Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Αλέξανδρον Αρχιεπίσκοπον Κωσταντινουπόλεως
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 30 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῆς Τριάδος θεοφόρος θεράπων, καὶ Ὀρθοδόξων, ὁδηγὸς καὶ προστάτης, Ἀρχιεράρχα τοῦ Χριστοῦ Ἀλέξανδρε· πρέσβευε δεόμεθα, πάσης ῥύσασθαι βλάβης, καὶ παντοίων θλίψεων, τοὺς πιστῶς σε τιμῶντας καὶ τῶν πταισμάτων λύσιν παρασχεῖν, τοῖς καταφεύγουσι Πάτερ τῇ σκέπῃ σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Λιταῖς σου Ἅγιε ἡμᾶς σκέπε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λαμπόμενος φέγγει τῷ νοητῷ, Ἀλέξανδρε πάτερ, τῆς Τριάδος τῆς παντουργοῦ, λῦσον τῶν παθῶν μου τὴν ὁμίχλην, ταῖς φωτοφόροις πρεσβείαις σου δέομαι.
Ἰλύος με ῥῦσαι πάσης φθορᾶς, Ἀλέξανδρε πάτερ, μεσιτείας σου πρὸς Χριστόν, καὶ δίδου ἰσχύν μοι Ἱεράρχα, τοῦ διοδεύειν ὁδὸν τὴν σωτήριον.
Τῇ σῇ προστασίᾳ καὶ ἀρωγῇ, Ἀλέξανδρε πάτερ, καταφεύγων πίστει θερμῇ, ῥυσθείην δεινῶν πειρατηρίων, καὶ χαλεπῶν ἐν τῷ βίῳ στενώσεων.
Θεοτοκίον.
Ἀσπόρως συνέλαβες ἐν γαστρί, τὸν πάντων Δεσπότην, καὶ ἀφθόρως τοῦτον Ἁγνή, ἐκύησας Ἄχραντε διό με, φθοροποιῶν νοημάτων ἐκκάθαρον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱεράρχης καὶ μύστης, θεοειδὴς πέφυνας, τῆς Ὑπερουσίου Τριάδος, ἣν καθικέτευε, πάτερ Ἀλέξανδρε, πάσης λυτροῦσθαι ἀνάγκης, τοὺς πιστῶς προστρέχοντας τῇ ἀντιλήψει σου.
Συσχεθέντα με Πάτερ, ταῖς χαλεπαῖς θλίψεσι, ἐξ ἁμαρτιῶν πολυτρόπων θᾶττον ἀπάλλαξον, ταῖς ἱκεσίαις σου· καὶ πρὸς ὁδόν με εἰρήνης, ἴθυνον Ἀλέξανδρε, ἵνα γεραίρω σε.
Σωτηρίας τὴν τρίβον, τὴν πρὸς Θεὸν ἄγουσαν, τῇ σῇ πατρικῇ συμπαθείᾳ, ἡμῖν ὁμάλωσον, πάτερ Ἀλέξανδρε, τοῖς ἀδιστάκτῳ καρδίᾳ, ἐκζητοῦσι πάντοτε, τὴν σὴν βοήθειαν.
Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης, καὶ Ποιητὴς Ἄχραντε, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, πλούτῳ χρηστότητος, σάρκα προείληφεν, ἀναλλοιώτως ὡς οἶδε, καὶ προστάτιν κόσμου σε, ὄντως ἀνέδειξε.
Διάσωσον Ἀρχιεράρχα Ἀλέξανδρε, πάσης βλάβης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Φωτὸς νοητοῦ, κατατρυφῶν Ἀλέξανδρε, ὡς μύστης Χριστοῦ, καὶ Ἱεράρχης ὅσιος, ἐκ σκότους τῶν αἱρέσεων, καὶ δεινῆς ἀθυμίας καὶ θλίψεως, μὴ διαλίπῃς λυτροῦσθαι ἡμᾶς, τοὺς πίστει καὶ πόθῳ ἀνυμνοῦντάς σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑποφήτης ὡς ἔνθεος, τῆς Τριαδικῆς ἐλλάμψεως Ὅσιε, τὴν ψυχήν μου καταλάμπρυνον, ἐναρέτου βίου ἐπιδόσεσιν.
