Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Αναστάσιο τον Ναυπλιέα

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 1 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὑπὲρ Χριστοῦ καρτερικῶς ἐναθλήσας, τῆς τῶν μαρτύρων εὐκληρίας µετέσχες, ὡς Νεοµάρτυς θεῖος Ἀναστάσιε· ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης τοὺς πιστῶς προστρέχοντας, τῇ θερμῆ σου πρεσβείᾳ, καὶ τῇ παρούσῃ πόλει Ἀθλητά, αἴτει ἀπαύστως εἰρήνην καὶ ἔλεος.

Δόξα Πατρί καί Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀπολυτίκιον. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τοῖς ξίφεσιν ἐτμήθη Σοῦ τὸ σῶμα τὸ ἅγιον, ὑπ᾿ Ἀγαρηνῶν τῶν ἀπίστων, ὦ στερρὲ Ἀναστάσιε· καὶ πλήρης θείας χάριτος δειχθείς, θαυμάσιος ἐγένου τοῖς πιστοῖς· διὰ τοῦτο καὶ ἡμεῖς Σοῦ τὴν μνήμην τὴν σεπτὴν ἐν ᾠδαῖς εὐφημοῦμεν· Χαίροις οὖν Νεομάρτυς τοῦ Χριστοῦ· χαίροις τὸ ἡμέτερον καύχημα, καὶ χαίροις ὁ τῆς πόλεως Ναυπλίου φρουρός τε ὁ ἔνδοξος.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καί ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀναστασίῳ λιτὰς εἰσφέρω. Γερασίμου

Εἴς ἔκαστον τροπάριον λέγομεν·
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἡμῶν,
τα δύο τελευταία
Δόξα. και Νῦν.

ᾨδή α΄. Ἦχος πλ.δ’. Ὑγρὰν διοδεύσας.
Ἁγίων Μαρτύρων συνὼν χοροῖς, ἀπαύστως δυσώπει, Ἀναστάσιε σὺν αὐτοῖς, ὑπὲρ τῶν αἰτούντων Νεομάρτυς, διὰ παντὸς ἱκετεύειν πρὸς Κύριον.

Νοσοῦσιν ἐξαίτει παρὰ Χριστοῦ, τὴν ἴασιν Μάρτυς, καὶ κινδύνων ἀπαλλαγὴν, καὶ πᾶσαν χαρὰν καὶ εὐφροσύνην, τοῖς ἐν ἀνάγκαις σοφὲ Ἀναστάσιε.

Ἀγγέλων τῆς δόξης κατατρυφῶν, ὥσπερ Νεομάρτυς τοῦ Σωτῆρος πανευκλεής, προΐστασο πάντοτε θεόφρον, τῆς εὐφηµούσης σε πόλεως Ἅγιε.

Θεοτοκίον.
Σαρκί ὁμιλήσας δίχα τροπῆς, ἐκ τῶν σῶν αἱμάτων, Θεοτόκε ὁ Ποιητὴς, διπλοῦς πεφανέρωται τῷ κόσµῳ, καὶ τοῦ Ἀδὰμ τὴν κατάραν ἠφάνισε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τὴν τομὴν τῶν μελῶν σου, καρτερικῶς ἤνεγκας· ὅθεν ὑπὲρ φύσιν στεφάνων, Μάρτυς ἠξίωσαι· διὸ τὸν σύνδεσμον τῆς ἐν ἡμῖν ὁμονοίας, ἀσινῆ διάσωζε, ταῖς ἱκεσίαις σου.

Ἀπὸ πάσης ἀνάγκης, καὶ συμφορᾶς, Ἅγιε, καὶ ἐπηρειῶν ὀλεθρίων τοῦ πολεµήτορος, ἀτρώτους φύλαττε, τοὺς εὐλαβῶς προσιόντας, Μάρτυς Ἀναστάσιε, τῇ προστασίᾳ σου.

Σὲ θερμὸν πολιοῦχον, οἱ Ναυπλιεῖς ἔχοντες, πίστει, Ἀναστάσιε Μάρτυς, ἀναβοῶσί σοι· φύλαττε πάντοτε, ἐν ἀληθεῖ εὐπραγίᾳ, τὴν παροῦσαν πόλιν σου, ἀνευφημοῦσάν σε.

Θεοτοκίον.
Ἰησοῦν τετοκυῖα, τὸν τοῦ παντὸς Κύριον, Κεχαριτωµένη Παρθένε, τὴν βασιλεύουσαν, ἐν ἐμοὶ νέκρωσον, φθοροποιὸν ἁμαρτίαν, καὶ τῆς µετανοίας µε, τρόποις βελτίωσον.

