Παρακλητικός Κανών εις το Ανώνυμο πλήθος των Ποντίων Νεομαρτύρων

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

† Εορτάζουν στις 19 Μαίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἐξῇς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νεομαρτύρων ἀνωνύμων Ποντίων, τὸν θεοσύλλεκτον τιμήσωμεν δῆμον, κραυγάζοντες μὴ παύσησθε Χριστὸν ἐκτενῶς, δυσωποῦντες Ἅγιοι, ἀθληταὶ τροπαιοῦχοι, πέμψαι τοῖς ἒν θλίψεσι ζοφεραῖς εὐσεβέσι χαρὰν ὑψόθεν καί τῶν λυπηρῶν διώξαι πόρρω ἡμῶν τὴν σκοτόμαιναν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΠΟΝΤΙΟΙΣ ΑΝΑΤΕΙΛΟΝ, ΣΩΤΕΡ, ΗΜΑΡ ΕΛΕΥΘΕΡΟΝ. X.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ποντίοις ἀνάτειλον Λυτρωτά,ἐλεύθερον ἦμαρ, καὶ ταχεῖαν ἐπιστροφήν, εἰς πάνσεπτα πάτρια ἐδάφη, θερμαῖς λιταῖς ἀφανῶν νεοάθλων σου.

Ὁδὸν τῆς ἀθλήσεως ἀκλινῶς, προκρίναντες πάντες, ἀπαρνήσεως ζοφεράς, τῆς πίστεως Πόντιοι γενναίοι,Χριστόν ἡμῖν τὸν Θεὸν ἰλεώσασθε.

Νεόδρεπτα κρίνα τῆς εὐανθοῦς, ἀρούρης τοῦ Πόντου,τούς προστρέχοντας νῦν ὑμῖν, ἐμπλήσατε θείας εὐωδίας, καὶ καρτερίας ἀφάτου, δεόμεθα.

Τειχίσατε ἅγιοι ἀφανεῖς, τοῦ Πόντου, πρεσβείαις Θεοτόκου, τοῦ Σουμελᾶ κλείσματος θείου εὐσεβοῦντας, ὑμῶν ἀόκνοις πρὸς Κτίστην ἐντεύξεσι.

Θεοτοκίον.
Ίλέωσαι Κύριον τὸν Θεόν, ἡμῖν Θεοτόκε,μάνδρας σέμνωμα Σουμελᾶ, Σωφρόνιος ἥνπερ καὶ Βαρνάβας, τῇ θεϊκῇ συνεργεῖς ἐδομησαν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ούρανόφωτον σέλας, τῆς τοῦ Χριστοῦ πίστεως, πάντων νεοάθλων Ποντίων, ζόφον ἐκδίωξον, τῆς ἀνανδρείας ἡμῶν, ὡς ἀνδρικὴ παῤῥησία ὑπομεῖναν θάνατον ἄγαν κατώδυνον.

Ἱκετεύομεν πόθῳ περικλεεῖς μάρτυρες, πόλεις καὶ τὰς κώμας τοῦ Πόντου, οἱ ἁγιάσαντες, ὑμῶν αἱμάτων ῥοαῖς, ἡμᾶς ἐμπλήσατε θάῤῥους,  ἄγαρ τρῶσαι φρύαγμα, τέκνων τὸ ἄειθες.

Σθεναρῶς ἀντιστῆναι ἐπιβουλή, Ἅγιοι, ἄγαρ τῶν υἱῶν τῶν βεβήλων καταξιώσατε, τοὺς ἀνυμνοῦντας ὑμᾶς, Ποντίων οἶα εὐώδη, μάρτυρες πανένδοξοι νέοι τῆς πίστεως.

Θεοτοκίον.
Ἀκριτῶν χριστωνύμων τὸ ἀῤῥαγὲς τείχισμα, Μῆτερ τοῦ Θεοῦ γλυκυτάτη, Σουμελιώτισσα, ῥῦσαι ἡμᾶς συμφορῶν, καὶ ἐπιστρέψαι Ποντίους, εἰς πατρῴαν Δέσποινα, χθόνα ἀξίωσον.

