Παράκληση εις τον Άγιο Απόστολο και Ευαγγελιστή Ματθαίο
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 16 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὥσπερ Ἀπόστολος Χριστοῦ καὶ αὐτόπτης, ὑπὲρ ἡμῶν διὰ παντὸς ἐκδυσώπει, τῶν εὐλαβῶς Ματθαῖε προσιόντων σοι, ὡς ἂν λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ παθῶν καὶ θλίψεων, καὶ πικρῶν συμπτωμάτων· σὺ γὰρ προστάτης Εὐαγγελιστά, καὶ ἀντιλήπτωρ, ἡμῶν πέλεις ἔνθεος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σὴν ἀρωγήν, Ματθαῖε μοι δίδου. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωτῆρα τῶν ὅλων καὶ Ποιητήν, Ματθαῖε δυσώπει, πάσης ῥύεσθαι συμφορᾶς, τοὺς πίστει καὶ πόθῳ προσιόντας, τῇ σῇ πρεσβείᾳ Ἀπόστολε ἔνδοξε.
Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λάμπρυνον Ματθαῖε, τῆς ψυχῆς μου τὸ ζοφερόν, καὶ δίωξον πόῤῥῳ τῷ φωτί σου, ἐκ τοῦ νοός σου τὸν δόλιον δράκοντα.
Ναμάτων πληρούμενος νοητῶν, βλῦσόν μοι Ματθαῖε, θείας χάριτος γλυκασμόν, ταῖς σαῖς ἱκεσίαις θεηγόρε, καὶ τῶν παθῶν τὴν πικρίαν μου ξήρανον.
Θεοτοκίον.
Ἀφράστως τεκοῦσα τὸν Λυτρωτήν, κεχαριτωμένη ἐλυτρώσω ἐκ τῆς ἀρᾶς, τῆς πάλαι ἀνθρώπων τὴν οὐσίαν, ὑμνολογοῦσαν Παρθένε τὴν δόξαν σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥύου πάσης ἀνάγκης καὶ προσβολῆς ἅπαντας, Εὐαγγελιστὰ θεηγόρε, Ματθαῖε πάνσοφε, τοὺς προσιόντας σοι, καὶ τὰ αἰτήματα πλήρου, τῶν τὴν σὴν ἀντίληψιν, ζητούντων Ἅγιε.
Ὡς πολλὴν παῤῥησίαν ὡς μαθητὴς ἔνθεος, ἔχων πρὸς Χριστὸν τὸν Σωτῆρα, Ματθαῖε πάνσοφε, ἀπαύστως πρέσβευε, τῆς τοῦ ἐχθροῦ ἐπηρείας, θᾶττον ἀπαλλάττεσθαι, τοὺς σὲ γεραίροντας.
Γνώσῃ θείᾳ ἐκλάμπων τὸ τοῦ Χριστοῦ ἅγιον, κόσμου Εὐαγγέλιον μάκαρ, σοφῶς ἐχάραξας· οὗ τὰ διδάγματα, πληροῦν ἐνίσχυσον πάντας, τοὺς ὑμνολογοῦντάς σε, Ματθαῖε ἔνδοξε.
Θεοτοκίον.
Ἡ τῶν Κτίστην τῶν ὅλων καὶ Ποιητὴν τέξασα, ἐπ’ εὐεργεσίᾳ Παρθένε, τῆς ἀνθρωπότητος, Αὐτὸν ἱκέτευε, πάσης ἀνάγκης καὶ βλάβης, ῥύεσθαι ἑκάστοτε, τοὺς σὲ δοξάζοντας.
Διάσωσον, πάσης ἀνάγκης καὶ βλάβης καὶ ἐπηρείας, τοὺς ἐν πίστει τῇ σῇ Ματθαῖε Ἀπόστολε, θείᾳ πρεσβείᾳ προστρέχοντες θεηγόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸΚάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν ἀεὶ Χριστῷ τῷ διδασκάλῳ σου, μὴ παύσῃ σοφὲ ὑπὲρ τῶν εὐφημούντων σε, Ματθαῖε παναοίδιμε, λυτρωθῆναι κινδύνων καὶ θλίψεων, τοὺς προσιόντας ἐν πίστει θερμῇ, Εὐαγγελιστὰ τῇ ἀντιλήψει σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, καὶ πολυειδῶν σοφὲ περιστάσεων, τοὺς προστρέχοντας τῇ σκέπῃ σου, Εὐαγγελιστὰ θεομακάριστε.
Μαθητὰ ἐνθεώτατε, τοῦ Χριστοῦ Ματθαῖε ἡμῶν τὴν δέησιν, εὐμενῶς δέχου ἑκάστοτε, ὡς ἡμῶν προστάτης ἑτοιμότατος.
Ἀσινεῖς διαφύλαξον, ἐξ ἐπιφορῶν δεινῶν περιστάσεων, τοὺς πιστῶς σε μακαρίζοντας, Εὐαγγελιστὰ θεομακάριστε.
Θεοτοκίον.
