Παρακλητικός Κανών εις τον Άγιον Αλέξιον τον Άνθρωπο του Θεού
Ποίημα ιερομονάχου Διονυσίου Λακεδαιμονίου
†Εορτάζεται στις 17 Μαρτίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Οἱ ἐπηρείαις τῶν δεινῶν χειμαζόμενοι, καὶ συνοχῇ τῶν παθημάτων θλιβόμενοι, νῦν προσδραμόντες Ἅγιε τῇ κάρα τῇ σῇ, κράζομεν· Ἀλέξιε, σὲ θερμῶς δυσωποῦντες, λύτρωσαι τοὺς δούλους σου, ἐκ φθορᾶς καὶ θανάτου, ὡς χάριν ταύτην ἔχων ἐκ Θεοῦ, ἰᾶσθαι πάθη, καὶ σῴζειν τοὺς κάμνοντας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημα μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιον Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπον Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σίων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριον Σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐν σοί, Θεοῦ ἄνθρωπε εὐεκτεῖν ἔχω.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἐπαγωγὲ τῶν συμφορῶν Ἀλέξιε, καὶ τρικυμίαι παθῶν, ἁμαρτιῶν μου πάντοθεν συνέσχον με, καὶ μαστιγοῦσιν Ἅγιε, καὶ πικρῶς ὀδυνῶμαι, καὶ κινδυνεύω πρὸς θάνατον· σῶσον με λιταῖς ταῖς σαῖς δέομαι.
Νενοσηκυίας ἐξ ἀτόπων πράξεων, τῆς ταπεινῆς μου ψυχῆς, ὀδυνηρὰ πάθη, τὸ δύστηνον σῶμα μου, παντοίως βασανίζουσι, καὶ στενάζω καὶ κράζω· Χριστοῦ θεράπων Ἀλέξιε, σπεῦσον ἀπολλύμενον σῶσον με.
Σὲ ἀκεσώδυνον πηγὴν ἰάσεων, ἀναδειχθέντα λαμπρῶς, ὡς τὸν Θεοῦ δοῦλον, ἅγιε Ἀλέξιε, καθικετεύω ῥῦσαι, τῆς ψυχῆς καὶ σαρκὸς μου, ταῖς σαῖς πρεσβείαις τοὺς μώλωπας, ὅπως σὲ γεραίρω σῳζόμενος.
Θεοτοκίον.
Ὁμολογοῦντες εὐσεβῶς Μητέρα Σε, τοῦ εἰληφότος ἐκ Σοῦ, ὑπερφυῶς σάρκα, καὶ ἀνάρχως λάμψαντος, ἐκ τοῦ Πατρὸς κηρύττομεν, Θεοτόκον Σε Κόρη, καὶ δυσωποῦμεν διάσωσον, χαλεπῶν κινδύνων τοὺς δούλους Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύων μὴ παύσῃ τὸν ἀγαθὸν Ἅγιε, καὶ γλυκὺν Δεσπότην συγγνώμην, δοῦναι πταισμάτων μοι, τῶν χαλεπῶν καὶ πολλῶν, καὶ τοῦ νοσοῦντος σαρκίου, τὴν ταχεῖαν ἴασιν, ὅπως γεραίρω σε.
Θεαρέστως βιώσας, θαυμαστῶς ἰσάγγελον, πολιτείαν ἤνυσας, Πάτερ, καὶ μετὰ σώματος, καὶ τὰς ἰάσεις μισθόν, παρὰ Θεοῦ ἐκομίσω, τοὺς πιστῶς προσιόντας, σῴζων Ἀλέξιε.
Ἐν ᾠδαῖς τε καὶ ὕμνοις, ἀνευφημῶν Ὅσιε, σοῦ τὴν πολιτείαν γεραίρω, καὶ τὰ θαυμάσια, καὶ τῶν πικρῶν ὀδυνῶν, ταχὺν σε, Πάτερ, σωτῆρα, ἐκ Θεοῦ μοι φανῆναι, καθικετεύω σε.
Θεοτοκίον.
Ὁ πολλαῖς ἁμαρτίαις, καταχρασθείς, Ἄχραντε, τέτρωμαι ψυχὴν τε καὶ σῶμα, τάλας καὶ βέβλημαι, καθηλκωμένος δεινῶς, ἀλλὰ τῇ Σῇ προστασίᾳ, οἰκτιρμῶν ἡ ἄβυσσος, σῶσον με δέομαι.
