Παρακλητικός Κανών εις τον Άγιο Οσιομάρτυρα Αναστάσιος ο Πέρσης
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 22 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ τοῦ Σταυροῦ τοῦ Ζωηφόρου δυνάμει, τὴν μαγικὴν ἀποταξάμενος πλάνην, Περσίδος Ἀναστάσιε βλαστὲ εὐθαλές, καὶ Χριστοῦ τῆς πίστεως, ἐποφθεὶς στρατιώτης, εὐσθενὴς ἀνάστησον, ἐκ βυθοῦ ἀγνωσίας, καὶ χαμαιζήλων ἅπαντας παθῶν, τοὺς ἀνυμνοῦντας τὴν πάνσεπτον ἄθλησιν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀναστασίου Πέρσου εὐχαῖς προσφεύγω. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀνάστησον πάντας σοὺς ὑμνητάς, ἐκ τῆς ἀγνωσίας, τοῦ βοθύνου πρὸς παμφαεῖς, ἐπάλξεις τῆς γνώσεως Κυρίου, Ὁσιομάρτυς στεῤῥὲ Ἀναστάσιε.
Νικήσας ἀπάτην τὴν πατρικήν, Σταυροῦ τῇ δυνάμει, Ἀναστάσιε κραταιέ, ἀπείληφας χάριν οὐρανόθεν, ὑπὲρ ἡμῶν μεσιτεύειν ἀείποτε.
Αἱμάτων τιμίων σου ταῖς ῥοαῖς, ἐπέχρωσας μάρτυς Ἀναστάσιε τὴν στολήν, ψυχῆς σου καὶ εἴληφας τὴν χάριν, ὑπὲρ ἡμῶν δυσωπεῖν τὸν Παντάνακτα.
Θεοτοκίον.
Σεμνὴ Θεομῆτορ τὴν σὴν νηδύν, ὁ καθαγιάσας, πολυεύσπλαγχνος Ἰησοῦς, σὲ ἔδειξε ἄοκνον προστάτιν, καὶ ἀρωγὸν Χριστωνύμου πληρώματος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῆς Περσίδος τὸν γόνον, τὸν εὐθαλῆ μέλψωμεν, τοῦ Σταυροῦ δυνάμει τῇ θείᾳ, ἀπαρνησάμενον, ἀπάτην τὴν μαγικήν, ὡς εὐσεβείας φωστῆρα, καὶ ἡμῶν πρὸς Κύριον, πρέσβυν θερμότατον.
Ἀναστάσιε μάκαρ, ὁ τῆς ψυχῆς πλοῦτόν σου, καὶ τῶν σῶν αἱμάτων ῥανίδας, δῶρον ὡς πάντιμον, προσενεγκὼν τῷ Χριστῷ, Αὐτὸν δυσώπει ἀπαύστως, πέμψαι τοῖς τιμῶσί σε, ἄμετρον ἔλεος.
Στεφηφόρος εἰσῆλθες εἰς οὐρανῶν δώματα, μάρτυς Ἀναστάσιε Πέρσα, ὡς ὁσιόαθλος, ὁ εὐθαρσῶς τὸν Χριστόν, ὁμολογήσας τὸν πᾶσι, σὲ τιμῶσι νέμοντα, χάριν καὶ ἔλεος.
Θεοτοκίον.
Ἱλαστήριον κόσμου Μῆτερ Θεοῦ ἄχραντε, τοῦ Ἀναστασίου πρεσβείαις, Ὁσιομάρτυρος, σεπτοῦ ἡμῖν σὸν Υἱόν, καὶ Λυτρωτὴν τῶν ἁπάντων, τάχος καθιλέωσαι, σὲ μεγαλύνουσι.
