Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Ιερομάρτυρα Άνθιμον Επίσκοπο Νικομηδείας

Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 3 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νικομηδείας τὸν σοφὸν ποιμενάρχην, καὶ ὑπαλείπτην Δισμυρίων Μαρτύρων, δεόμεθά σου, Ἄνθιμε, αἰτούμενοι θερμῶς, πατρικὰς πρεσβείας σου, πρὸς Χριστὸν ζωοδότην, ὅπως δῷ τοῦ Πνεύματος τοῦ Ἁγίου, τὴν χάριν, καὶ ἀξιώσῃ ἅπαντας πιστούς, κληρονομῆσαι, τὸν θεῖον Παράδεισον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀνθεῖν με ἀρετάς, Ἄνθιμε, δὸς εὐχαῖς σου. Ἀ(θανάσιος)».

ᾨδὴ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Ἀνθεῖν με ὡς ἄνθη τὰς ἀρετάς, ἀξίωσον πάτερ, ταῖς εὐχαῖς σου πρὸς τὸν Θεόν, ὃν πίστει τρανῶς ὁμολογήσας, ἐναπετμήθης τὴν κάραν σου Ἄνθιμε.

Νικήσας τὰ πάθη καὶ ἡδονάς, ποιμὴν κατεστάθης, Νικομήδους παρὰ Θεοῦ, ὃν αἴτησαι Πάτερ ὅπως πάθη, τὰ τῆς σαρκὸς καὶ ψυχῆς ὑποτάξωμεν.

Θεὸν ἀγαπήσας ὁλοτελῶς, οὐδὲν τῶν τοῦ κόσμου, προετίμησας τῶν φθαρτῶν, διὸ καὶ ἡμᾶς τῶν φθειρομένων, καταφρονεῖν νουνεχῶς, δεῖξον Ἄνθιμε.

Θεοτοκίον
Εὑρήκαμεν θείαν καταφυγήν, τὴν σκέπην σου Μῆτερ, ἐν ᾗ τρέχοντες ὡς στρουθοί, λυτρούμεθα πάσης ἐπηρείας, τοῦ νοητοῦ Θεομῆτορ ἱέρακος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱλασμὸν τῶν πταισμάτων, παρὰ Χριστοῦ αἴτησαι, πάντων τῶν τιμώντων σε πόθῳ, Ἄνθιμε ἔνδοξε, ὅτι σφαλλόμεθα, ἔν τε ἀγνοίᾳ καὶ γνώσει, καὶ λυποῦμεν Κύριον, τὸν πολυεύσπλαγχνον.

Νόσους σώματος πάτερ, καὶ τῆς ψυχῆς ἴασαι, ταῖς πρὸς τὸν Δεσπότην πρεσβείαις, δι’ ὃν ἐνήθλησας, καὶ παρ’ οὗ εἴληφας, ἱκεσιῶν παῤῥησίαν, Ἄνθιμε δεόμεθα, οἱ σοὶ προστρέχοντες.

Μαρτυρίου τὸν δρόμον, διηνεκῶς ἄριστα, τοὺς τῇ συνειδήσει ἀθλοῦντας, εὐχαῖς σου στήριζε, ἅγιε Ἄνθιμε, ὅπως τοῦ στέφους τῆς δόξης, καταξιωθήσωνται, ἐν ὥρᾳ κρίσεως.

Θεοτοκίον
Ἐκ πολλῶν μου πταισμάτων, ὡσεὶ νεκρὸς βέβλημαι, ἐν ἀπελπισίας τῇ κλίνῃ, διὸ κραυγάζω σοι, ἅχραντε Δέσποινα, ἀπελπισμένων ὡς οὖσα, ἡ ἐλπὶς ἀνάστησον, κἀμὲ πρεσβείαις σου.

Διάσωσον, ψυχοδιώκτου παγίδων Ἄνθιμε πάτερ, τοὺς τιμῶντας ἐκ πόθου τὴν μνήμην σου, καὶ σύναψον αὐτοὺς Χριστῷ, πατρικαῖς σου πρεσβείαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ ἀκριβές, ἐδείχθης ἀντίγραφον, τιθεὶς τὴν ψυχήν, ὑπὲρ τοῦ ποιμνίου σου, καὶ καλῶς μαρτύριον, ἐκτελέσας πάτερ μακάριε, τὴν παῤῥησίαν ἔχεις ἐν εὐχαῖς, ἃς Ἄνθιμε, πίστει ἐξαιτούμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀθυμίας ἀφάνισον, νέφη τὰ καλύπτοντα τὴν καρδίαν μου, καὶ χαρὰν Χριστοῦ μοι δώρησαι, ταῖς σαῖς ἱκεσίας πάτερ Ἄνθιμε.

