Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Αμβρόσιο Επίσκοπο Μεδιολάνων τον Θαυματουργό
Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη

†Εορτάζεται στις 7 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Μεδιολάνων Ἱεράρχην τὸν θεῖον, ἐν ἐγκωμίοις καὶ ᾠδαῖς εὐφημοῦμεν, τῆς παῤῥησίας ἄριστον ὑπόδειγμα, πιστῶν ἄγαλμα, δικαιοσύνης τε, καὶ ποιμένων τὸ κλέισμα, τὸ ἀπροσωπόληπτον ἀφομοίωμα Λόγου, Ὀρθοδοξίας πρόμαχον σεπτόν, κόσμον τοῦ κόσμου, Ἀμβρόσιον ἔνθεον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τὴν Θεοτόκον ἐν ᾠδαῖς εὐφημοῦμεν, καὶ μεγαλύνομεν Αὐτὴν ἐκβοῶντες· τὴν Ἐκκλησίαν στήριξον Παρθένε σεμνή· φρούρησον ἐν τῇ δυνάμει σου, Ὀρθοδόξων συστήματα· σῶσον τοὺς τιμῶντάς σε, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἐκ κινδύνων πλείστων χαλεπῶν· σὺ γὰρ ὑπάρχεις, βροτῶν ἡ ἀντίληψις.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
ΑΜΒΡΟΣΙΟΝ ΜΕΔΙΟΛΑΝΩΝ ΕΥΦΗΜΩ. ΝΙΚΟΔΗΜ(ΟΥ).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀμβρόσιον ὕμνοις ἐπιποθῶν, λιτάζειν ἐνθέως, θεῖον Πνεῦμα ἀντιβολῶ, κατάπεμψον Λόγε τῇ καρδίᾳ, καὶ τῷ νοΐ μου πλουσίως Θεάνθρωπε.
Μετάρσιον ἆσαι σὴν βιοτήν, οὐ σθένει μου γλῶσσα, Ἱεράρχα μυσταγωγέ· διὸ ἐξαιτοῦμαι τὰς εὐχάς σου, τοῦ φωτισθῆναί με θεῖε Ἀμβρόσιε.
Βαβαὶ οἷα χάρις παρὰ Χριστοῦ, αὐγάζουσα Πάτερ, σὴν καρδίαν ὑπερφυῶς, διδοῦσά σοι γνῶσιν μυστηρίων, ἃ τοῖς πιστοῖς ὡς Ποιμὴν ἀπεκάλυψας.
Θεοτοκίον.
Ῥημάτων ὁρώντων τὸ ἀληθές, ἐδείχθη Παρθένε, ἐν νηδύι σου θαυμαστῇ, Λόγου τοῦ Θεοῦ κυοφορίᾳ, εἰς σωτηρίαν βροτῶν ἐκ τοῦ πτώματος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁμοφρόνως ὑμνοῦμεν, ἱερουργὸν ἔνθεον, τῆς Ὀρθοδοξίας φωστῆρα, κλεινὸν Ἀμβρόσιον, ἐπιζητοῦντες αὐτοῦ, τὰς πρὸς Χριστὸν ἱκεσίας, τοῦ δοθῆναι ἅπασι, πλούσιον ἔλεος.
Σωτηρίας τὸν πόθον, ἀντιβολῶ δώρησαι, καὶ Ὀρθοδοξίας τὴν πίστιν, καὶ θείαν ἄσκησιν, πρὸς βιοτὴν ἐν Χριστῷ καὶ φωτισμὸν τῆς ψυχῆς μου, θαυμαστὲ Ἀμβρόσιε, πίστεως πρόμαχε.
Ἰσχυρὸς ἀνεδείχθης, στῦλος πιστῶν ἔνδοξε, καταπολεμῶν τὰς αἱρέσεις, πάτερ Ἀμβρόσιε, καὶ διὰ βίου σεπτοῦ, καὶ βιασμοῦ Βασιλείας, τοῦ Χριστοῦ ἐκήρυξας, πίστιν σωτήριον.
Θεοτοκίον.
