀῤῥωστημάτων, πειρασμῶν τε δαιμονικῶν, καὶ ῥῦσαι ἐκ πάσης ἁμαρτίας, τοὺς σὴν Εἰκόνα φιλοῦντας ἐκ πίστεως.
Γεώργησον σπόρον τῶν ἀρετῶν, ψυχῇ καὶ καρδίᾳ, Χοζοβιώτισσα Μαριάμ, καὶ κάθαρον πάντας μετανοίᾳ, τὸν λογισμὸν πρὸς ἐγκράτειαν σώματος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡραιότητος οἶκον ἐμὴν ψυχὴν ποίησον, πρὸς ὑποδοχὴν τοῦ Δεσπότου, ὦ Χοζοβιώτισσα, ἁμαρτημάτων παθῶν, φθοροποιῶν ἀλγηδόνων, ἐξομολογούμενον, κάθαρον Δέσποινα.
Τῇ μονῇ σου προστρέχω περιχαρῶς Πάναγνε, καὶ τὴν σὴν Εἰκόνα ἐν πίστει, νῦν κατασπάζομαι, καὶ πόθῳ δέομαι, ὦ Χοζοβιώτισσα κόρη, τῶν δεινῶν ἐκλύτρωσαι, καὶ τῆς κολάσεως.
Ἡ Εἰκών σου ἐκβλύζει ὡς Σιλωὰμ νάματα, τοῖς σὲ ἀνυμνοῦσιν ἀπαύστως, ὦ Χοζοβιώτισσα· ὅθεν τὰ σκάνδαλα, καὶ πειρασμοῖς κακοδόξων, καὶ ἀθέων δόγματα, τάχυ ἀφάνισον.
Εὐλογία ὑπάρχεις τῶν ἀγαθῶν πρόξενος, ἡ ἐλπὶς ἁπάντων καὶ σκέπη Μῆτερ ἡ βλύζουσα, μῦρα χαρίτων σου, τοῖς εὐλαβῶς τῇ Μονῇ σου, μετὰ πόθου σπεύδουσιν, ἄνθη κομίζοντες.
Διάσωσον, ὦ Χοζοβιώτισσα Μῆτερ ἀπὸ κινδύνων, τοὺς τῇ πανσέπτῳ Μονῇ σου ἐν πίστει προστρέχοντας, καὶ θείαν Εἰκόνα ἀσπαζομένους.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Εἰκόνα σεπτήν, Παρθένου ἀσπασώμεθα, Μονῆς Ἀμοργοῦ, προστάτιν τε καὶ ἔφορον, οἱ πιστοὶ καὶ εἴπωμεν· Παναγία πρόφθασον σκέπουσα, τοὺς ἀσκουμένους χάριτι τῇ σῇ, καὶ ῥῦσαι κινδύνων Χοζοβιώτισσα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Χοζοβιώτισσα Δέσποινα, Μῆτερ τοῦ Σωτῆρος αὐτὸν δυσώπησον, τῆς γεέννης πάντας ῥύσασθαι, καὶ πυρὸς ἀσβέστου τοὺς ὑμνοῦντάς σε.
Ὁλοφύρομαι Ἄφθορε, καὶ θρηνῶν στενάζω ὅ,τι ἡμάρτηκα, καὶ τὸν Εὔσπλαγχνον ἐλύπησα, ἀλλὰ πρέσβυς πάρεσο λυτρούμενον.
Ζήλου θείου με ἔμπλησον, πόθου καὶ ἀγάπης ὦ Χοζοβιώτισσα, ἵνα ὕμνοις τε καὶ ᾄσμασι, κατανύξει ᾄδω σε Πανύμνητε.
Ὦ Εἰκὼν πανσεβάσμιε, πάντων Ἀμοργίνων τὸ καταφύγιον, τοὺς πιστῶς ἀσπαζομένους σε, θλίψεων καὶ νόσων ἐλευθέρωσον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅπλισον Ἁγνή, καὶ Σταυροῦ περιχαράκωσον, ἡμᾶς ἰσχύι ἀηττήτῳ Αὐτοῦ, τῇ τοῦ Υἱοῦ σου, τὸν τροπούμενον τοὺς δαίμονας.
Βλῦσον Μαριάμ, τὴν σὴν χάριν τοῖς κραυγάζουσι, χαῖρε Χριστὸν ἡ ἀσπόρως τέξασα, παντὸς τοῦ κόσμου, τὸν Σωτῆρα καὶ Παντάνακτα.
Ἴασαι ταχύ, ἀλγηδόνων τοὺς ἱκέτας σου, ὦ Χοζοβιώτισσα παρθένε Ἁγνή, καὶ τὴν ὑγίειαν τοῖς νοσοῦσιν ἄμφω δώρησαι.