Διάσωσον, ἀπὸ κινδύνων, Ἀλέξιε, σοὺς ἱκέτας, οἱ πάντες πανευλαβῶς εἰς σὲ καταφεύγομεν, ὡς ἄφθονον κρήνην τῶν ἰαμάτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τῇ κρήνῃ τῶν σῶν, θαυμάτων νῦν, Ἀλέξιε, προστρέχω βοῶν, ὀδύνῃ συνεχόμενος, τῆς σαρκὸς τὰ τραύματα, καὶ ψυχῆς τὴν πόρωσιν ἴασαι, καὶ τῶν δεινῶν με σῶσον σαῖς λιταῖς, τιμῶντα σεπτῶς τὴν θείαν κάραν σου.
ᾨδὴ δ΄. Σὺ μου ἰσχὺς Κύριε.
Ὕμνους κροτῶ κείμενος, Πάτερ ἐν κλίνῃ μου, τῆς ἐκ λάκκου, οἴμοι! καταβαίνουσιν ὁμοιωθεὶς ὥσπερ ὁ Δαβΐδ ψάλλει, καὶ συγγνώμην αἰτοῦμαι, ὥσπερ ἐξήμαρτον Θεῷ, καὶ θεραπείαν τῶν παθῶν τῆς σαρκὸς μου, σαῖς πρεσβείαις, τρισμάκαρ Ἀλέξιε.
Νᾶμα κρουνῶν, ὡς ἀπὸ κρήνης ἀκήρατον, τῆς σοροῦ σου, Πάτερ μεγαλώνυμε, θαυματουργέ, βρύων ἀεννάως, φλογώσεις ψυχικὰς σώματος δροσίζει, καὶ πραΰνει, τῶν παθῶν τὰς ὀδύνας θεραπεύων, καὶ σῴζων τοὺς κάμνοντας.
Ἄνωθεν σύ, Ἄνθρωπος Θεοῦ, Ἀλέξιε, προσεκλήθης, ἀναγορευόμενος θείᾳ φωνῇ νόσων ἰατρός, φερώνυμε Πάτερ, καὶ πρόσφορος ἀλεξίκακος πιστῶν τοῖς καχεκτοῦσι· διὸ παρακαλῶ σε, πυρετοῦ καὶ ῥιγώσεως ῥῦσαί με.
Θλίψεις πολλαί, καὶ πλήρεις πόνων Ἀλέξιε, ὀδυνῶν τε σκῆνος, ὥσπερ κηρὸν τὸ ἐλεεινὸν λείψανον ζωῆς μου προσχῦσαι καταβιβρώσκουσιν, εἰς ᾅδου κατωτάτου κατασπᾶν ἀπειλοῦσαι· πρόφθασον ἐκ τούτων καὶ σῶσον με.
Θεοτοκίον.
Ῥεῦμα φθορᾶς φύσεως βροτῶν ἀνέστειλας Θεοτόκε, Λόγον σωματώσασα, τὸν ἐκ Πατρός, ὥσπερ ἐκ φωτὸς αἴγλη γεννηθέντα, καὶ σώσαντα τὸ ἀνθρώπινον· διὸ Σε ἱκετεύω, χαλεποῦ με κινδύνου καὶ κακώσεως ῥῦσαι πρεσβείαις Σου.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὡς πηγὴ Παραδείσου, τῆς Ἐδὲμ ἐκβλύζουσα, Πάτερ Ἀλέξιε, τῶν πολλῶν θαυμάτων, ἡ δοθεῖσα σοι χάρις ἐκκέχυται, ποτίζουσα καρδίας, καὶ ψυχῶν καὶ σωμάτων, ἰωμένη τὰς νόσους ἑκάστοτε.
Πᾶσα πεῖρα γηίνης, ἰατρείας ἄπρακτος, ὅλως ἐξήλεγκται ἐν ἐμοί, καὶ κεῖμαι φεῦ τὰ λοίσθια, πνέων ὁ δείλαιος· ἀλλὰ σοὶ τῷ σωτῆρι, ἐκ Θεοῦ διδομένῳ, προσελθὼν ἱκετεύω σωθῆναι με.