Οὐρανίων πνευμάτων, καὶ μοναχῶν καύχημα, καὶ μητέρων πέλεις ὁ κόσμος, σωφρόνων ἕδρασμα· ἐν τῇ ἁγνείᾳ Ἁγνῇ, τοὺς εὐσεβεῖς περικράτει, σαῖς λιταῖς πρὸς Κύριον, Θεομακάριστε.
Διάσωσον, Μεδιολάνων Ἀμβρόσιε θεοφόρε, τοὺς σὲ ὕμνοις ἐπευφημοῦντας ἐκ παραπτώσεων, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Στερέωσον, τοὺς Ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ θεῖα ποθῶν, ἐπίκηρα κατέλιπες, καὶ ζήλῳ Χριστόν, ἐδέχθης ἐν καρδίᾳ σου, θαυμαστὲ Ἀμβρόσιε, τῶν Μεδιολάνων ἐπίσκοπε· διὸ ἠξιώθης ἰδεῖν, Τριάδος τὴν δόξαν, ἐν τῇ ἄνῳ Σιών.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Νεκρωθεὶς ὦ Ἀμβρόσιε, κατὰ κόσμον χάριτι τῇ τοῦ Πνεύματος, ἐν Χριστῷ σοφῶς ἐβίωσας, ἐν Μεδιολάνοις ὡς Ἐπίσκοπος.
Μετ’ ὀδύνης ἐκήρυξας, τῷ Θεοδοσίῳ μάκαρ μετάνοιαν καταξίωσον τὸν δοῦλόν σου, ἐκζητεῖν Κυρίου μέγα ἔλεος.
Ἐν δυνάμει ἠφάνισας, τοῦ βελίαρ ἔνεδρᾳ ὦ Ἀμβρόσιε, ἀνελθὼν δ’ εἰς ὕψη ἄῤῥητα, Ἐκκλησίας πίστιν διετράνωσας.
Θεοτοκίον.
Δεομένων σὺ γέγονας, σκέπη καὶ λιμὴν ἁγνὴ Θεονύμφευτε, καὶ λιταῖς σου τὸ ἀνθρώπινον, ἐκ παθῶν φυλάττεις καὶ τοῦ δράκοντος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵλεως ἡμῖν, εὐφημοῦσί σε Ἀμβρόσιε, ταῖς σαῖς λιταῖς γενοῦ πρὸς τὸν Ἰησοῦν, ἵνα ἀπαύστως, ποθῶμεν τὸ θεῖον ἔλεος.
Ὅλην πρὸς Θεόν, τὴν ψυχὴν ἡμῶν κατεύθυνον, κλεινὲ Ἀμβρόσιε πιστῶν ὁ φωστήρ, ἵνα τῶν κόσμου, ἡδέων καταφρονήσωμεν.
Λῦσον τὰ δεσμά, τῶν παθῶν ἡμῶν Ἀμβρόσιε, ταῖς σαῖς πρεσβείαις Πάτερ πρὸς τὸν Χριστόν, ἵνα ταῖς τρίβοις Κυρίου ἀκολουθήσωμεν.
Θεοτοκίον.
Ἄνασσα κἀμοί, θείαν χάριν σου ἐπόμβρησον, ἵνα ἐν βίῳ ἁγίως πολιτευθῶ, καὶ ἐν ἐξόδῳ, εἰσέλθω εἰς τὸν Παράδεισον.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Νομίμως σὺ, ἐν Χριστῷ Ἀμβρόσιε, διὰ φόνους βασιλέα ἐλέγχεις, καὶ τοῖς πιστοῖς, διδαχαῖς σου ἐνθέοις, τοῦ Θεοῦ Λόγου ὁδὸν πᾶσιν ἔδειξας· σοῦ δέομαι πανευλαβῶς, ἐκ παθῶν σαῖς λιταῖς με ἐξάρπασον.
Ὡράισας, τὴν ψυχήν σου Ἅγιε, διὰ βίου ἀσκηθεὶς ὑπὲρ φύσιν, καὶ οὐρανῶν, τῆς χαρᾶς ἀπολαύεις, καὶ τὸν Θεὸν καθορᾷς τὸν Τρισάγιον· ἐνίσχυσον κἀμὲ ἐν γῇ, θεαρέστως βιῶσαι τὸν ἄθλιον.