Ἀπὸ πάσης στενώσεως, τῆς κατὰ ψυχὴν καὶ σῶμα ἐκλύτρωσαι, ἱερώτατε Ἀλέξανδρε, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
Γεωργεῖν ἡμῖν δύναμιν, δίδου ἀρετῶν τὴν ἄρουραν Ἅγιε, ἵνα δρέψωμεν τὸν ἄσταχυν, ζωῆς τῆς ἀλήκτου δυσωποῦμέν σε.
Θεοτοκίον.
Ἰατρὸν ἡμῖν τέξασα, καὶ Σωτῆρα πάντων Χριστὸν τὸν Κύριον, τὴν νοσοῦσάν μου διάνοιαν, Θεοτόκε ἴασαι καὶ σῶσόν με.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔπιδε ἡμῖν, οὐρανόθεν πάτερ Ὅσιε, καὶ παράσχου τὰ αἰτήματα ἡμῶν, ὡς μεσίτης ἡμῶν μέγας πρὸς τὸν Κύριον.
Ἥλιος λαμπρός, Ἐκκλησίας ἐχρημάτισας καὶ διέλυσας Ἀρείου τὴν ἀχλύν, Ἱεράρχα ταῖς ἀκτῖσι τῶν δογμάτων σου.
Μέγας ἀρωγός, Ὀρθοδόξων ἀναδέδειξαι, ὦ Ἀλέξανδρε Πατέρων καλλονή, καὶ παρέχεις ἡμῖν πάντοτε τὴν χάριν σου.
Θεοτοκίον.
Ἄχραντε Ἁγνή, τὴν χρανθεῖσάν μου διάνοιαν, τῶν πολλῶν ἁμαρτιῶν ταῖς προσβολαῖς, ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους σου.
ᾨδὴ στ΄. Τὴν δέησιν, ἐκχεῶ.
Σοφίᾳ, κατακοσμούμενος θείᾳ, τοῦ Ἀρείου διελέγχεις τὴν πλάνην, ἀρχιεράρχα Ἀλέξανδρε πάτερ· ὅθεν ἡμᾶς ἀνωτέρους ἀπέργασαι, σοφιστειῶν τῶν δολερῶν, τοῦ ἐχθροῦ δυσωποῦμέν σε Ἅγιε.
Στροβεῖ με, ἁμαρτιῶν πολυτρόπων, καὶ ποικίλων καταιγὶς παθημάτων, ἀλλὰ τῇ σῇ καταφεύγω γαλήνῃ, καὶ ἐκ καρδίας βοῶ σοι Ἀλέξανδρε· ὁδήγησόν με ἀσφαλῶς, πρὸς σωτήριον ὅρμον καὶ σῶσόν με.
Κακίας, τῆς τοῦ δολίου βελίαρ, τὴν ταλαίπωρον καρδίαν μου ῥῦσαι, καὶ τῆς αὐτοῦ μανιώδους ἀπάτης, ἀπάλλαξόν με, παμμάκαρ Ἀλέξανδρε, καὶ μετανοίας τῷ φωτί, τὴν ἀθλίαν ψυχήν μου καταύγασον.
Θεοτοκίον.
Ἐλέους τὸν χορηγὸν τετοκυία, ἐλεῆμον παντευλόγητε Κόρη, οἰκτείρησόν με τῇ σῇ συμπαθείᾳ, καὶ τοῦ ἐχθροῦ τῆς δουλείας με λύτρωσαι, καὶ δούλωσόν μου τὴν ψυχήν, τοῦ Υἱοῦ σου τῷ νόμῳ καὶ σῶσόν με.