Διάσωσον ὦ Ἀναστάσιε νέε Χριστοῦ ὁπλῖτα, πάσης βλάβης καὶ πειρασμῶν καὶ στενώσεων, ταῖς πρὸς Θεόν σου πρεσβείαις τοὺς σὲ τιμῶντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τμηθεὶς μεληδὸν, ὑπὲρ Χριστοῦ µακάριε, πολλῶν ἀμοιβῶν, νῦν παρ᾽ αὐτοῦ ἠξίωσαι· διὸ ἐν ἡμῖν τήρησον τῆς ἀγάπης τὸν σύνδεσμον ἄῤῥηκτον, καὶ τῶν πταισµάτων τὴν λύσιν ἡμῖν, ἐξαίτει θεόθεν Ἀναστάσιε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὡς ἀθλήσας στεῤῥότατα, βίον διανύειν ἡμᾶς, εὐσχήµονα, Ἀναστάσιε ἐνίσχυσον, καὶ παθῶν ποικίλων ἡμᾶς λύτρωσαι.

Λελουμένος τῷ αἵματι, Μάρτυς τῷ οἰκείῳ ἀθλήσας ἄριστα, τῆς ψυχῆς µου τὰ ῥυπάσματα, πλῦνον ἐν τοῖς ῥείθροις τῆς σῆς χάριτος.

Ἰσχύν αἴτει καὶ ἴασιν, Μάρτυς Ἀναστάσιε, ἐν ταῖς θλίψεσι, Ναυπλιεῦσι τοῖς προστρέχουσι, τῇ συµπαθεστάτῃ προστασίᾳ σου.

Θεοτοκίον.
Τὸν Θεὸν ὃν ἐκύησας, ἐκ τῶν σῶν αἱμάτων ὑπὲρ κατάληψιν, Θεοτόκε καθικέτευε, ὑπὲρ τῶν πιστῶς µεγαλυνόντών σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅπασαν ῥοπὴν, καθ᾿ ἡμῶν τοῦ πολεμήτορος, κατασύντριψον τῇ σῇ ἐπισκοπῇ, Ἀναστάσιε ὡς θεῖος ἡμῶν ἔφορος.

Σκέπε εἰσαεὶ, πρεσβειῶν σου ἐν ταῖς πτέρυξι, ἀπὸ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, Ἀναστάσιε τὸ Ναύπλιον τὴν πόλιν σου.

Ἔχων πρὸς Χριστὸν, παῤῥησίαν Ἀναστάσιε, καθικέτευε αὐτὸν διηνεκῶς, ἐκλυτροῦσθαι ἡμᾶς πάσης περιστάσεως.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς µου τὰ συντρίµµατα, καὶ παράσχου µοι ὑγείαν σταθερὰν, καὶ τῷ νῷ καὶ τῇ καρδίᾳ καὶ τῷ σώματι.

ᾨδὴ στ΄. Τήν δέησιν ἐκχεῶ.
Σωµάτων, καὶ τῶν ψυχῶν θεραπείαν, Ἀναστάσιε Χριστοῦ νεομάρτυς, αἴτει ἡμῖν πρὸς Χριστόν δυσωποῦμεν, ὁ µεληδὸν ἐκκοπεὶς πᾶν τὸ σῶμα σου, καὶ τὴν ψυχήν σου παραδοὺς, τῷ Σωτῆρι ὁλόφωτον Ἅγιε.

Φυλάττειν, ἀπὸ παντοίων κινδύνων, καὶ τηρεῖν ἀδιατάρακτον Μάρτυς, τὴν τοῦ Ναυπλίου σου πόλιν μὴ παύσῃ, ὡς ἐν αὐτῇ ἐναθλήσας στεῤῥότατα, οἷάπερ ἔφορος αὐτῆς, καὶ µεσίτης θερμὸς πρὸς τὸν Κύριον.

Ἐν δόξῃ, τῇ οὐρανίῳ χορεύων, σὺν Ἁγίοις Ἀναστάσιε Μάρτυς, ἐξ ἀδοξίας παθῶν ἀκαθάρτων, καὶ ῥυπαρῶν νοημάτων, ἁπάλλαττε, τοὺς ἐξαιτοῦντας Ἀθλητά, τὴν θερµήν σου πρεσβείαν πρὸς Κύριον.