Ῥύπους πάντας ἀπόπλυνον, τοὺς ἐκ τῶν κρυφίων παθῶν μολύνοντας, τὴν ψυχήν μου πάτερ Ἄνθιμε, καὶ Χριστοῦ με δεῖξον οἰκητήριον.

Ἐκ παγίδων με λύτρωσαι, τοῦ ἀντικειμένου ἅγιε Ἄνθιμε, καὶ ἀνώτερόν με τήρησον, ψυχικῶν πταισμάτων ταῖς πρεσβείαις σου.

Θεοτοκίον
Τοῦ Υἱοῦ σου ἐμφύτευσον, μνήμην ζωηφόρον ἐν τῇ καρδίᾳ μου, καὶ εὐχὴν τὴν ἀδιάλειπτον, Θεοτόκε δός μοι τὴν σωτήριον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄκουσον ἡμῶν, τὰς αἰτήσεις πάτερ Ἄνθιμε, καὶ τῷ Δεσπότῃ ταύτας ἀναβίβασον, ὅπως τὴν λύσιν, δῷ ψυχαῖς ἡμῶν συμφέρουσαν.

Σώματος δεινάς, ἀσθενείας πάτερ ἴασαι, καὶ τὴν ὑγιείαν ἀκατάσειστον ἡμῖν, εὐχαῖς σου θείαις, ἐπανόρθωσον ὡς τάχιστα.

Ἄνθιμε σοφέ, ὡς τὴν ποίμνην σου ὑπήλειψας, πρὸς μαρτυρίου τὴν ὁδὸν θεοπρεπῶς, οὕτω τὴν ζέσιν, καὶ ἡμῖν μαρτύρων πάρεχε.

Θεοτοκίον
Νόσον τῆς ψυχῆς, ἁμαρτίαν τὴν ὀλέτειραν, Θεοκυῆτορ ἐξαφάνισον ταχύ, ἐκ τῶν τιμώντων, τὴν ὑπέρλογόν σου κύησιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Θεράπευσον, τῆς ψυχῆς μου τραύματα, ἅπερ εἴληφα πεσὼν ἑκουσίως, παθῶν ὁρμαῖς, καὶ ἀλγῶν ἐπωδύνως, οὐκ ἐξισχύω εὑρεῖν μόνος ἴασιν, διὸ ἐλθὲ σὺ ἰατρός, ἱκετεύων Χριστὸν πάτερ Ἄνθιμε.

Ἱέρευσας, τῷ Χριστῷ ὡς ἄγγελος, θύων Τοῦτον καθ’ ἑκάστην ἐν φόβῳ, καὶ ἐν καιρῷ, μαρτυρίου ὡς θῦμα, σαὐτὸν δεδώκεις Αὐτῷ μάκαρ Ἄνθιμε, διὸ μνημόνευε ἀεί, ἱερεῖς τοὺς τιμῶντας τὴν μνήμην σου.

Μαρτύριον, ἀγαπήσας Ἄνθιμε, ὑπαλείπτης ἀνεδείχθης πρὸς τοῦτο, πλήθους πολλῶν, κατὰ πνεῦμά σου τέκνων, μεθ’ ὧν ἐν τέλει σαὐτὸν συνηρίθμησας, τοῖς μαρτυροῦσι νοερῶς, οὐρανόθεν παρέχων νῦν δύναμιν.

Θεοτοκίον
Ἐμάκρυνα, τοῦ Υἱοῦ σου Δέσποινα, ὥσπερ πῶλος ἀτακτῶν καὶ μὴ θέλων, ὑπὸ ζυγόν, ἐλαφρὺν Τούτου εἶναι, ἀλλὰ δουλεύειν ἐχθροῦ τοῖς κελεύσμασι, διὸ βοῶ ἀπὸ ψυχῆς, συντριβῆς αἰωνίου με λύτρωσαι.