Διάσωσον, τῶν ἀνωνύμων μαρτύρων πληθὺς Ποντίων, σαῖς πρεσβείαις πρὸς τὸν Χριστόν τοὺς πάσχοντας πρόσφυγας, καὶ στένοντας, οἴμοι, πικρῶς ἐν ξένη.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μαρτύρων Χριστοῦ Ποντίων θεῖον σύνταγμα, κτανθέν ἰταμῶς χερσὶν ἀνόμων ἐν ἔτεσιν ἐσχάτοις, ἀνώνυμοι ἀθλοφόροι, Χριστὸν ἱκετεύσατε λυτροῦσθαι γένος ἅπαν εὐσεβῶν κινδύνων, δεινῶν καὶ περιστάσεων.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεαυγέστατον πύρσευμα, ἀφανῶν Ποντίων μαρτύρων πίστεως, τοὺς κειμένους καταφώτισον, ἐν σκιὰ δουλείας καὶ περιστάσεων.

Ἀπειράριθμοι μάρτυρες, οἱ χερσὶ κτανθέντες ἐχθρῶν τῆς πίστεως, ἐν τῷ Πόντῳ ὥσπερ σφάγια, νίκας κατ’ἐχθρῶν πιστοῖς δωρήσασθε.

Ταῖς ὑμῶν παρακλήσεσιν, ἀφανεῖς πρὸς Κύριον νεομάρτυρες, τὰς πληγὰς ὡς συμπαθέστατοι τῶν ψυχῶν Ποντίων ἰατρεύσατε.

Θεοτοκίον.
Εὐιλάτου Παντάνακτος, Μῆτερ καὶ Ποντίων, Σουμελιῶτισσα, ἀρωγέ ὑψόθεν ἔπιδε, καὶ ἡμῶν ἀπόσμηξον τὰ δάκρυα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾷς.
Ἴδετε δεινά, τῶν Ποντίων οἱ ἐκλάμψαντες, ἐν τῇ χώρα ταύτῃ ἄρτι ἀθληταί, καὶ ἡμῖν ὑπομονὴν καὶ πίστιν δίδοτε.

Λάμψατε ἡμῖν, τοῖς μακρὰν εὑρισκομένοις νῦν, φῶς πατρῴων ἑστιῶν ἐπιστροφῆς, τηλαυγές, φωσφόροι Πόντιοι ἀνώνυμοι.

Ὅμιλε σεπτέ, δοξασάντων ταῖς ἐκχύσεσι, τῶν αἱμάτων ἄρτι Κύριον ἀεί, ἐν τῷ Πόντῳ σοὺς ὁμαίμονας ἐπόπτευε.

Θεοτοκίον.
Νύκτα ζοφεράν, ἀγλαὴ Σουμελιώτισσα, στεναγμῶν καὶ τυραννίδος τοῦ ἐχθροῦ, ἀφ’ἠμῶν, τῶν προστρεχόντων σοι ἐκδίωξον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Σαλπίσατε, τὸν παιᾶνα μάρτυρες, τῆς τροπώσεως τῶν ἄγαρ ἐκγόνων, καὶ νίκης τρόπαιον στήσατε τάχος, Χριστιανῶν Ὀρθοδόξων πανεύφημοι, Ποντίων δῆμοι ἀφανεῖς, σὺν Χριστῷ οἱ ἀεὶ εὐφραινόμενοι.

Ὡς ἔχοντες, παῤῥησίαν ἅγιοι, Τραπεζοῦντος, Ἀμασείας, Σινώπης, Ἀργυρουπόλεως τε Κοτυώρων, καί τῶν περάτων τοῦ Πόντου ἀνώνυμοι, τὸν Λυτρωτὴν ὑπὲρ ἡμῶν, μὴ ἐλλίπητε καθικετεύοντες.

Τὸ πάμφωτον, νέφος ἀνυμνήσωμεν, τῶν Ποντίων ἀνωνύμων μαρτύρων, ἱεραρχῶν , μοναχῶν, ἱερέων, καὶ φιλοθέου λαοῦ ἀνακράζοντες, ἐλευθερίας ὑετὸν, ἐν δουλεία κειμένοις ὀμβρίσατε.

Θεοτοκίον.
Εὐφρόσυνον, ἦμαρ ἐξανάτειλον, ταῖς χορείαις τῶν Ποντίων προσφύγων, Σουμελιώτισσα πάγκαλε Μῆτερ, τοῦ Λυτρωτοῦ καὶ τὸν ζόφον ἀπέλασον, τῶν λυπηρῶν καὶ συμφορῶν, ἀφ’ἠμῶν ταῖς ἀπαύστοις πρεσβείαις σου.