Θεοτοκίον.
Ῥυσθῆναι, τῆς τοῦ ἐχθροῦ δυναστείας, ἰσχὺν δίδου µοι καὶ δύναμιν Κόρη, ὡς ἂν καρποὺς µετανοίας γνησίας, τῷ σῷ Υἱῷ προσαγάγω, ὁ δοῦλός σου, καὶ τύχω τῆς ἐν οὐρανοῖς, βασιλείας ὁ τλήµων Πανάμωμε.

Διάσωσον ὦ Ἀναστάσιε νέε Χριστοῦ ὁπλῖτα, πάσης βλάβης καὶ πειρασμῶν καὶ στενώσεων, ταῖς πρὸς Θεόν σου πρεσβείαις τοὺς σὲ τιμῶντας.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ταῖς τῶν αἱμάτων ῥοαῖς, Ἀναστάσιε, τῶν εὐσεβῶν τὰς καρδίας κατήρδευσας· καὶ νῦν ταῖς θερμαῖς ἱκεσίαις σου, πάσης ἀνάγκης καὶ θλίψεως λύτρωσαι, τοὺς πίστει τελοῦντας τὴν μνήμην σου.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ· ὁ Θεός Ἰσραήλ.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(κα´ 12-19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νέος Μάρτυς πέφηνας, ὑπὲρ Χριστοῦ στεῤῥοψύχως, ἐναθλήσας ἔνδοξε, καὶ ἐχθροῦ κατῄσχυνας ἅπαν φρύαγμα· καὶ χαρᾶς μέτοχος, τῆς ἐπουρανίου, Ἀναστάσιε γενόμενος, ἡμᾶς ἀπάλλαξον, λύπης ἀθυμίας καὶ θλίψεως, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου, καὶ πταισµάτων αἴτει συγχώρησιν, τοῖς σοὶ προσιοῦσι, καὶ µέλπουσι τὴν ἄθλησιν τὴν σὴν, δι᾿ ἧς Χριστὸν ἐμεγάλυνας, τὸν σὲ στεφανώσαντα.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς ἀθλήσας νοµίµως, ἐν τῷ νόµῳ Κυρίου ἐννόμως Ἅγιε, πορεύεσθαι ἀξίως, ἐνίσχυσον λιταῖς σου, τοὺς βοῶντας ἑκάστοτε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἷ.

Γνώµην ἔσχηκας θείαν, καὶ Χριστόν Ἀναστάσιε ὡμολόγησας· διὸ τοῦ μαρτυρίου, δεξάµενος τὸ στέφος, διασώζεις τοὺς ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἷ.

Ἐν τῇ σῇ προστασίᾳ, Ναυπλιέων ἡ πόλις Μάρτυς ἀγάλλεται, καὶ πόθῳ ἐκτελοῦσα, τήν μνήμην σου τήν θείαν, ἐκβοᾷ Ἀναστάσιε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἷ.

Θεοτοκίον.
Ῥῦσαι πάσης μανίας, καὶ πικρᾶς ἐπηρείας τοῦ παναλάστορος, ψυχήν µου τὴν ἀθλίαν, Παρθένε Παναγία, ἵνα πίστει κραυγάζω σοι· χαῖρε ἡμῶν προσφυγή, ὦ Κεχαριτωµένη.

ᾨδή η΄. Τὸν βασιλέα.
Ἅπαν τὸ σῶμα, κατακοπείς Νεομάρτυς, κατασύντριψον ἐχθροῦ τὴν δυναστείαν, τῇ μαρτυρικῇ σου, πρεσβείᾳ πρὸς τὸν Κτίστην.

Σθένος µοι δίδου, ὦ Ἀναστάσιε Μάρτυς, ἱκετεύω σε κατὰ τοῦ πολεμίου, ὅπως καταβάλω, αὐτοῦ τὴν κακουργίαν.

Ἴασαι Μάρτυς, τὴν ἀσθενοῦσαν ψυχήν µου, καὶ παράσχου µοι τῷ σώματι ὑγείαν, ὡς παρὰ Κυρίου, λαβὼν πλουσίαν χάριν.

Θεοτοκίον.
Μῆτερ Κυρίου, δεδοξασµένη Παρθένε, καχεξίας µε παθῶν τῶν ἀκαθάρτων, λύτρωσαι καὶ σῶσον τὸν σὸν ἀχρεῖον δοῦλον.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ὀδύνης πάσης ῥύου, καὶ πικρίας πάσης, τῆς ἐν τῷ βίῳ ἡμᾶς Ἀναστάσιε, τοὺς σὲ προστάτην πλουτοῦντας καὶ ἀντιλήπτορα.