Διάσωσον, ψυχοδιώκτου παγίδων Ἄνθιμε πάτερ, τοὺς τιμῶντας ἐκ πόθου τὴν μνήμην σου, καὶ σύναψον ἡμᾶς Χριστῷ, πατρικαῖς σου πρεσβείαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἱεράρχα Χριστοῦ πάτερ Ἄνθιμε, ὁ ποιμάνας τὴν ποίμνην σου ἄριστα, καὶ τὸ στέφος, τοῦ μαρτυρίου γέρας εἰληφώς, καὶ νῦν, χεῖράς σου σεπτάς, πρὸς τὸν Φιλάνθρωπον Θεόν, ὡς φιλότεκνος ἔπαρον, ὑπὲρ τῶν αἰτουμένων, θείαν σου μεσιτείαν, καὶ γεραιρόντων εὐλαβῶς, τὴν χαρμόσυνον μνήμην σου.

 Προκείμενον·
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι´ 7-16).

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ, ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ Ποιμὴν ὁ καλός· ὁ Ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ Ποιμὴν ὁ καλὸς καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὔκ ἐστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ.β΄. Ὅλην ἀποθέμενοι.
Ποιμενάρχης ἄριστος, Νικομηδείας ἐδείχθης, καὶ μαρτύρων γέγονας, ὑπαλείπτης Ἄνθιμε χριστοφίλητε· τοῦ Χριστοῦ ἔρωτι, ὅλος πεπλησμένος, διδαχαῖς ταῖς θεοσόφοις σου, ποίμνην ὡδήγησας, πρὸς τῶν ἀρετῶν ἐπιπόθησιν, διὸ καὶ ὡς ἐπίσημος, τῷ Θεῷ κριὸς ξίφει τέθυσαι. Ὅθεν δυσωποῦμεν, ἐπάκουσον δεήσεων ἡμῶν, καὶ ταύτας πλήρου πρεσβείαις σου, τῷ Χριστοῦ εὐχόμενος.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δοῦλος γέγονα πάτερ, τῶν παθῶν ὑφ’ ὧν ἄγομαι ὁ ταλαίπωρος, διὸ εὐχῶν σου ξίφει, σύντριψον τὰς ἁλύσεις, ὅπως ψάλλω ἐλεύθερος, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὅν μοι δέδωκε πλοῦτον, ὁ Πατὴρ ὁ οὐράνιος κατηνάλωσα, καὶ νῦν λιμώττων σφόδρα, Ἄνθιμε Ἱεράρχα, ἰσχυρὸν σὲ προβάλλομαι, πρέσβυν ψυχῆς πρὸς Αὐτόν, ὅπως με ἐλεήσῃ.

Σκέπε πάτερ εὐχαῖς σου, ἐκ πολέμου δαιμόνων τοὺς σὲ γεραίροντας, παρέχων ἀσαλεύτως, εἰρήνην ταῖς καρδίαις, ὡς πλουτῶν πρὸς τὸν Κύριον, τὴν παῤῥησίαν πολλήν, ὡς μάρτυς Αὐτοῦ θεῖος.

Θεοτοκίον
Ἐν νυκτὶ καὶ ἡμέρᾳ, μὴ ἐλλίπῃς Παρθένε ὑψοῦν τὰς χεῖράς σου, πρὸς τὸν γλυκὺν Υἱόν σου, ἡμῖν ἐξαιτουμένη, αἰτημάτων τὴν πλήρωσιν, τῶν συντεινόντων Ἁγνή, ψυχῶν πρὸς σωτηρίαν.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Ὑπὲρ κειμένων, ἐν ἀσθενείας τῇ κλίνῃ, πάτερ Ἄνθιμε Κύριον δυσώπει, ὅπως δῷ ὑγιείαν, αὐτοῖς τὴν ποθουμένην.

Χαρὰν παράσχου, τοῖς θλιβομένοις ὦ Πάτερ, ἐκδιώκων τὰ νέφη ἀθυμίας, ὅπως εὐγνωμόνως, τιμῶμεν τὴν σὴν μνήμην.

Ἀπὸ παγίδων, τοῦ πονηροῦ ῥῦσαι πάντας, τοὺς πιστῶς σοι προστρέχοντας καὶ πρέσβυν, Ἄνθιμε τρισμάκαρ, αἰτοῦσι πρὸς Δεσπότην.