Διάσωσον, τῶν ἀνωνύμων μαρτύρων πληθὺς Ποντίων, σαῖς πρεσβείαις πρὸς τὸν Χριστόν τοὺς πάσχοντας πρόσφυγας, καὶ στένοντας, οἴμοι, πικρῶς ἐν ξένη.

Ἄχραντε,ἠ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Νεομαρτύρων χορεία, πανεύφημε, σεμνῶν Ποντίων ἡδύπνευστα λείρια, ἀνώνυμον πλῆθος στεῤῥόψυχον, δυσῶπει Χριστὸν πέμψαι ἅπασιν ἡμῖν θείαν χάριν καὶ ἔλεος.

Προκείμενον.
Θαυμαστὸς ὃ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ ἐθαυμάστωσεν ὃ Κύριος.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκάν
(Κεφ ιη΄, 2-8).

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με. Εἶπε δὲ ὁ Κύριος· ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ᾿ αὐτοῖς; Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;

Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πόντιοι ἀνώνυμοι, καὶ ἀφανεῖς ἀθλοφόροι, οί ἐχθρῶν πατήσαντες, ἐπηρμένον φρύαγμα καὶ ἀθλήσαντες, ὥσπερ ἀσώματοι, ἒν ἐσχάτοις χρόνοις, ἐκτενῶς καθικετεύσατε, Χριστόν τὸν Κύριον, γένει τῷ ἡμῶν βλάβης ῥύεσθαι, τοῦ ὄφεως, κακώσεων τῶν ἐπερχομένων καὶ θλίψεων, ἵνα κατὰ χρέος, ὑμνοῦντες τὴν ἐξ ὕψους ἀρωγὴν ὑμῶν ἑκάστοτε μέλπωμεν, τὴν ὑμῶν ἐνάθλησιν.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαντισμῷ ἀθλοφόροι, ἀφανεῖς νέοι Πόντου, ὑμῶν ἐντεύξεων, πρὸς τὸν ἀγωνοθέτην, καὶ Λυτρωτήν τοῦ κόσμου, τοὺς χοροὺς ἁγιάσατε, τῶν μελῳδούντων ὑμῶν, τὴν ἀρετὴν καὶ τόλμην.

Ἡλιόφωτε δῆμε, ἀνωνύμων Ποντίων, μαρτύρων πίστεως, Χριστοῦ τῆς Ἐκκλησίας, τὸ νοητὸν φαιδρύνας, εὐψυχία στερέωμα, τῆς ἀθυμίας ἡμῶν, ἐξάλειψον τὰ νέφη.

Μαρτυρίου ταῖς τρίβοις, διὰ πίστιν ἁγίαν ἀκολουθήσαντες, δεινῶς αἰωρηθέντες, ἀγχόνη οἱ κτανθέντες, ξίφει Πόντιοι μάρτυρες, ἡμᾶς τῇ πίστει Χριστοῦ, στηρίξατε τῇ θεία.

Θεοτοκίον.
Ἀδελφοὺς κεκρυμμένους, διὰ φόβον τυράννων ἐχθρῶν τῆς πίστεως, ἡμῶν τοὺς ἐν τῷ Πόντῳ, δεσμά τά τῆς δουλείας, χαλεπῶς ὑπομένοντας, τοῦ Σουμελά θαυμαστῇ, ἐπίβλεψον Παρθένε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥύσασθε πάντας, τῆς τοῦ ἐχθροῦ τυραννίδος, ἀθλοφόροι ἀνώνυμοι Πόντου, οἱ τῆς τῶν ἀνόμων, μὴ πτήξαντες μανίας.

Ἄνδρες, γυναῖκες, καὶ ἀπειρόκακα βρέφη, νέφος θεῖον μαρτύρων τοῦ Πόντου, ἴτε παραστάται, ἡμῶν ἐν βίου ζάλαις.

Λάμψαντες θάρσει, ψυχῆς ὡς σέλας ἐν Πόντῳ, φωτοφόρον διώξατε ζόφον, ἀτολμίας πάντων, ὑμῶν προσφύγων θεῖοι.