Ἐπὶ κλίνης ὀδύνης, καὶ στρωμνῆς κακώσεως κείμενος, κράζω σοι· ἐξελοῦ με, Πάτερ, τῶν παμφάγων ὀδόντων, Ἀλέξιε, τοῦ πικροῦ θανάτου, ὁ παρειμένους ἀνορθώσας, καὶ παντοίως νοσοῦντας ῥυσάμενος.
Ἐνοικήσας Θεὸς σοι, πᾶσαν ἰώμενος νόσον Ἀλέξιε, ὡς εὑρὼν σε ὄντως ἐνδιαίτημα θεῖον ἀνέδειξε νόσων ἰατῆρα· Ὃν κάμοι τῷ δυστήνῳ ἐξιλέωσον, Πάτερ, σωθῆναι με.
Θεοτοκίον.
Ὕμνος ἅπας ἡττᾶται, Δέσποινα Παντάνασσα, μὴ ἐξικνούμενος Σοῦ τὰ μεγαλεῖα διηγήσασθαι τὰ ὑπερένδοξα. Ἀγγέλων καὶ ἀνθρώπων γεννεαί Σε καὶ τάξεις, εἰς αἰῶνας ἀεὶ μακαρίζουσι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐτάκησαν, ὡς κηρὸς τὰ μέλη μου, καὶ ὡς ἄνθος τοῦ ἀγροῦ ἐμαράνθη, πᾶσα σὰρξ καὶ ἐκλείπει τὸ πνεῦμα, καὶ ἡ ψυχὴ μου τῷ ᾅδη προσήγγισεν, Ἀλέξιε· ἀλλ’ἐπιστάς, ἐκ φθορᾶς καὶ θανάτου με λύτρωσαι.
Κακώσεων, τῶν ἑσμῶν Ἀλέξιε, καὶ πληθὺν τῶν συμφορῶν καὶ βασάνων, ὅσαι δεινῶς τὴν ἀθλίαν ζωὴν μου, καὶ τὴν οἰκτρὰν μου ψυχὴν κατατρύχουσιν, ἐξάλειψον ἐκδυσωπῶν, τὸν Θεὸν καὶ Σωτῆρα καὶ Πλάστην μου.
Τὰ φάρμακα, ἐπ’ἐμέ ἀνόνητα, ἐξηλέγχθη καὶ μηδὲν ὠφελοῦντα, καὶ πρὸς τὸ χεῖρον ἡ νόσος προβαίνει· διὸ τῇ θείᾳ σου σκέπῃ προσέδραμον, Ἀλέξιε ταῖς σαῖς εὐχαῖς, συμπαθέστατε ῥῶσιν παράσχου μοι.
Ἐπέχεε, ἐπ’ ἐμὲ τὸν ἔλεον, καὶ τὴν χάριν τῶν πολλῶν σου θαυμάτων, ὅσα Θεὸς σὲ δοξάζων δωρεῖται, τοῖς προσιοῦσι δεικνὺς ἀλεξίκακον, Ἀλέξιε καὶ πονηρᾶς, ἐκ στρωμνῆς με κακώσεως ἔγειρον.
Θεοτοκίον.
Ἰώμενον, τῶν ἀνθρώπων ἅπασαν, κεκμηκυῖαν παραβάσει τὴν φύσιν, καὶ αἰωνίου θανάτου λυτροῦντα, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον πιστεύομεν, ἐκ Σοῦ τεχθέντα ἐν σαρκί, Θεοτόκε Παρθένε Πανύμνητε.
Διάσωσον, ἀπὸ κινδύνων Ἀλέξιε σοὺς ἱκέτας, ὅτι πάντες πανευλαβῶς εἰς σὲ καταφεύγομεν, ὡς ἄφθονον κρήνην τῶν ἰαμάτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τὴν σεπτὴν σου κάραν θησαυρὸν ἀλεξίκακον, κεκτημένοι σὲ πρέσβυν πρὸς Θεὸν προβαλλόμεθα, μὴ παρίδῃς σοὺς ἱκέτας Ἄνθρωπε τοῦ Θεοῦ, ἀλλὰ τάχυνον ὡς συμπαθής, εἰς τὴν ἀντίληψιν ἡμῶν, τῶν πιστῶς δεομένων σου· πρόφθασον ἐν ἀνάγκαις, καὶ σπεῦσον εἰς θεραπείαν, ἐπικαμπτόμενος λιταῖς, τῶν τιμώντων σε Ἀλέξιε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ β΄. Ὅλην ἀποθέμενοι.