Διάσωσον, ἀρχιεράρχα Ἀλέξανδρε, πάσης βλάβης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἱεραρχῶν ἱερὸν ἐγκαλλώπισμα, ἀρχιεράρχα Κυρίου Ἀλέξανδρε, ἐχθρῶν ἀοράτων μανίας με, καὶ ὁρατῶν χαλεπότητος λύτρωσαι, ὡς μέγας μου πρόμαχος Ἅγιε.
Καὶ εὐθὺς τὸ Προκείμενον·
Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου, ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι´ 9-16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλος ἐνθεώτατος, ἀρχιερεὺς τοῦ Σωτῆρος, ἀνεδείχθης Ὅσιε, βίου καθαρότητι, λαμπρυνόμενος, καὶ ὀρθοῖς δόγμασι, Τριάδος τὴν δόξαν, ὀρθοδόξως ἀνεκήρυξας· διὸ αἰτοῦμέν σε· πάσης ἐπηρείας ἀπάλλαξον, δοκησισόφων Ἅγιε, καὶ δεινῶν σκανδάλων τοῦ ὄφεως, Ἀλέξανδρε Πάτερ, τοὺς πίστει καταφεύγοντας ἀεί, τῇ πρὸς Χριστὸν ἱκεσίᾳ σου, καὶ σὲ μακαρίζοντας.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πειρασμῶν ἀδοκήτων, καὶ παθῶν ἀκαθάρτων ἡμᾶς ἀπάλλαξον, καὶ πάσης δυσχερείας, Ἀλέξανδρε ἐν βίῳ, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐντολῶν τοῦ Κυρίου, πληρωτὰς ἀπεργάζου πάτερ Ἀλέξανδρε, καὶ βίου ἐναρέτου, ἐργάτας Ἱεράρχα, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γνώμην ἔμφρονα δίσου, καὶ σωτήριον φόβον πάτερ Ἀλέξανδρε, καὶ ζῆλον πρὸς τὴν κτῆσιν, κρειττόνων Ἱεράρχα, τοῖς βοῶσιν ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐῤῥυπάνθην ἀθλίως, χαλεπαῖς ἁμαρτίαις ὁ πολυώδυνος· ἀλλὰ σὺ Θεομῆτορ, ἀπόπλυνον τοῦ ῥύπου, τῶν παθῶν τὴν καρδίαν μου, καὶ μετανοίας πρὸς φῶς, ὁδήγησόν με Κόρη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν παράσχου, τῇ ἀσθενούσῃ ψυχῇ μου, καὶ θεράπευσον τοῦ σώματος τὸ ἄλγος, ἵνα σὲ γεραίρω, Ἀλέξανδρε τρισμάκαρ.
Ἀπὸ Κυρίου, λαβὼν πλουσίαν τὴν χάριν, τὸ ὁμότιμον Τριάδος τῆς Ἁγίας, ἅπασι κηρύττεις, Ἀλέξανδρε τρισμάκαρ.
Σεσοβημένην, αἱρετικῶν τὴν χορείαν, θείῳ λόγῳ σου Ἀλέξανδρε δεικνύεις ὧν τῆς ἐπηρείας, ἀτρώτους ἡμᾶς τήρει.
Θεοτοκίον.
Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, Ἀειπάρθενε δεδοξασμένη Κόρη, σῶσόν με σὸν δοῦλον, ὡς βρύσις εὐσπλαχνίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγίστης εὐκληρίας, κατηξιωμένος, ἐν οὐρανοῖς ἱεράρχα Ἀλέξανδρε, μεγάλων πόνων ἀτρώτους ἡμᾶς διάσωζε.
Ὁλόφωτον ὡς σέλας, πᾶσι διαυγάζεις, Ὀρθοδοξίας τὸ φέγγος Ἀλέξανδρε, καὶ καταυγάζεις τοὺς πίστει σὲ μεγαλύνοντας.