Θεοτοκίον.
Ὑπὲρ Ποντίων, ἁπανταχοῦ γῆς οἰκούντων, Σουμελᾶ Θεοτόκε δυσώπει, τὸν σεπτὸν Υἱόν σου, καὶ Λυτρωτήν τοῦ κόσμου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ποντίων ἀνωνύμων, ἀθλητῶν χορείαν, ἀνευφημήσωμεν κράζοντες μάρτυρες, ἡμῖν διδόναι εἰρήνην, Χριστῷ πρεσβεύσατε.

Ὁμήγυριν Ποντίων, ἀφανῶν ἁγίων, ἐδαφισάντων υἱῶν ἄγαρ φρύαγμα, ἀνευφημοῦντες πρεσβείας, αὐτῶν αἰτούμεθα.

Νεόφωτοι φωστῆρες, οἱ ἐν τῇ Ἑῴα, ἀρτιφανώς ἀνατείλαντες μάρτυρες, δουλείας πόῤῥω τὴν ζόφωσιν ἀπελάσατε.

Θεοτοκίον.
Χαρίτων θείων φρέαρ, δὸς πιεῖν τὸ ὕδωρ, τῆς σωτηρίας σοῖς δούλοις Πανύμνητε, Σουμελιώτισσα Μῆτερ, τὸ διειδέστατον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἀνωνύμων πανευκλεῶν, ἀθλητῶν χορεία, ἡ ἐν Πόντῳ ἀρτιφανῶς, λάμψασα ἐνστάσει, στεῤῥὰ καὶ μαρτυρίῳ καὶ πᾶσαν Ἐκκλησίαν κατάγλαῖσασα.

Τὴν ἐξ ἱερέων ἱεραρχῶν, μοναστῶν καὶ πλήθους ἀνωνύμων χριστιανῶν, συγκειμένην δεῦτε, πανένδοξον χορείαν, Ποντίων ἀθλοφόρων ἐγκωμιάσωμεν.

Σέλας τὸ νεόφωτον τῆς Χριστοῦ, Ἐκκλησίας πάντες ἀνυμνήσωμεν ἐκτενῶς, ἀθλητὰς Ποντίους, γνωστοὺς καὶ ἀνωνύμους, τοὺς λάμψαντας ἀνδρεία καὶ καρτερότητι.

Μάκτρῳ τῶν ἐνθέρμων ὑμῶν εὐχῶν, θλίψεις τῶν προσφύγων ἀποσμήξατε τῶν ὑμῶν, ἀφανεῖς γενναῖοι νεόαθλοι Κυρίου, τὸ ὄνομα οἱ πίστει ὁμολογήσαντες.

Τὴν Σουμελιώτισσαν εὐλαβῶς, Θεοτόκον πάντες σὺν Ἁγίων ἐπιφανῶν, δήμῳ καὶ μαρτύρων, νεοφανῶν χορείαις οἱ Πόντιοι ἐκθύμως ἀνευφημήσωμεν.

Οἱ χερσὶ κτανθέντες ἄγαρ υἱῶν, ἰταμῶς ἐν χρόνοις, τοῖς ἐσχάτοις διὰ Χριστοῦ, πίστιν τὴν ἁγίαν ἐν Πόντῳ δυσωπεῖτε, τὸν Κτίστην καταπέμψαι ἅπασιν ἔλεος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀνωνύμων μαρτύρων Ποντίων σύλλογον, τῶν ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀποκτανθέντων χερσί, μιαιφόνοις τῶν υἱῶν τῆς ἄγαρ μέλψωμεν, κράζοντες, νέοι άθληταί,τοῖς ἱκέταις τοῖς ὑμῶν, βραβεύσατε οὐρανόθεν, χαρὰν καὶ δύναμιν τρῶσαι, ἐχθρῶν ἀπίστων ἅπαν φρύαγμα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δῆμον ἀνωνύμων ἀθλητῶν, ἀφανῶν Ποντίων ἁγίων, φωσφόρον σύνταγμα, σύναξιν φιλόθεον ἐγκωμιάσωμεν, οἱ πιστοὶ ἀνακράζοντες, μὴ παύσησθε θεῖοι, μάρτυρες πρεσβεύοντες τῷ Πανοικτίρμονι, νίκας κατ’ἀπίστων δωρῆσαι, γένει χριστωνύμω καὶ στέψαι, πάντας τοὺς πιστοὺς ἀφθίτῳ στέμματι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Δύναμιν ψυχῆς Χαραλάμπους συζύγῳ,
Παρέσῃ, δωρήσασθε, μάρτυρες Πόντου.