Παρακλητικός Κανών εις τον Επιφανέντα εν δόξη εν Ιορδάνη Κύριου και Θεού και Σωτήρος ημών Ιησού Χριστού και Βαπτισθέντος υπο Ιωάννου Προδρόμου
Ποίημα Μοναχής Μελάνης
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐπὶ ὑδάτων ἡ πηγὴ ζωαρχίας, ἐπιφανεὶς λαμπρῶς, Χριστὲ Φωτοδότα, Μονογενὲς ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ῥῦσαι Σοῦ δεόμεθα, τῶν παθῶν τῆς ἀχλύος, δίδων τοῖς ποθοῦσί σε, φωτισμὸν ἀληθείας, καὶ πλουτισμὸν ἁγίας βιοτῆς, τοῖς βαπτισθεῖσι, Σῷ θείῳ ὀνόματι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὁ ΕΠΙΦΑΝΕΙΣ ΧΡΙΣΤΟΣ ΩΣ ΦΩΣ ΦΩΤΙΣΟΝ ΜΕ Μ(ελάνης) Μ (Μοναχῆς).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Οὐ δύναμαι Λόγε κατανοεῖν, Σῆς Ἐπιφανείας, τὸ μυστήριον τὸ φρικτόν· διὸ δέομαί σου Παντεχνῆμον, εἰς ὑμνῳδίαν αὐτοῦ με ἀξίωσον.
Ἐπίφανον Σῶτερ νῦν ἐπ’ ἐμοί, σκιᾷ καθημένῳ, καὶ ἐν σκότει τῶν γεηρῶν, τὸ φῶς τοῦ προσώπου Σοῦ τὸ θεῖον, ἵνα ὑμνῶ καὶ δοξάζω τὸ κράτος σου.
Παράσχου τὴν αἴγλην σοῦ φωτισμοῦ, τοῖς ἐσκοτισμένοις, ἐν τοῦ βίου τοῖς χθαμαλοῖς, ὁ κόσμου τὰ πέρατα φωτίσας, ἐξ Ἰορδάνου τοῖς ῥείθροις Φωτόνυμε.
Θεοτοκίον.
Ἰάσεων τύχοιμεν τῶν πληγῶν, ἐκ βελῶν τοῦ ἐχθίστου, σῇ πρεσβείᾳ Μῆτερ Ἁγνή, οἱ θείου Βαπτίσματος λαβόντες, ἁγιασμὸν καὶ τὴν χάριν δεόμεθα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωτειναῖς σου ἀκτῖσιν, ἐμὴν ψυχὴν αὔγασον, οὖσαν σκοτεινὴν καὶ ζοφώδη, ἐκ μίσους δαίμονος, ὁ φῶς τρισήλιον, ἐν Ἰορδάνῃ ἀστράψας, ὅτε βαπτιζόμενος, κόσμον κατηύγασας.
Ἀπορῶ καὶ θαυμάζω, καὶ σεβασμῷ ἵσταμαι, πρὸ τῆς ἀποῤῥήτου τοῦ Κτίστου, συγκαταβάσεως, διὸ καὶ δέομαι, τοῦ Ἰορδάνου τοῖς ῥείθροις, ψυχὴν μου καταλείψειεν, ἡ θεία γύμνωσις.
Νέαν ἔδειξας κτίσιν, Παμβασιλεῦ Κύριε, βροτῶν ἀποπλύνας σπιλάδας διὰ Βαπτίσματος, διὸ δεόμεθα, ἵν’ ἀπολαύσωμεν θεῖον, τῶν ψυχῶν φῶς ἄδυτον, σὲ Φωτοπάροχε.
Θεοτοκίον.
Εὐεργέτιδα γνῶμεν, οἱ ἐξ Ἀδὰμ ἅπαντες, σὲ τῶν χοϊκῶν χρεωλύτην, ἀποκυήσασαν· διὸ βαπτίσματος, τοῖς διὰ σοῦ ἐνδυθεῖσι, χάριν δεόμεθα, θερμὴν συντήρησον.