Μὴ με χειμαζόμενον, ἐν ἀπορίαις παντοίαις, καὶ κατατρυχόμενον, ἀλγειναῖς ὀδύναις ψυχῆς καὶ σώματος, σὺ στερήσῃς Ἅγιε, σῆς ἐπισκέψεως, ἀλλ’ οἰκτείρας με τὸν δείλαιον, δέξαι τὴν δέησιν, ἢν ἀπὸ καρδίας προσάγω σοι. Θεὸς γὰρ σε παράκλησιν, καὶ παραμυθίαν πιστοῖς παρέσχεν. Ὅθεν κατωδύνως, κραυγάζῳ σοι θεράπων τοῦ Χριστοῦ, μὴ με παρίδῃς τὸν ἄθλιον, ἀλλὰ σπεύσας Ἰᾶσον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Νέφος τῶν θλίψεων πυκνὸν μου, τὴν ταλαίπωρον ψυχὴν μου κατακάμπτει, καὶ πικρῶν ὀδυνῶν, ἡ μάστιξ κατοικίζει, τὸ σῶμα μου τὸ δύστηνον· οἴκτειρόν με ῥῦσαι Πάτερ.
Ἔχων θεόθεν σὺ τὴν χάριν τῶν ἰάσεων Ἀλέξιε τρισμάκαρ, θεραπείας κάμε ἀξίωσον καὶ ῥῦσαι, ἀμηχανίας, Ἅγιε, χαλεπῆς ἐκδυσωπῶ σε.
Χεῖρα μοι ὄρεξον ἐν κλίνῃ, τῆς κακώσεως οἰκτρῶς κατακειμένῳ, καὶ καλοῦντι τὴν σήν, ἀντίληψιν, ὦ Πάτερ· ἀντιλαβοῦ μου, σῶσον με, φερωνύμως θεραπεύσας.
Ὤζεσαν, οἴμοι τῷ ἀθλίῳ! καὶ ἐσάπησαν σαρκὸς οἱ μώλωπες μου, καὶ ἐλπὶς μου οὐκ ἔστι σωτηρίας· σὺ με φθορᾶς διάσωσον, ὦ θεράπων τοῦ Κυρίου.
Θεοτοκίον.
Δέσποινα πάντων, Δέσποινα μου, Θεοτόκε ἡ τεκοῦσα τὸν Σωτῆρα, καὶ Θεὸν μου καὶ Πλάστην, Σαῖς πρεσβείαις, Αὐτὸν μοι ἐξιλέωσον, τῷ πολλὰ ἡμαρτηκότι.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἵλεώς μοι προβλέψας οὐρανόθεν, πιστῶς ἱκετεύω, ὦ Ἄνθρωπε Κυρίου, τὰ χαλεπὰ καὶ χρόνια ἰώμενος πάθη μου, πρεσβείαις πρὸς τὸν Δεσπότην, ζωῆς τε καὶ θανάτου.
Ὀδυνῶμαι δεινῶς καὶ θεραπείας, ἐξ ἀνθρώπων θνητῶν, ἁπάσης ἀποροῦμαι· σὲ δυσωπῶ Θεοῦ θεράπων Ἅγιε, πρόφθασόν με σῶσον, ἔγειρον τῆς κλίνης, καὶ ῥῶσιν μοι παράσχου.
Νοσημάτων παντοίων τὸ σῶμα μου κεῖται, Πάτερ, μεστόν, παρεῖται μου τὰ μέλη, σάρκας, ὀστᾶ, τὰ νεῦρα πόνοι βόσκονται. Ἐλέησον, ὦ Πάτερ, σὸν πιστὸν ἱκέτην, καὶ Ἰᾶσον με τάχος.
Θεοτοκίον.