Ὑψίστου ὢν θεράπων, πάντοτε δυσώπει, ὑπὲρ ἡμῶν θεηγόρε Ἀλέξανδρε, τῶν σὲ τιμώντων ὡς μέγιστον ἀντιλήπτορα.
Θεοτοκίον.
Ὑμνοῦμέν σου τὸ μέγα, μυστήριον τοῦ τόκου, καὶ ἐκβοῶμέν σοι Ἄχραντε Δέσποινα· χαῖρε τοῦ κόσμου προστάτις καὶ καταφύγιον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἐκκλησίας θεῖος φωστήρ, καὶ Ἀρχιερέων, ἐγκαλλώπισμα καὶ κανών· χαίροις Ὀρθοδόξων δογμάτων ἡ λυχνία, Ἀλέξανδρε παμμάκαρ, ἡμῶν ὁ ἔφορος.
Σύνθρονον τὸν Λόγον ὁμολογεῖς, στόματι ἁγίῳ, τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, καὶ τὴν τοῦ Ἀρείου, δεινὴν ἐρεσχειλίαν, πηγὴν ὡς βλασφημίας, Πάτερ κατήσχυνας.
Ἔχων πολιτείαν ἀγγελικήν, θεῖος ποιμενάρχης, Βυζαντίου ψήφῳ Θεοῦ, Ἀλέξανδρε ὤφθης, καὶ πάσης Ἐκκλησίας, φωστὴρ καὶ ἑωσφόρος, ὄντως πολύφωτος.
Ἐν Συνόδῳ Πάτερ τῇ ἱερᾷ, τῇ ἐν τῇ Νικαίᾳ, ὁμοούσιον τῷ Πατρί, τὸν Υἱὸν κηρύττεις, Ἀλέξανδρε θεόφρον, Ἀρείου καταισχύνων, δόγμα τὸ ἄθεον.
Χαίροις Ὀρθοδόξων πύργος στεῤῥός· χαίροις τῆς Τριάδος, θεοφόρος μυσταγωγός· χαίροις συνωνύμων, τῶν σῶν θερμῶν προστάτης, Ἀλέξανδρε οὓς σκέπε, ἀεὶ καὶ φύλαττε.
Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, ἀπαύστως δυσώπει, Ἱεράρχα ὑπὲρ ἡμῶν, τῶν πόθῳ τελούντων, τὴν μνήμην σου τὴν θείαν, καὶ πίστει προσιόντων, τῇ προστασίᾳ σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν θεῖον Ἀλέξανδρον, καὶ Ἱεράρχην κλεινόν, τὸν στῦλον τῆς πίστεως, τὸν ἀριστέα Χριστοῦ, ἐνδόξως τιμήσωμεν, ἅπαντες συνελθόντες, ὡς Ἀρείου τὴν λύμην, πρόῤῥιζον ἐκτεμόντα καὶ ῥητόρων ἀθέων, αἱρέσεως ῥήξαντα πλοκάς, μαχαίρᾳ τοῦ Πνεύματος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ θερμοτάτῃ πρεσβείᾳ, πρὸς τὸν Σωτῆτα Χριστόν, ἅγιε Ἀλέξανδρε, ἐκ πάσης θλίψεως, καὶ παθῶν καὶ κακώσεων, ἀτρώτους συντήρει, ἡμῖν ἐξαιτούμενος, πταισμάτων λύτρωσιν, ἅμα καὶ εἰρήνην θεόθεν, καὶ τὴν ἐκ Θεοῦ εὐλογίαν, ὡς ἡμῶν προστάτης ἐνθεώτατος.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Δέξαι Ἀλέξανδρε τὴν δέησιν ταύτην,
ἣν σοι προσήγαγε Γεράσιμος ἤδη.