Ὑμνοῦντές σου τοὺς ἄθλους, πίστει σοι βοῶμεν, ὦ Νεομάρτυς Χριστοῦ Ἀναστάσιε· ἀθλεῖν ἡμᾶς ἐν τῷ βίῳ καλῶς ἐνίσχυσον.

Ὑφέρπων µοι ὁ ὄφις, ὑπούλως μολύνει, ἀλλὰ σὺ τοῦτον κατάβαλε Ἅγιε, καὶ καθαρότητα δίδου τῇ διανοίᾳ µου.

Θεοτοκίον.
Ὑπέρφωτε λυχνία, τοῦ ἀδύτου φέγγους, τήν σκοτισθεῖσαν ψυχήν µου καταύγασον, Θεοκυῆτορ Παρθένε τῇ φωταυγείᾳ σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τοῦ Ναυπλίου γόνος λαμπρός, καὶ προστάτης θεῖος Ἀναστάσιε ἀθλητά· χαίροις ὁ ἀθλήσας, γενναιοτάτῃ γνώμῃ, καὶ στέφος µαρτυρίου, λαβὼν ἀμάραντον.

Δι᾿ ἀπάτης Μάρτυς τοῦ πονηροῦ, Χριστοῦ ἐχωρίσθης ἀγαπήσεως πρὸς καιρόν, ἀλλὰ γνοὺς τὸ πτῶμα ἐνήθλησας νομίμως, κηρύξας τοῦ Σωτῆρος τὸ µέγα ὄνομα.

Χαίροις Ἀναστάσιε, ἀθλητά, ὁ µεληδὸν ἅπαν, τὸ σὸν σῶμα κατακοπείς· χαίροις ὁ µεγίστων, ἀξιωθεὶς ἐπάθλων, ὡς Μάρτυς τοῦ Σωτῆρος ἀκαταγώγιστος.

Πόλις Ναυπλιέων σὲ εὐφημεῖ, ὥσπερ πολιοῦχον, Ἀναστάσιε καὶ βοᾷ· σκέπε τὴν σὴν πόλιν ἐκ πάσης δυσπραγίας, λαμπροφανῶς τελοῦσαν, Μάρτυς τὴν µνήµην σου.

Ἔστης ἀκατάπληκτος Ἀθλητά, ἐν τῷ τέµνεσθαί σου, πᾶν τὸ σῶμα ὑπὲρ Χριστοῦ· ἔνθεν καὶ συνήφθης, Μαρτύρων ταῖς χορείαις, ὑπὲρ ἡμῶν πρεσβεύων, ὦ Ἀναστάσιε.

Ἔγειρον πεσόντά µε ἀθλητά, βάθει ἁμαρτίας τῇ πρεσβείᾳ σου πρὸς Χριστόν, καὶ πρὸς µετανοίας, ὁδήγει µε τὴν τρίβον, θεόφρον Ἀναστάσιε, ἱκετεύω σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τοῖς ξίφεσιν ἐτμήθη σοῦ τὸ σῶμα τὸ ἅγιον, ὑπ᾿ Ἀγαρηνῶν τῶν ἀπίστων, ὦ στεῤῥὲ Ἀναστάσιε· καὶ πλήρης θείας χάριτος δειχθείς, θαυμάσιος ἐγένου τοῖς πιστοῖς· διὰ τοῦτο καὶ ἡμεῖς σοῦ τὴν μνήμην τὴν σεπτὴν ἐν ᾠδαῖς εὐφημοῦμεν· Χαίροις οὖν Νεομάρτυς τοῦ Χριστοῦ· χαίροις τὸ ἡμέτερον καύχημα, καὶ χαίροις ὁ τῆς πόλεως Ναυπλίου φρουρός τε ὁ ἔνδοξος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Νέε τοῦ Σωτῆρος ἀθλητά, πόλεως Ναυπλίου τὸ κλέος, καὶ πολιοῦχος λαμπρός, Μάρτυς Ἀναστάσιε, ἀξιοθαύμαστε, ἐκ κινδύνων καὶ θλίψεων, ἀτρώτους συντήρει , καὶ πάσης κακώσεως, καὶ περιστάσεως, πάντας τοὺς πιστῶς σε τιμῶντας καὶ τὴν σὴν θερμὴν προστασίαν, ἐπικαλουµένους καὶ ἀντίληψιν.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ἀναστάσιε παθῶν ἀνάστησόν µε
Γεράσιμον σπεύδοντα τῇ ἀρωγῇ σου.

 

Ευχαριστώ θερμά την εν Χριστώ Αδελφή Έλενα
για την αποστολή της Παρακλήσεως