Νικήσαντα, τῶν δαιμόνων φάλαγγας, σὲ ὁρῶμεν οὐρανίῳ παστάδι, ἐν ᾗ ἀεί, Ἀρχιθῦτα Ποιμένων, δοξολογεῖς σὺν Ἀγγέλοις τὸν Κύριον· ἀξίωσον οὖν καὶ ἡμᾶς, μετὰ σοῦ αἰωνίως εὐφραίνεσθαι.
Θεοτοκίον.
Ἐσκήνωσεν, ἐν γαστρί σου Ἄχραντε, ἀποῤῥήτως τοῦ Πατρὸς Θεὸς Λόγος, καὶ τὴν ἐμήν, εἰληφὼς θνητὴν φύσιν, διὰ Σταυροῦ ἀνεκαίνισεν Ἄσπιλε, συνανυψῶν εἰς οὐρανούς, ὡς Θεὸς σὸς Υἱὸς Παναμώμητε.
Διάσωσον, Μεδιολάνων Ἀμβρόσιε θεοφόρε, τοὺς σὲ ὕμνοις ἐπευφημοῦντας ἐκ παραπτώσεων, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Στερέωσον, τοὺς ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τὸν Ἀμβρόσιον ἀνευφημήσωμεν ᾄσμασιν, τὸν κλεΐσαντα ὡς φρυκτωρὸν Μεδιόλανα, καὶ τὸν κόσμον ἐν ἀρεταῖς καὶ ἔργοις θαυμαστοῖς· τὰς ἱκεσίας δὲ αὐτοῦ, πρὸς τὸν φιλάνθρωπον Θεόν, αἰτούμενοι κτησώμεθα, χάριν τῆς μετανοίας, καὶ σωτήριον πίστιν, καὶ ἀρετὰς τὰς σωστικάς, ἐν ἀσκήσει καὶ σεμνότητι.
Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ε΄ 14 21).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν Νόμον ἢ τοὺς Προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν, ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πάντες τὸν Ἐπίσκοπον, Μεδιολάνων τὸν στῦλον, τῶν πιστῶν διδάσκαλον, τὸν κλεινὸν Ἀμβρόσιον, εὐφημήσωμεν· τὰ τῆς γῆς ἅπαντα, ἐν χαρᾷ ἠρνήθῃ, τὰ οὐράνια ἐπόθησε, Χριστοῦ Παράδεισον, καὶ μετὰ Ἁγίων συνοίκησιν· διὸ ἐν βίᾳ ἔζησε, καὶ τοὺς Ὀρθοδόξους ἐδίδαξε, πόθῳ διὰ βίου φυλάττειν, πάντας πίστιν ἀκλινῶς, καὶ ἐκφυγεῖν τῶν αἱρέσεων, πλάνην τὴν πανώλεθρον.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑψώθης ἐπαξίως, ὦ Ἀμβρόσιε πάτερ, Μεδιολάνων ποιμήν, κηρύττων Τριάδος μεγαλεῖα, τῆς Ἁγίας, πρὸς ἣν ἅπαντες ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Φυλάττων σὴν καρδίαν, ἐκ βελῶν μισανθρώπου, ἐπαπολαύεις κλεινέ, ἐλλάμψεως τῆς θείας, θεώσεως τοῦ δώρου, τὸν Χριστὸν ἐξυμνῶν ἀεί· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡλίου τοῦ ἀδύτου, Χριστοῦ τοῦ Θεανθρώπου, κατηξιώθης ἰδεῖν, Ἀμβρόσιε τὴν δόξαν, ἐν μέσῳ Παραδείσου, καὶ ὑμνεῖν Αὐτοῦ ὄνομα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Θεοτοκίον.