Ὑπερένδοξε Μῆτερ τοῦ Θεοῦ μου, οὐρανοῦ τε καὶ γῆς, καὶ κτίσεως ἁπάσης, ἡ Βασιλίς, ἡ τῶν πιστῶν ἀντίληψις, ὑμνῶ Σε μετ’ Ἀγγέλων, δοξάζω μετ’ ἀνθρώπων, λατρεύω τὸν Υἱὸν Σου.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Σωτῆρά σε καμνόντων καὶ λυτρωτήν, ὁ Θεὸς τοῖς πιστοῖς ἐδωρήσατο, πάθη ψυχῶν, καὶ σωμάτων ἄλγη παντοδαπά, ἰώμενον Ἀλέξιε, ἄνθρωπε Κυρίου· διὸ θερμῶς, ὦ Πάτερ ἱκετεύω, ψυχῆς καὶ τῆς σαρκὸς μου, τὰς βαρείας ὀδύνας θεράπευσον.
Ἰάσεων κρατῆρα ἀνελλιπῆ, τὴν τιμίαν σου κάραν Ἀλέξιε, πᾶσι πιστοῖς, προείθικεν ἡ χάρις ζωαρχική, τοῦ παναγίου Πνεύματος, πάντας ἰωμένη τοὺς εὐλαβῶς, αὐτὴν ἀσπαζομένους, καὶ πρέσβυν πρὸς Θεὸν σε, προβαλλομένους μετὰ πίστεως.
Ὀχλούμενος συμπτώμασι συμφορῶν, ὡς τεμένει τῶν θείων χαρίτων σοι προσπεφυγώς, δέησιν ἐκ στόματος ῥυπαροῦ, ἐξ ὀφθαλμῶν δὲ δάκρυα, καὶ ἀπὸ καρδίας μου στεναγμούς, προσάγων ἱκετεύω, Ἀλέξιε τρισμάκαρ, μὴ με παρίδῃς ἀπολλύμενον.
Θεοτοκίον.
Σὲ πᾶσαι αἱ Δυνάμεις τῶν οὐρανῶν, εὐλογοῦσιν ἀεί· Σὲ δοξάξουσι, Μῆτερ Θεοῦ, πᾶσαι τῶν ἀνθρώπων αἱ γενεαί· Σὲ οἱ πιστοὶ κατέχομεν, ἄγκυραν τῆς πίστεως ἀσφαλῆ· Σὲ σκέπην· Σὲ λιμένα· Σὲ χαρὰν καὶ δόξαν· Σαῖς πρεσβείαις σωθείημεν Δέσποινα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν ἐν σωφροσύνῃ διαπρεπῆ, καὶ ἐν ἐγκρατείᾳ, τηλαυγῆ τε καὶ φαεινόν, λάμψαντα φωστῆρα, τὸν Ἄνθρωπον Κυρίου, Ἀλέξιον τὸν θεῖον, πάντες τιμήσωμεν.
Τὸν ἐν ἀσθενείαις θεραπευτήν, καὶ ἐν τοῖς κινδύνοις, λυτρωτὴν τε καὶ βοηθόν, παρὰ τοῦ Κυρίου, ἡμῖν ἀναδειχθέντα, Ἀλέξιον τὸν θεῖον, ὕμνοις γεραίρομεν.
Δεῦτε οἱ νοσοῦντες καὶ ἐν δεινοῖς, πάθεσι τελοῦντες, ἀπαντλήσωμεν ἐκ πηγῆς, Κᾶρας τῆς τιμίας, πιστοί, τῶν ἰαμάτων, τὰς χάριτας ἀφθόνως, ταύτην γεραίροντες.
Φρίττουσι τὰ πάθη τὰ τῶν βροτῶν, καὶ δαιμόνων στίφη, δραπετεύουσι· ἄφθονον νῦν, τῶν ἐκ τοῦ Θεοῦ σοι, δοθέντων χάρισμα τῶν, Ἀλέξιε τρισμάκαρ, τὴν ἐπισκίασιν.
Δεῦτε προσκυνήσωμεν οἱ πιστοί, τὴν πάντιμον κάραν, Ἀλεξίου πανευλαβῶς, ἣν ἐν τῇ ἁγίᾳ, Πελοποννήσου Λαύρᾳ, Θεὸς ἀπεθησαύρισε, πιστοῖς ἴαμα.
Ἅγιε Ἀλέξιε ἐκτενῶς, πρέσβευε Κυρίῳ, ὑπὲρ πάντων τῶν εὐλαβῶς, σὴν τιμώντων κάραν, ὡς ἔχων παρρησίαν, σῴζειν ἐκ τῶν κινδύνων, τοὺς σοὶ προστρέχοντας.