Διάσωσον, ἐκ τοῦ βυθοῦ ἁμαρτίας καὶ ἀπονοίας, τοὺς σοὺς δούλους ὁ βαπτισθεὶς Ἰορδάνου ὕδασι, καὶ κάραν συντρίψας τοῦ δολομήτου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Θεὸς ἀληθῶς ἐν Τριάδι ἐπέφανεν, φωτὸς Ποιητὴς καὶ Κτίστης κόσμου σύμπαντος, ἵνα τῷ βαπτίσματι, ἀναδείξῃ υἱοὺς Αὐτοῦ ἅπαντας, ἐναγκαλίζων πάλιν ὡς Πατήρ, τοὺς κρατοῦντας Χριστοῦ θεῖον ὄνομα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰησοῦ πολυεύσπλαγχνε, σοῦ ὁ Ἰορδάνης ἰδὼν ταπείνωσιν, ἐκπληττόμενος ἐδίδαξεν, καὶ ἡμᾶς αἰδεῖσθαι σὰ μυστήρια.
Σῶσον πάντας μυστήριον, ἄρρητον δοξάζοντας σῆς Βαπτίσεως, δι’ ἧς Κύριε ἀνέπλασας, παλιγγενεσίᾳ γένος βρότειον.
Χριστωνύμως πορεύεται, ὁ Χριστοτερπής λαὸς πρὸς τὸ βάπτισμα, δι’ οὗ πάντων ἀποπλύνεται, τοῦ Ἀδὰμ ὁ ῥύπος ἐκ τῆς πτώσεως.
Θεοτοκίον.
Ῥῦσαι δέομαι Ἄνασσα, τοὺς σφραγιζομένους θείῳ ὀνόματι, τοῦ Υἱοῦ σου εἰς τὸ βάπτισμα, εἰς ὁδοὺς εἰσάγον τῆς θεώσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵλεων βροτοῖς, ἀπεργάζεται Παράκλητος, τὸν Πατέρα βαπτισθεῖσιν ἐν Υἱῷ, καὶ προσκυνοῦσι τῆς Τριάδος θεῖον Ὄνομα.
Σῶσον ὦ Χριστέ, τοὺς λουσθέντας ἐν τοῖς δάκρυσι, μετανοίας ἐκ πηγῶν τῶν ὀφθαλμῶν, ἃ καλοῦσιν ἀληθῶς δεύτερον βάπτισμα.
Τρῶσον τὰς ψυχάς, τῶν ἐρώντων σε Γλυκύτατε, πρὸς τὴν θεὰν σοῦ προσώπου Ἰησοῦ, εἰς τὴν γῆν ἐπισκοπῆς φωτὸς ἄδυτος σου.
Θεοτοκίον.
Ὅλην πτερνιστοῦ, κατεπάτησας τὴν δύναμιν, ὑπακούσασα θελήματι Θεοῦ· ὅθεν ὑπήκοον κάμε εἰς τέλος ποίησον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Στηλίτευσον, τὴν ἡμῶν κακόνοιαν, ὁ συντρίψας κεφαλὰς τῶν δρακόντων, ἐν Ἰορδάνῃ πατήσας τὸν ὄφιν, ἀνακαινίζων τὴν κτίσιν ὠδίνουσαν, καὶ κράζουσιαν ἐν στεναγμῷ· ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Ὦ θαύματος, οὗ ἡ φύσις ἔκπληκτος, κοινωνὸς ἀναφανεῖσα ἐβόα· νῦν τὸν Θεὸν ἐν Τριάδι ὁρῶσα, ἐπιφανέντα δοξάζω καὶ σέβομαι· ὅθεν καὶ ἅμα σὺν βροτοῖς, τὸν Χριστὸν ὡς Σωτῆρα ἐκδέχομαι.
Σκιρτήσατε, οἱ βουνοὶ ἁλλόμενοι, θεωρίᾳ τοῦ Χριστοῦ βαπτισθέντος, καὶ ποταμὲ Ἰορδάνη ἐκδέχου, φωτοχυσίαν πυρὸς τῆς θεότητος, ἀνακρᾶξον δὲ Βαπτιστά· νῦν ἰδοὺ ὁ Δεσπότης ἐπέφανεν.
Θεοτοκίον.
Φωτίσθητι, ἡ καρδία μου Δέσποινα, τῷ φωτὶ τοῦ σοῦ Υἱοῦ καὶ Νυμφίου, ἣ τῇ πηγῇ πρεσβειῶν σου προσφεύγει, ὡς ἁλομένη διψῶσα τε ἔλαφος, ἵνα ἐκφύγῃ σκοτασμοῦ, ἐν καιρῷ δυστυχίας καὶ θλίψεως.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Ἐκ βυθοῦ ἐμπαθείας ἀνάγαγε, ὁ τοῦ βυθοῦ ἀνατρέψας τοὺς δράκοντας, τὸν νοῦν τῶν βοῷντών σοι Δέσποτα, τοῦ σοῦ φωτὸς ἐν τῇ αἴγλῃ καταύγασον, τὰ σκότη καρδίας ζητούσης σε.