Μαρία Θεοτόκε, σοὺς δούλους περιφρούρει, ταῖς πρὸς Υἱόν σου λιταῖς· δὸς δόξαν Ἐκκλησίᾳ, καὶ πίστιν τοῖς ἀνθρώποις, καὶ ψαλμὸν ὁλοκάρδιον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡραϊσμένος, ἐν οὐρανοῖς σαββατίζεις, ὦ Ἀμβρόσιε κλέος σῶν τέκνων, ἀνυμνῶν τὸν Λόγον, εἰς πάντας τοὺς αἰῶνας.
Νόοις ἀύλοις, ἐν Παραδείσῳ συμψάλλεις, ὦ Ἀμβρόσιε ὕμνοις ἀπαύστοις, τῆς Τριάδος δόξαν, εἰς πάντας τοὺς αἰῶνας.
Ἰσχύι Λόγου, τῶν βιαστῶν ἐμιμήθης, ὦ Ἀμβρόσιε θείους ἀγῶνας, ἀνυμνῶν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Κατηξιώθης, τῶν δευτερείων Τριάδος, ὡς γεννήσασα Κόρη τὸν Λόγον· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οἱ λόγοι Ἀμβροσίου, τοὺς ἐναθλουμένους, ἐν ἀγωνίσμασι θείοις, στεῤῥοὺς ἀθλητάς, καθοδηγοῦσιν ἐνθέως, πρὸς τελειότητα.
Δὸς πᾶσιν τὴν σὴν χάριν, Ἀμβρόσιε πάτερ, Μεδιολάνων τὸ κλέος, Ποιμὴν θαυμαστέ, ἵνα ὁδὸν πορευθῶμεν, τὴν πρὸς τὸν Κύριον.
Ἡδέως μελετῶμεν, ῥήματά σου Πάτερ, καὶ ἐξαιτούμεθα πάντες, Χριστοῦ φωτισμόν, ἵνα τηρήσωμεν ταῦτα, δυνάμει χάριτος.
Θεοτοκίον.
Μαρία θεῖον Πνεῦμα, δεχθεῖσα ἀφράστως, κυοφορεῖς τὸν Σωτῆρα, τοῦ κόσμου παντός· διὸ τιμῶμεν ἐν ὕμνοις, τὰ μεγαλεῖά σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ποιμένων ὑφηγητής, Ἀμβρόσιε πάτερ, βιαστῶν τε ὑπογραμμός· χαίροις Ὀρθοδόξων ὁ θεῖος ἀντιλήπτωρ, τῆς ἀρετῆς δὲ τύπος, καὶ ἐγκαλλώπισμα.
Τοῦ Θεοδοσίου ὁ ἐλεγκτής, καὶ τῆς μετανοίας τούτου θεῖος ὑφηγητής· ὁ τῶν Ὀρθοδόξων, κρουνὸς θείας ἀγάπης, πιστῶν φωστὴρ ἁπάντων, χαίροις Ἀμβρὸσιε.
Πάντες τὸν Ἀμβρόσιον ἀδελφοί, τῶν Μεδιολάνων τὸν Ἐπίσκοπον τὸν σοφόν, τὸ δικαιοσύνης, ἀγλάισμα καὶ κλέος, ἐν ἐγκωμίων ὕμνοις, ἀνευφημήσωμεν.
Θυηπόλε ἅγιε βιαστά, κραταίωσον πίστιν, καὶ Ὀρθόδοξον διδαχήν, διώκων τὴν πλάνην, καὶ αἵρεσιν τοῦ πλάνου, διδάσκων οἰκουμένην, Χριστοῦ ἀλήθειαν.
Ὕμνοις εὐφημήσωμεν ἀδελφοί, Ἀμβρόσιον θεῖον, οἱ ποθοῦντες τῆς οὐρανοῦ, τρυφῆς ἀπολαῦσαι, πιστῶς ἀγωνισθέντες, μιμούμενοι τὸν τούτου, βίον πανάρετον.
Δεῦτε εὐφημήσωμεν ἀδελφοί, τὸν Μεδιολάνων, φρυκτωρόν τε καὶ ὁδηγόν, ἀρετῆς Ποιμένα, ποιμαινομένων δοῦλον, καὶ τῆς Ὀρθοδοξίας, φύλακα ἄριστον.