Ῥᾶνον δωρεῶν, καὶ χαρίτων σου Θεόνυμφε, τοὺς σὴν Εἰκόνα ῥαίνοντας τοῖς ἄνθεσι, καὶ μελιῤῥύτοις, ᾠδαῖς σε νῦν μεγαλύνοντας.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὡς πρόμαχον, καὶ φρουρὸν κεκτήμεθα, Χοζοβιώτισσα σὴν θείαν Εἰκόνα, τῆς Ἀμοργοῦ προστασίαν καὶ σκέπην, καὶ σῆς Μονῆς θησαυρὸν πολυτίμητον, ἡμῶν δὲ πάντων τῶν πιστῶν, σωτηρίαν καὶ πρέσβυν θερμότατον.
Τὴν ἴασιν, ἀσθενοῦσιν σὺ δίδως, θαυμαστῇ ἀντιλήψει σου Παρθένε, καὶ πᾶσι τάχυ δωρεῖ τὰ ἰάματα, τοῖς αἰτουμένοις πιστῶς Χοζοβιώτισσα· διὸ βοῶμεν ἐκ ψυχῆς· ῥῦσαι πάντας κινδύνων καὶ θλίψεων.
Ἰσχὺν τὴν σήν, ὀλιγοψύχοις παράσχου, καὶ τοῦ σώματος ῥῶσιν νοσούντων Κόρη, τῶν πειρασμῶν, λογισμῶν τε κινήσεις, καὶ τῶν παθῶν τὰς ὁρμὰς καταπράυνον, καὶ ῥώμην χάρισον ψυχῆς, καὶ νοὸς ὀλισθήματα στήριξον.
Γλυκύτητος, πλημμυροῖ τὴν ψυχήν μου, τῆς Εἰκόνος σου ἡ θέα καὶ μόνον, ὁ ἀσπασμός, ἀγαλλίασιν θείαν, καὶ εὐφροσύνην καρδίᾳ χαρίζεται, καὶ ταῖς αἰσθήσεσι χαρά, νῦν δωρεῖ τοῖς πιστοῖς Χοζοβιώτισσα.
Διάσωσον, ὦ Χοζοβιώτισσα Μῆτερ ἀπὸ κινδύνων, τοὺς τῇ πανσέπτῳ Μονῇ σου ἐν πίστει προστρέχοντας, καὶ θείαν Εἰκόνα ἀσπαζομένους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία νήσου Ἀμοργοῦ Χοζοβιώτισσα, καὶ σῆς μάνδρας πέλεις ἡ φρουρὸς καὶ ὑπέρμαχος, πάντας σκέπεις τοὺς ἀνυμνοῦντάς σε βάθει ψυχῆς, Εἰκόνα φιλοῦντας δὲ πιστῶς, τὴν θαυματόβρυτον Ἁγνή, καὶ σὲ ὕμνοις γεραίροντας· χαῖρε θερμὴ πρεσβεία, τῶν ἀνθρώπων σωτηρία, χαῖρε τοῖς πλέουσι λιμήν, Θεοτόκε ὁ ἀκύμαντος.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α´ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Χοζοβιωτίσσης πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅπαντες προσέλθωμεν, Χοζοβιωτίσσης τῇ μάνδρᾳ, καὶ Εἰκόνα ἔνθρονον, πιστῶς ἀσπασώμεθα χαριτόβρυτον, βρύει γὰρ θαύματα, νόσους διώκουσα, ἀφανίζουσα τοὺς δαίμονας, σκέπει τοὺς πλέοντας, διψῶντας δροσίζει τοῖς ὕδασι, νάματα καταρδεύουσα, τῆς θεογνωσίας τοῖς εὐσεβέσιν, ἐν ᾠδαῖς ὑμνοῦντες, καὶ πόθῳ ἐκζητοῦντες ἐν χαρᾷ, τῆς σωτηρίας αἰτήματα, καὶ πταισμάτων ἄφεσιν.
Σῶσον ὀ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σκέπε πιστοὺς Παρθένε καὶ θεόφρονας πόθῳ τοὺς ἀνυμνοῦντας πιστῶς, Εἰκόνα σου τὴν θείαν, καὶ σὲ ὁμολογοῦντας, Θεοτόκον καὶ λέγοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωτηρίας τὸ νάμα Χοζοβιώτισσα κόρη δίδου πλουσίως ἡμῖν, σὸν Τόκον προσκυνοῦντας, καὶ σὲ ᾠδαῖς ὑμνοῦντας, Παναμώμητε ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἠλιοὺ τοῦ Προφήτου θείῳ ὄρῃ οἰκήσασα Χοζοβιώτισσα, πελάγει ἐπιβλέπεις, καὶ σώζεις ἐκ κινδύνων, ἐν θαλάσσῃ τοὺς πλέοντας, τοὺς σοὶ βοῶντας πιστῶς· σῶσον ἡμᾶς Παρθένε.