Προκείμενον.
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἀστραφῆ εἰς τὰ ὀπίσω.
Στίχος. Τὶ σοι θάλασσα, ὅτι ἔφυγες καὶ σὺ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Μᾶρκον
(Κεφ. α΄ 9 – 11).
Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρέτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην. Καὶ εὐθέως ἀναβαίνων ἀπὸ τοῦ ὕδατος, εἶδε σχιζομένους τοὺς οὐρανούς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ’ αὐτόν. Καὶ φωνὴ ἐγένετο ἐκ τοῦ οὐρανοῦ, σὺ εἶ ὁ Υἱὸς μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα.
Δόξα.
Σῶτερ ἐν Τριάδι, φανεῖς ἐν Ἰορδάνῃ, ἀπόπλυνον τὸν ῥύπον τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Κύριε ἐπίφανον, τῇ παναθλίᾳ ψυχῇ μου, ἀπαρχὴν καθάρσεως, χάριν Ἰωάννειον μετανοίας τε, ὅπως μου πταίσματα, ἐν ῥοαῖς δακρύων, ἀποπλύνων ὁ ταλαίπωρος, τύχω μεθέξεως, θείου Σου φωτὸς τῆς ἐλλάμψεως, ἐλπίζων εἰς τὴν λύτρωσιν, ἐξ αἰωνιζούσης κολάσεως, διὰ ἐργασίας, εἰς βάθος τῆς καρδίας ἐν κρυφῇ, μόνης τηρούσης ἀλώβητον, χάριν τοῦ βαπτίσματος.
Σῶσον ὁ Θεὸς τὸν λαό σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὥσπερ κλάδον ἐλαίας, Παρακλήτου ἡ θέα βροτοῖς ἐμήνυσεν, ἐπάνω τῶν ὑδάτων, κατάπαυσιν τῆς ἔχθρας, τοῖς ἐν πίστει κραυγάζουσιν· εὐλογητὸς ὁ φανείς, Θεὸς ἐν Ἰορδάνῃ.
Σωτηρίαν μηνύει, ἡ φωνὴ τοῦ Προδρόμου ῥήξασα σύμπαντα, δακτύλῳ δὲ δεικνύει, σωτήριον Κυρίου, ἵνα πόθῳ κραυγάζωμεν· εὐλογητὸς ὁ φανείς, Θεὸς ἐν Ἰορδάνῃ.
Φώτισόν μου τὰ σκότη, ἀλαλάζω ὁ τάλας ὥσπερ οἱ φίλοι Σου, πρεσβείαις τοῦ Προδρόμου, φωτὸς Σου ὄντως λύχνου, ὃς καὶ πρῶτος ἀνέκραξεν· εὐλογητὸς ὁ φανείς, Θεὸς ἐν Ἰορδάνῃ.
Θεοτοκίον.
Ὠκεάνεια ῥεῖθρα, ἐκ φωτὸς τῆς γαστρὸς Σου κατηγλαΐσθησαν, διὸ τοῦ Ἰορδάνου, τῆς χάριτος καρδίας, τῶν ὑμνούντων Σε ἔμπλησον, εὐλογημένη Ἁγνή, φωτὸς θείου λυχνία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν νοσημάτων, καὶ ἀλγηδόνων παντοίων, τῶν ψυχῶν τε ὁμοῦ καὶ σωμάτων, Σῶτερ ἀπαλλάττεις, τοὺς σοὶ βοῶντας δόξα.
Ἰωαννείως, πολιτευθῶμεν ἐν βίῳ, σθεναρᾶς Χριστοῦ ὁμολογίας, ἳν’ ἀξιωθῶμεν, μερίδος σῳζομένων.
Σοῦ τὰ ἐλέη, καὶ οἰκτιρμοὺς πέμψον Σῶτερ, Ὀρθοδόξοις ἐν βίῳ τε καὶ ἤθει, τοῖς βεβαπτισμένοις, εἰς θεῖον ὄνομα σου.