Ἔτερα ἀνέκδοτα Μεγαλυνάρια, εὑρεθέντα ἐν χειρογράφῳ τῆς Μονῆς
Δεῦτε ἀσπασώμεθα οἱ πιστοί, τὴν πάντιμον κάραν, Ἀλεξίου καὶ πρὸς Θεόν, βοήσωμεν πόθῳ, ἐξ ὅλης τῆς καρδίας· εὐχαῖς τοῦ Σοῦ Ὁσίου, ἡμᾶς ἐλέησον.
Προσέλθωμεν πρόθυμοι οἱ γηγενεῖς, τῷ θείῳ τεμένει, γόνυ κλίνοντες εὐλαβῶς, πόθῳ ἀσπασθῶμεν, τὴν Κάραν Ἀλεξίου, ὅπως εὕρωμεν χάριν, ὁμοῦ καὶ ἔλεος.
Τὰ δάκρυα, τοὺς πόνους, καὶ στεναγμούς, ἡμῶν θλιβομένων, μὴ παρίδῃς, θαυματουργέ, ἀλλ’ οἴκτειρον, Πάτερ, σὺ ταῦτα ἀναφέρων, πρὸς τὸν Θεὸν τῶν ὅλων, τὸν Ἐλεήμονα.
Ὕμνοις ἐγκωμίων πάντες πιστοί, τὴν πάνσεπτον Κάραν, Ἀλεξίου τοῦ θαυμαστοῦ, τιμήσωμεν ὅπως, ἀξίως τὰς ἰάσεις, πρεσβείαις τοῦ Ὁσίου, ἀφθόνως λάβωμεν.
Συνὼν χοροστασίαις ἀγγελικαῖς, Ἀλέξιε μάκαρ, μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν, Θεὸν καθικετεύων, τὴν ἴασιν ψυχῆς τε, καὶ σώματος τὴν ῥῶσιν, ἡμῖν δωρήσασθαι.
Μεσίτην προβαλλόμεθα πρὸς Χριστόν, δι’ Ὃν ἠγωνίσω, ὅπως τύχωμεν παρ’ Αὐτοῦ, ἐλέους ταῖς εὐχαῖς σου, Ἀλέξιε θεόφρον, τὴν Κάραν σου τὴν θείαν, κατασπαζόμενοι.
Τὰ πλήθη πανταχόθεν τὰ τῶν πιστῶν, ἀθροίζονται μάκαρ, μετὰ πόθου τῷ σῷ ναῷ, καὶ κλίνουσι γόνυ, ἐκ μέσης τῆς καρδίας, ἐν τῇ σορῷ τῇ θείᾳ, τῇ τῶν λειψάνων σου.
Μεγάλως σε ἐδόξασεν ὁ Χριστός, ὁ πάντων Δεσπότης, καὶ τὰ γέρα ἐν οὐρανοῖς, ἀξίως σοι δωρεῖται, ὅτι ζωὴν Ἀγγέλων, ἐβίωσας ἐν κόσμῳ, ὡς ὑπεράνθρωπος.
Ἠγάπησας τὸν Ὕψιστον καὶ σαυτόν, ἀπηρνήσω, μάκαρ, καὶ ἀράμενος τὸν Σταυρόν, τῇ ἐντολῇ Κυρίου, Αὐτῷ ἀκολουθήσας, στενὴν ὁδὸν βαδίσας, τὸ στέφος ἔλαβες.
Ἐμίσησας τοῦ κόσμου τὰς ἡδονάς, καὶ ἄρας τὸ ὄμμα, ἀκλινῶς πρὸς τοὺς οὐρανούς, δόξαν ἐθεάσω, Δικαίων καὶ Ὁσίων, ὧν καὶ τὸν βίον Πάτερ, καλῶς ἐζήλωσας.
Κατέλιπες ἑστίαν τὴν πατρικήν, νυμφικοὺς θαλάμους, ἡδονὰς τε τὰς παχυλάς, κατέλαβες δὲ πόθῳ, ναὸν τὸν τῆς Παρθένου, πιστὸς Αὐτῆς θεράπων, Πάτερ, γενόμενος.
Μιμητὴς ἐγένου τοῦ Ἰησοῦ, ὕβρεις ὑπομείνας, καὶ ὀνείδη καὶ χλευασμούς, δούλων πατρῴων, τῶν σὲ ἀγνοησάντων, δεσπότην εἶναι τούτων, σὲ πανσεβάσμιε.