Ἀνάστησον τοὺς σὲ τιμῶντας στεῤῥόφρον ὁσιομάρτυς, Ἀναστάσιε ἐκ φθορᾶς βοθύνου καὶ θλίψεων, παθῶν χαμαιζήλων καὶ ἀγνωσίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Περσίδος βλαστὲ στεῤῥόφρον Ἀναστάσιε, Μονῆς εὐαγοῦς τοῦ Σάββα τοῦ παμμάκαρος, ἱερὲ διάκοσμε, ὁ ἀθλήσας λαμπρῶς ὑπὲρ πίστεως, μὴ διαλλίπῃς Κτίστην δυσωπῶν, ὑπὲρ τῶν προσφύγων τῆς σῆς χάριτος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ στεφάνους δεξάμενος, μαρτυρίου ἔνδοξε Ἀναστάσιε, δός μοι στέφος ἱκεσίαις σου, πρὸς τὸν στεφοδότην ἀφθαρτότητος.
Ὑπερεύχου καλλίνικε, μάρτυς Ἀναστάσιε τῶν τιμώντων σε, καὶ σπευδόντων τῇ σῇ χάριτι, ἐν δειναῖς τοῦ βίου περιστάσεσι.
Προσδραμόντα τοῦ Κτίσαντος, πίστει Ἀναστάσιον μεγαλύνομεν, ὡς κλεινὸν Ὁσιομάρτυρα, καὶ πιστῶν φρουρὸν καὶ ἀντιλήπτορα.
Θεοτοκίον.
Εὐσυμπάθητε Δέσποινα, κεχαριτωμένη Θεογεννήτρια, ῥύου βλάβης τοῦ ἀλάστορος, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥύου πειρασμῶν, σοὺς ἱκέτας Ἀναστάσιε, ὁ ῥυσάμενος ἀπάτης μαγικῆς, ἑαυτὸν Σταυροῦ δυνάμει Ὁσιόαθλε.
Σπεύδοντες ταῖς σαῖς, προσευχαῖς οὐκ αἰσχυνόμεθα, ἀλλὰ χάριτι ῥωννύμεθα τῇ σῇ, οἱ ἐκ νόσων Ἀναστάσιε τρυχόμενοι.
Ὅλῃ σε ψυχῇ, Ἀναστάσιε γεραίρομεν, ἀκλινῶς τὸν ὑπομείναντα δεινά, κολαστήρια καὶ κάρας σου ἀπότμησιν.
Θεοτοκίον.
Ὕψωσον ἡμῶν, νοῦν πρὸς τόκον σου τὸν Ἅγιον, Θεοτόκε καὶ τὰ πάθη τῆς σαρκός, ἀπονέκρωσον τῶν πίστει προσιόντων σοι.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐπάκουσον, πάντων δεομένων σου, Ἀναστάσιε καὶ πέμψον σὴν χάριν, τοῖς σοῖς ἱκέταις ἀφθόνως ἣν ἔχεις, ὡς ταπεινὸς ἀσκητὴς καὶ πανάριστος, σταδίου Μάρτυς ἀριστεύς, Ἀναστάσιε πίστεως σέμνωμα.
Ὑπέρτερον, τῶν φθαρτῶν ἀνάδειξον, καὶ ῥεόντων Ἀναστάσιε Μάρτυς, Περσίδος γόνε τοὺς σπεύδοντας πόθῳ, ἀνευφημῆσαι σὴν πάνσεπτον ἄθλησιν, καὶ ἐκζητῆσαι σὰς εὐχάς, πρὸς Θεὸν τὸν εὐίλατον Κύριον.
Χαρίτωσον, πάντας ὑμνηπόλους σου, Ἀναστάσιε τῆς χάριτος ῥεῖθρον, καὶ ἐπιβράβευσον πᾶσιν εὐχάς σου, πρὸς τὸν οἰκτίρμονα Λόγον τοῦ Κτίσαντος, ὅνπερ ἱλέωσαι ἡμῖν, τοῖς τιμῶσι σὴν πάντιμον ἄθλησιν.
Θεοτοκίον.
Ἀπέλασον, ἐχθρικὴν ἐπηρείαν, ἐξ ἡμῶν μεγαλυνόντων σε πόθῳ, ὡς καταφύγιον ἐμπεριστάτων, καὶ παραμύθιον τῶν ἐν ταῖς θλίψεσι, Θεογεννήτρια σεμνή, τῇ δυνάμει θερμῆς προστασίας σου.