Ἱλασμὸς πρὸς Δεσπότην ὃν ἐγέννησας Μῆτερ γενοῦ πρεσβεύουσα, ἁμαρτιῶν ῥυσθῆναι, τοὺς σὲ παρακαλοῦντας, ἐκ ψυχῆς καὶ κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμπλακημάτων, καὶ πάσης θλίψεως ῥῦσαι, τοὺς πιστῶς τιμῶντας σὴν Εἰκόνα, καὶ ἀσπαζομένους, αὐτὴν πόθῳ Παρθένε.
Νενοσηκότας, σῇ θαυμαστῇ ἐνεργείᾳ, πᾶσιν ἴασιν παράσχου Κόρη, καὶ ὑγίειαν ἄμφω, δώρησαι σοῖς ἱκέταις.
Ὑπερυψοῦμεν, τὸν Βασιλέα τῆς δόξης, σὺν Ἀγγέλων χοροῖς Θεοτόκε, σὲ παρακαλοῦντες, κινδύνων λυτρωθῆναι.
Ὄλισθον πάντα, νοὸς ψυχῆς ὦ Παρθένε, εὐθυγράμμισον χάρισι θείοις, καὶ ἀνόρθωσόν με, ἐκ φαύλης συνηθείας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μητέρων καὶ παρθένων, καύχημα καὶ δόξα, εἶ μοναχῶν τὸ ἐντρύφημα Ἄχραντε, πιστῶν ἐλπὶς χαρὰ σκέπη, ὦ Χοζοβιώτισσα.
Νοσοῦντας θεραπεύεις, πλέοντάς τε σώζεις, πεινῶντας μάνα ἐκτρέφεις οὐράνιον, τῆς σωτηρίας τὸ νέκταρ, κιρνῶσα Ἄνασσα.
Ὦ Χοζοβιωτίσσης, μάνδρα κεκτημένη, σεπτὴν Εἰκόνα Παρθένου συγχόρευε, πιστοῖς καὶ νόοις, αὐτὴν μεγαλύνοντας.
Ὑμνοῦμεν Θεοτόκε, χάριν τῶν θαυμάτων, ἣν ἡ Εἰκών σου παρέχει ἀδάπανον, καὶ μακαρίζομεν πόθῳ, σὲ Χοζοβιώτισσα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν οἰκοῦσαν ὕψη ἐν τῷ κρημνῷ, ὄρους τοῦ Προφήτου, Ἠλιοὺ ἐν τῇ Ἀμοργῷ, Χοζοβιωτίσσης, τὴν πάνσεπτον Εἰκόνα, προσέλθωμεν καὶ ὕμνοις, ταύτην ὑμνήσωμεν.
Μάνδρα σου καὶ νῆσον περιφανῆ, σκέπε ὦ Παρθένε, Χοζοβιώτισσα Μαριάμ, ἐκ πειρατηρίων, κινδύνων καὶ ἐφόδων, δαιμόνων ἐπηρείας, νόσων καὶ θλίψεων.
Ἥλιος ἀνέτειλε νοητός, ἐκ σοῦ Θεοτόκε, ὁ τῆς δόξης Παμβασιλεύς, καὶ δικαιοσύνης, Χριστὸς ὁ Παντεπόπτης· Αὐτὸν οὖν προσκυνοῦμεν, σὲ μεγαλύνοντες.
Τοὺς ἀσπαζομένους τὴν σὴν μορφήν, ἐν τῇ σεβασμίᾳ, παλαιφάτῳ θείᾳ Μονῇ, τῆς σεπτῆς Εἰκόνος, δίδου ψυχῆς τὰ κρείττῳ, καὶ ἀγαθῶν τοὺς οἴκους, ἔμπλησον Δέσποινα.
Ῥῦσαι τοὺς ὑμνοῦντάς σε Μαριάμ, λοιμικῶν κινδύνων, καὶ παράσχου σὴν δαψιλῆ, χάριν σωτηρίας, τοῖς πίστει αἰτουμένοις, ἄμαχον προστασίαν, θερμὴν τ’ ἀντίληψιν.
Ἴασαι νοσοῦντας Μῆτερ ταχύ, σῶσον ἐκ κινδύνων, τοὺς προστρέχοντας εὐλαβῶς, τῇ ἱερωτάτῃ, Μονῇ σου Θεοτόκε, ἐν Ἀμοργῷ εἰκόναν, ἀσπαζομένους σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέξαι, Χοζοβιώτισσα Ἁγνή, ὕμνον σὺν ψαλμοῖς καὶ ᾠδαῖς τε, πρὸς σὲ νῦν περιχαρῶς, ῥόδα τε καὶ δάκρυα, ἐν μετανοίᾳ θερμῇ, κατανύξει καὶ πόθῳ τε, πιστῶς σὴν Εἰκόνα, κατασπαζομένων σου, βοῶντες σοὶ ἐκ ψυχῆς· Μῆτερ, σκέπε πάντας καὶ φρούρει, ῥῦσαι ἐκ κινδύνων καὶ νόσων, σώζουσα ἡμᾶς ἐκ πάσης θλίψεως.