Χαίροις Ἱερέων ἡ καλλονή, καὶ τῆς Ἐκκλησίας, στῦλος ὄντως ὁ θεαυγής· χαίροις ὀρθοδόξων, δογμάτων μυστολέκτα, Ἀμβρόσιε τρισμάκαρ, Τριάδος πρόμαχε.
Χαίροις Ἐκκλησίας λαμπρὸς φωστήρ, χαίροις τῆς σοφίας, ἡ κιθάρα ἡ ἐμμελής· χαίροις ὑποφῆτα, δογμάτων ὀρθοδόξων, Ἀμβρόσιε παμμάκαρ, Πατέρων καύχημα.
Χαίροις τῆς σοφίας μύστης λαμπρός, καὶ τῆς εὐσεβείας, στόμα εὔλαλον καὶ σοφόν· χαίροις Ὀρθοδόξων, δογμάτων ἡ κιθάρα, Ἀμβρόσιε παμμάκαρ, ἀξιοθαύμαστε.
Χάριν ἀναβλύζων μελισταγῆ, παύεις τὴν πικρίαν, τῆς ἀγνοίας ἐκ τῶν ψυχῶν, καὶ πρὸς ἀναβάσεις, ἡμᾶς ὑπερκοσμίους ἀεὶ ἀναβιβάζεις, σοφοῖς σου ῥήμασι.
Δέησιν προσάγαγε τῷ Θεῷ, Ἀμβρόσιε ἱεράρχα, ὑπὲρ τῶν δούλων τῶν σῶν, σοφέ, τῶν τυραννουμένων ὑπὸ παντοίων νόσων, θλίψεων καὶ κινδύνων, καὶ τούτους λύτρωσαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὰ Ἀπολυτίκια. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἱεράρχην ἐκ Ῥώμης, Μεδιολάνων τὸ φῶς, τὸν Ἀμβρόσιον ὕμνοις καὶ ἐγκωμίων ᾠδαῖς, εὐφημήσωμεν, πιστοί, καὶ μιμησώμεθα· ὅτι ἐν βίᾳ θαυμαστῇ, καὶ παῤῥησίᾳ ἐν Χριστῷ, ἐγένετο τύπος θεῖος, τοῦ ἀληθοῦς Ἱεράρχου, καὶ ἀληθείας φύλαξ ἄριστος.
Ἦχος α΄.
Τὸν τῆς Ἀμβροσίας ἐπώνυμον καὶ τῆς Ἰταλίας διδάσκαλον, τὸν προστάτην τῆς Χριστοῦ Ἐκκλησίας καὶ Μεδιολάνων τὸν Πρόεδρον, τόν τοῦ Ἐπάρχου υἱὸν καὶ τῶν πτωχῶν ἀντιλήπτορα μέγιστον, Ἀμβρόσιον τὸν ἔνδοξον Ἱεράρχην πάντες τιμήσωμεν· πρεσβεύει γὰρ Κυρίῳ, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς θεῖος Διδάσκαλος καὶ Ἱεράρχης σοφός, δογμάτων ἀκρίβειαν μυσταγωγεῖς τοὺς πιστούς, Ἀμβρόσιε ὅσιε· λύεις αἱρετιζόντων τὴν ἀχλὺν τοῖς σοῖς λόγοις· φαίνεις τῆς εὐσεβείας τὴν θεόσδοτον χάριν· ἐν ᾗ τούς σὲ γεραίροντας συντήρει ἀπήμονας.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε τὸν Ἀμβρόσιον πιστοί, τὸν θεοστεφῆ Ἱεράρχην, ἐγκωμιάσωμεν· οὗτος γὰρ ἐνίκησε, τοῦ κόσμου φρόνημα, τοὺς πιστοὺς δὲ ἐστήριξεν, ἐν λόγοις καὶ ἔργοις, πάντας ἁγιότητος, βίον ἐδίδαξεν· ὅθεν ἐστεμμένος εἰσῆλθε, χαίρων εἰς Σιὼν τὴν Ἁγίαν, καθορῶν Χριστοῦ, τὸ φῶς τὸ ἄκτιστον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