Ἀνάστησον τοὺς σὲ τιμῶντας στεῤῥόφρον Ὁσιομάρτυς, Ἀναστάσιε ἐκ φθορᾶς βοθύνου καὶ θλίψεων, παθῶν χαμαιζήλων καὶ ἀγνωσίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Περσίδος γόνε λαμπρὲ Ἀναστάσιε, ὑπακοῇ καὶ ἀνδρείᾳ κοσμούμενος, Ὁσίων καὶ Ἀθλητῶν ὤφθης κλέισμα, καὶ πρεσβευτὴς πρὸς Θεὸν ἐνθερμότατος, ἡμῶν τῶν ὕμνοις τιμώντων τὴν μνήμην σου.
Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ Αὐτοῦ, ἐαθυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιβ΄ 8 – 12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μάρτυς Ἀναστάσιε, ὁ τοῦ Σταυροῦ τῇ δυνάμει, πλάνην ἀρνησάμενος, μαγικὴν πατρώαν σου, καὶ τὸ ὄνομα, τοῦ Χριστοῦ ἔνδοξε, χεῖρας παναχράντους, ξύλῳ ἐν Αὐτοῦ ἐκτείνατος, δι’ ἀγαθότητα, καὶ τὴν σωτηρίαν φυράματος, βροτείου μεγαλύναντος, πόνοις σου ἀρίστοις ἀθλήσεως, πέμψον τὴν σὴν χάριν, τοῖς μέλπουσι σῆς κάρας ἐκτομήν, καὶ μελιῤῥύτοις ἐν ᾄσμασι, στέφουσι τὴν μνήμην σου.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἴθυνόν μου τὰς τρίβους πρὸς σκηνὰς ἀϊδίου ἀγαλλιάσεως, τὸν μέλποντα σοὺς ἄθλους, στεῤῥὲ Ὁσιομάρτυς, γεραρὲ Ἀναστάσιε, πρὸς ἄθλους μαρτυρικούς, ὁ πόδας σου ἰθύνας.
Σκοτασμὸν ἁμαρτίας ἀστραπαῖς πρεσβειῶν σου θερμῶν πρὸς Κύριον, ἐκδίωξον τῶν πίστει, σὲ ἀνυμνολογούντων, θεαυγὲς Ἀναστάσιε, Ὁσίων καὶ Ἀθλητῶν, ἀγλάισμα τὸ μέγα.
Πειρασμῶν καὶ κινδύνων τοὺς ἱκέτας σου ῥύου καὶ πάσης θλίψεως, τοὺς μεγαλύνοντάς σε, ὡς Ὁσιομαρτύρων, εὐκλεῶν Ἀναστάσιε, Περσίδος γόνε σεπτέ, φωτολαμπῆ ἀστέρα.
Θεοτοκίον.
Ῥαντισμῷ προσευχῶν σου πρὸς τὸν μονογενῆ σου Θεὸν καὶ Κύριον, ἁγίασον τὰ ἔργα, καὶ βίον σῶν προσφύγων, θεοκῦμον Πανάχραντε, χαρίτων φρέαρ πολλῶν, καὶ θαυμασίων κρήνη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁσίου Σάββα, Μονῆς θεόφρον οἰκῆτορ, Ἀναστάσιε δεῖξον πολίτας, οὐρανῶν τοὺς πίστει, σὲ ἀνυμνολογοῦντας.
Σὲ δυσωποῦμεν, τὸν ὑπομείναντα κάρας, Ἀναστάσιε τμῆσιν ἀσμένως, δι’ ἀγάπην Κτίστου, εὐλόγει σοὺς ἱκέτας.
Φωτὸς ἀδύτου, τὸν ἀπολαύοντα πόθῳ, Ἀναστάσιον μέλψωμεν πάντες, ὡς ἡμῶν διώκτου, τῆς ἀγνωσίας σκότους.
Θεοτοκίον.