Θεοτοκίον
Ἴδε σῶν τέκνων, τοὺς πειρασμοὺς Θεομῆτορ, καὶ διάλυε τούτους ὥσπερ κόνιν, καὶ Χριστοῦ εἰρήνην, ψυχαῖς ἡμῶν παράσχου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στερέωσον εὐχαῖς σου, τοὺς κλονιζομένους, τοῖς λυπηροῖς τῆς ζωῆς πάτερ Ἄνθιμε, καὶ τὴν ἐλπίδα τιθέναι, Χριστῷ ἐκδίδαξον.

Σωθείημεν οἱ ὅσοι, μνήμην σου τιμῶμεν, καὶ ἐγκωμίοις σε Ἄνθιμε στέφομεν, σαῖς θεοδέκτοις πρεσβείας, πρὸς τὸν Φιλάνθρωπον.

Ὁρῶντές σου τοὺς ἄθλους, καὶ οἰκτρὰς βασάνους, σοῦ μαρτυρίου μακάριε Ἄνθιμε, ὑπομονὴν ἐκζητοῦμεν, ἐν βίου θλίψεσιν.

Ὑπὲρ τῆς Ἐκκλησίας, εὔχου Ἱεράρχα, δι’ ἣν τὸ τίμιον αἷμά σου δέδωκας, ὅπως τὸν πλοῦν διανύῃ, εἰρηνοβράβευτον.

Θεοτοκίον
Ἄνθιμον Θεοτόκε, τὸν Νικομηδείας, ἀρχιεράρχην συμπρέσβυν παράλαβε, καὶ τὸν Χριστὸν δυσωπεῖτε, ὑπὲρ τοῦ σύμπαντος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τοῦ Σωτῆρος μυσταγωγέ, τῶν Ἀρχιερέων, ὑποτύπωσις καὶ κανών, χαίροις τῶν Μαρτύρων, σύναθλος καὶ ἀλείπτης, Ἄνθιμε ἱεράρχα, ἡμῶν ἀντίληψις.

Τῆς Νικομηδείας ποιμὴν σεπτός, Ἄνθιμε ὑπάρξας, πλήθη ἤγαγες πρὸς Χριστόν, σὴν ζωὴν σφραγίσας, τῷ θείῳ μαρτυρίῳ, καὶ συναφθεὶς Δεσπότῃ, ὥσπερ ἐπόθησας.

Ὥσπερ θεῖα ἄνθη τὰς ἀρετὰς, Ἄνθιμε θεόφρον, ἀνεβλάστησας θαυμαστῶς, ὅθεν τοὺς τιμῶντας, τὴν πάντιμόν σου μνήμην, ἀξίωσον μιμεῖσθαι, τὴν πολιτείαν σου.

Δύο μυριάδας πρὸς τὸν Χριστόν, Μάρτυρας προσῆξας, ὡς θυσίαν πνευματικήν, Ἄνθιμε παμμάκαρ, εἶτα καὶ σὺ ἐτμήθης, τὴν θείαν κεφαλήν σου, καὶ στέφος εἴληφας.

Τοὺς τῇ συνειδήσει θεοπρεπῶς, μαρτυροῦντας Πάτερ, ταῖς πρεσβείαις σου πρὸς Χριστόν, Ἄνθιμε προθύμως, ἐνίσχυε καὶ δίδου, νίκην κατὰ δαιμόνων, καὶ στέφος ἄφθαρτον.

Τοὺς ὁμωνυμοῦντάς σοι πατρικῶς, σκέπε Ἱεράρχα, ταῖς ἁγίαις σου προσευχαῖς, καὶ τῆς Βασιλείας, ἀνάδειξον μετόχους, ὅπως σὺν σοὶ Δεσπότην, ἀεὶ δοξάζωσι.

Πᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἀγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Θεῖε ἱεράρχα τοῦ Χριστοῦ, Ἄνθιμε Μαρτύρων τὸ κλέος, Νικομηδείας ποιμήν, δέξαι προσπιπτόντων σοι, ἱκετηρίους φωνάς, καὶ αἰτήσεις ἐκπλήρωσον, εὐχαῖς σου ἁγίαις, ὅπως ἀγαλλόμενοι, βίον τελέσωμεν, καὶ κληρονομήσωμεν πάντες, τὴν τῶν οὐρανῶν Βασιλείαν, τῶν Ἁγιωνύμων τὴν κατάπαυσιν.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τῇ πρεσβείᾳ, Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Ποικιλοχρόων ἀρετῶν Πάτερ ἄνθη,
Βλαστάνειν ἀξίωσον τοὺς σὲ τιμῶντας.