Θεοτοκίον.
Ὀλεθροτόκος, ὁ καθ’ ἡμέραν μου βίος, ἐκ παθῶν καὶ φροντίδων Παρθένε, ὅθεν δέομαί σου, ἀπάλλαξον ἐν τάχει.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νοτίδα μου δακρύων, πρόσδεξαι ὡς δῶρον, τῷ Βαπτισμῷ Σου Χριστὲ διὰ βάπτισμα, οὗ ἠξιώθην εὐγνώμων, σωθεὶς ὁ δοῦλος Σου.
Μυστήριον ὁρῶντες, τῆς Βαπτίσεως σοῦ, δι’ ἧς ἠνοίγησαν τὰ ἐπουράνια, δοξολογοῦμεν ἀπαύστως, σὲ Φωτοπάροχε.
Ἐλέησον Σοὺς δούλους, Σὲ δοξολογοῦντας, ὡς ἐν Μονάδι Τριάδα Θεάνθρωπε, ἐν Ἰορδάνου τοῖς ῥείθροις ἐπιφαινόμενον.
Θεοτοκίον.
Μητράνανδρε Παρθένε, Κεχαριτωμένη, ἡμᾶς λαβόντας σωτήριον βάπτισμα, ἐν ὀρθοδόξῳ τῷ ἤθη, ἀτρέπτως τήρησον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἐν Τριάδι Θεὸς φανείς, καὶ διὰ ἀκτίστου, ἐνεργείας ἐπενεργῶν, Πατὴρ δι’ Υἱοῦ τε ἐν Πνεύματι Ἁγίῳ, τὴν θέωσιν ἀνθρώπων, μόνε Θεάνθρωπε.
Χαίροις Ἰορδάνου τὸν φύει ῥοῦν, ἐν τῇ σῇ Βαπτίσει, ἀναστρέψας καὶ θεϊκῶς, πρὸς βάπτισμα καλέσας, λαούς, φυλὰς καὶ γλώσσας, δι’ οὗ ἡ σωτηρία, πιστοῖς χαρίζεται.
Κάθαρον τοὺς δούλους σοῦ ἐκ παθῶν, ὁ ἐκπλύνας ῥύπον, Ἰορδάνου ἐν ταῖς ῥοαῖς, χοὸς τῶν Προπατόρων, ὧν σκεύη ἀναπλάττεις, συντρίβων καταδύσει, θείου Βαπτίσματος.
Δεῦτε πάντες μέλψωμεν ἐν ᾠδαῖς, Χριστὸν τὸν φανέντα, Ἰορδάνου ἐν ταῖς ῥοαῖς, ἐν ἀῤῥήτῳ δόξῃ, ὡς Λόγον τῆς Τριάδος, Πατρὸς τῇ εὐδοκίᾳ, καὶ θέᾳ Πνεύματος.
Χαίροις Ἰωάννη καὶ Βαπτιστά, ὁ καθυπουργήσας, τὸ μυστήριον τὸ φρικτόν, Βαπτίσεως τοῦ Λόγου, Ὃν ἵλεων δυσώπει, φανῆναι τοῖς σοῖς μύσταις, φιλοῦσι βίον σου.
Πρόδρομε Κυρίου καὶ Βαπτιστά, θερμῶς ἐξαιτοῦμαι, ἵνα ὅλην μου τὴν ζωήν, σθένους σου ἐνδύσῃς, ὁμολογεῖν Χριστὸν μου, ὡς ἐν ἁγίᾳ ὥρᾳ, ἐμοῦ βαπτίσματος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μόνε ἀκατάληπτε Θεέ, ὁ ἐπιφανεὶς ἐν τοῖς ῥείθροις, τοῦ Ἰορδάνου ὡς φῶς, λάμπρυνον καὶ φώτισον καὶ σκότους λύτρωσαι, αἰωνίου κολάσεως, ἡμᾶς τοὺς ποθοῦντας, ἵνα ἀναμέλπωμεν ᾠδὴν τρισάγιον, κύκλῳ παριστάμενοι θρόνῳ, σῆς μεγαλειότητος Ἄναξ, ἐς ἀεὶ δοξάζοντας τὸ κράτους Σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Φώτισόν μου τὰ σκότη, κράζει Μελάνη,
πλέξασα ὕμνον, τῇ σῇ Θεοφανείᾳ.