Εὐλογημένη, τοῦ Πανοικτίρμονος Λόγου, τοῦ Θεοῦ Μῆτερ σκέπε σοὺς δούλους, τοὺς ὑμνολογοῦντας, Ἀναστασίου ἄθλους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑπέρλαμπρον Μαρτύρων, εὖχος καὶ Ὁσίων περιφανὲς Ἀναστάσιε σέμνωμα, ταῖς σαῖς θερμαῖς ἱκεσίαις ἀεὶ προσφεύγομεν.
Γηθόμενοι βοῶμεν, ὡς Ὁσιομάρτυς, Χριστὸν δυσώπει στεῤῥὲ Ἀναστάσιε, ὑπὲρ τῶν πίστει τιμώντων τὴν σὴν ἐνάθλησιν.
Ὡς Ὁσιομαρτύρων, θεῖον μαργαρίτην, σὲ Ἀναστάσιε ὕμνοις γεραίροντες, τὴν πρὸς Θεὸν ἐκδεχόμεθα μεσιτείαν σου.
Θεοτοκίον.
Χαρᾶς ἡμῶν καρδίας, πλῆσον Θεοτόκε, Ἀναστασίου μελπόντων τὰ σκάμματα, τοῦ εὐσταλοῦς καὶ γενναίου Ὁσιομάρτυρος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σκότος δυσσεβούντων ταῖς σαῖς ῥοαῖς, τῶν αἱμάτων μάρτυς, Ἀναστάσιε κραταιέ, ἔλυσας καὶ πάντας, αὐγαῖς τῆς ἀληθείας, ἐφώτισας Περσίδος, λύχνε ἀείφωτε.
Χαίροις τῆς Περσίδος γόνος λαμπρός, Λαύρας θείου Σάββα, Ἀναστάσιε ἀσκητά, θεαυγὲς καὶ κλέος, στεῤῥῶν Ὁσιοάθλων, Χριστοῦ τῆς Ἐκκλησίας, πάνσεπτον κλέισμα.
Χαίροις ὁ βασάνους παντοδαπάς, καὶ αὐχένος τμῆσιν, ὑπομείνας ὑπὲρ Χριστοῦ, Ὅσιε στεῤῥόφρον, καὶ Μάρτυς τροπαιοῦχε, ἡδὺ Περσίδος ἴον, ὦ Ἀναστάσιε.
Χαίροις ὁ στεφάνους λαβὼν διπλοῦς, ἐν ἀφθίτῳ δόξῃ, Ἀναστάσιε κραταιέ, ὡς Μαρτύρων κλέος, καὶ ἀσκητῶν φαιδρότης, Μονῆς Ὁσίου Σάββα, πάμφωτον πύρσευμα.
Ῥῦσαι ἀλγηδόνων καὶ πειρασμῶν, σὲ τοὺς ἀνυμνοῦντας, Ἀναστάσιε ὡς φανόν, τηλαυγῆ Ὁσίων, καὶ Ἀθλητῶν ὡς ἔχων, πολλὴν τὴν παῤῥησίαν, πρὸς τὸν Φιλάνθρωπον.
Ὁ λιπὼν ἀπάτην τὴν πατρικήν, τοῦ Σταυροῦ δυνάμει, Ἀναστάσιε καὶ Χριστοῦ, συνταχθεὶς τοῖς φίλοις, ἀνάστησόν με λάκκου, παθῶν χαμαιζηλίας, τὸν ἀνυμνοῦντά σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, ἀσκητὰ περιφανές, ὁ λιπὼν Περσίδος τὴν χθόνα, καὶ πόθῳ καταλαβών, Σάββα τοῦ θεόφρονος, Μονὴν τὴν πάνσεπτον, ἱερὲ Ἀναστάσιε, τοὺς σὲ ἀνυμνοῦντας, ἐκ βυθοῦ ἀνάστησον, δεινῶν καὶ θλίψεων, ἄχθους καὶ παθῶν ψυχοκτόνων, ἵνα σὴν πολλὴν παῤῥησίαν, πρὸς τὸν Ζωοδότην μεγαλύνωμεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.