Οὐ δυναταὶ τις Ἄνθρωπε τοῦ Θεοῦ, λαλῆσαι πτωχείαν, ἄμετρον τε ὑπομονήν, δεκαεπταετίαν, ὅλην πρὸ σῶν πυλώνων, μείνας τῶν γεννητόρων σου, ἀγνοούντων σε.
Ἐθαύμασεν Ἀγγέλων ἡ στρατιά, καὶ ἀνθρώπων φύσις, τὴν ἁγίαν σου τελευτήν· ἐδόξασε δὲ ταύτην, τῶν πάντων ὁ Δεσπότης, Θεὸς ὁ παρασχὼν σου, στέφανον ἄφθαρτον.
Ἠγνόησε τὴν ξένην σου βιοτήν, ἡ τέξασά σε μήτηρ, καὶ γεννήτωρ ὁ συμπαθής, κρουνοὺς δακρύων ἔσχον, ἐπὶ τῇ τελευτῇ σου, τὸ λείψανον σου, Πάτερ κατασπαζόμενοι.
Προσέδραμεν ὁ Κλῆρος ὁ ἱερός, σὺν αὐτῷ δὲ πᾶσα, ἡ ὁμήγυρις τῶν πιστῶν, κρατοῦντες λαμπάδας, καὶ θείαις ὑμνῳδίαις, τὸ σεβαστὸν σου, Πάτερ, σῶμα κηδεύουσι.
Ἡ θήκη τῶν λειψάνων σου Ἱερέ, Ἀλέξιε βρύει, μῦρον θεῖον παντοδαπάς, ἰάσεις παρέχων, τοῖς πίστει προσιοῦσιν, ἐν κατανύξει πάσῃ, αὐτῇ μακάριε.
Φρούρει τοὺς σοὺς δούλους διαπαντός, κλέος τῶν Ὁσίων, τοὺς τιμῶντας σε εὐλαβῶς, καὶ πανευχαρίστως ἐκ πάντων τε κινδύνων, Ἀλέξιε τρισμάκαρ, ἀξιοθαύμαστε.
Καὶ μόνη σου ἡ κλῆσις ἁπανταχοῦ, ῥᾳδίως παρέχει, τὰ αἰτήματα τῶν πιστῶν, βασάνων ἀπαλλάττων, τοὺς σὲ προσκαλουμένους, καὶ σὲ ἐκδεχομένους, ὡς ἀντιλήπτορα.
Ὡς ἔχων παρρησίαν πρὸς τὸν Θεόν, ἱκέτευε, Πάτερ, λυτρωθῆναι ἡμᾶς δεινῶν, ἐκ βλάβης χαλάζης, ἀκρίδος, ἀνομβρίας, θεομηνίας πάσης τε, καὶ κακώσεως.
Τοῖς πόθῳ ἐξαιτοῦσι τὴν σὴν σορόν, Ἀλέξιε δίδεις, μεταφέρεσθαι εὐλαβῶς, ὑπὸ τῶν Ἱερέων Χριστοῦ τῶν θεραπόντων, δι’ ὧν ἡμῖν παρέχεις τὴν προστασίαν σου.
Σὺν πᾶσι τοῖς Ἁγίοις ἐν οὐρανοῖς, καὶ τῇ Παναχράντῳ, τοῦ Σωτῆρος ἡμῶν Μητρί, ἀπαύστως ἐκδυσώπει, Χριστὸν τὸν Ζωοδότην ὑπὲρ ἡμῶν ἁπάντων, ὦ Ἱερώτατε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέχου τὰς δεήσεις εὐμενῶς, τῶν σοὶ προσφευγόντων ἐν πίστει, καὶ δεομένων θερμῶς, Ἅγιε Ἀλέξιε, καὶ τὰς αἰτήσεις αὐτῶν, ἐκπληρώσας ἀπάλλαξον, θλίψεων παντοίων, σῴζων τοὺς ἱκέτας σου, ταῖς πρὸς Θεὸν σου λιταῖς, πόθῳ τὴν ἁγίαν σου Κάραν, κατασπαζομένους ἀφθόνως, τοῖς πιστοῖς πηγάζουσαν τὰ ἰάματα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἠμᾶς.
Ἀμήν.