Τὸν Θεὸν ὃν ἐκύησας, Κεχαριτωμένη ἀεὶ ἱκέτευε, λυτρωθῆναι πάσης θλίψεως, τοὺς εἰλικρινῶς σε μεγαλύνοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τοῦ ἐχθροῦ, καθ’ ἡμῶν μανίαν ἅπασαν, ἐν εἰρήνῃ συντηρῶν ἡμᾶς ἀεί, Εὐαγγελιστὰ ἐκδυσωποῦμέν σε.
Ἄλυπον ζωήν, ὦ Ματθαῖε καταξίωσον, διανύειν ἐν εἰρήνῃ ἀληθεῖ, τοὺς ζητοῦντας τὴν ταχεῖάν σου ἀντίληψιν.
Ἴασαι ἡμῶν, ὦ Ματθαῖε παμμακάριστε, τῶν σωμάτων καὶ ψυχῶν πάθη δεινά, καὶ πταισμάτων ἡμῶν αἴτει τὴν συγχώρησιν.
Θεοτοκίον.
Ἔχεις πρὸς Χριστόν, οἷα Μήτηρ Αὐτοῦ ἄχραντος, παῤῥησίαν ἀειπάρθενε πολλήν· ὅθεν ἵλεων αὐτόν μοι Κόρη ἔργασαι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μεγίστης, ἀξιωθεὶς εὐκληρείας, ὡς Ἀπόστολος Χριστοῦ θεηγόρος, μεγάλων πόνων καὶ θλίψεων ῥῦσαι, καὶ πειρασμῶν ἀνεικέστων πρεσβείαις σου, τοὺς καταφεύγοντας πιστῶς, τῇ σεπτῇ προστασίᾳ σου Ἅγιε.
Ὁ μέγας, τῶν Ὀρθοδόξων προστάτης, καὶ σοφὸς Εὐαγγελίου ἐκφάντωρ, τῆς τοῦ βελίαρ δολίας ἀπάτης, καὶ πονηρίας ἀπάλλαττε πάντοτε, τοὺς προσιόντας εὐλαβῶς, τῇ σεπτῇ ὦ Ματθαῖε πρεσβείᾳ σου.
Ἰλύος, τῆς τῶν παθῶν θεηγόρε, ἐν τοῖς ῥείθροις τῶν σεπτῶν πρεσβειῶν σου, τὴν ῥυπωθεῖσαν ψυχήν μου Ματθαῖε, πλῦνον καὶ κάθαρον δέομαι Ἅγιε, καὶ σεσωσμένον με Χριστῷ, τῷ Σωτῆρι τῶν ὅλων προσάγαγε.
Θεοτοκίον.
Δοχεῖον, τῆς ὑπερθέου οὐσίας, χρυσαυγὲς καὶ φωτοφόρον ἐδείχθης, Θεοκυῆτορ Παρθένε Μαρία· ἐν σοὶ ὁ Λόγος Πατρὸς γὰρ ἐσκήνωσε, καὶ ἔσωσεν ὡς ἀγαθός, ἀλογίας τὸν κόσμον πανάμωμε.
Διάσωσον, πάσης ἀνάγκης καὶ βλάβης καὶ ἐπηρείας, τοὺς ἐν πίστει τῇ σῇ Ματθαῖε Ἀπόστολε, θείᾳ πρεσβείᾳ προστρέχοντες θεηγόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῶν Ἀποστόλων ἀγλάϊσμα ἔνθεον, καὶ τῶν πιστῶν ἀντιλήπτωρ θερμότατε, Ματθαῖε Ἀπόστολε ἔνδοξε, διὰ παντὸς τὸν Χριστὸν καθικέτευε, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ε΄ 27- 32).
Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς, ἐθεάσατο τελώνην ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελωνίον καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι. Καὶ καταλιπὼν ἅπαντα, ἀναστὰς ἠκολούθησεν αὐτῷ· καὶ ἐποίησε δοχὴν μεγάλην ὁ Λευΐς αὐτῷ, ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ ἦν ὄχλος τελωνῶν πολὺς καὶ ἄλλων, οἳ ἦσαν μετ’ αὐτῶν, κατακείμενοι. Καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διατί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς, εἶπε πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες· οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μύστα ἐνθεώτατε, τοῦ Βασιλέως τῆς δόξης, Ματθαῖε Ἀπόστολε, τοῦ Ἁγίου Πνεύματος θεῖον ὄργανον, ἐκτενῶς πρέσβευε, τῷ σῷ διδασκάλῳ, καὶ Θεῷ πάσης τῆς κτίσεως, κινδύνων ῥύεσθαι, καὶ πάσης ἀνάγκης καὶ θλίψεως, τοὺς πίστει καταφεύγοντας, Εὐαγγελιστὰ τῇ σῇ χάριτι, καὶ πταισμάτων λύσιν, διδόναι καὶ τὸν θεῖον φωτισμόν, τοῖς ἀδιστάκτῳ προσπίπτουσι, τῇ θερμῇ πρεσβείᾳ σου.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰαμάτων τὴν χάριν δεδεγμένος Ἀπόστολε θεοδόξαστε, ἰάτρευσον τὰ πάθη, ψυχῶν τε καὶ σωμάτων, τῶν βοώντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Διὰ πλῆθος πταισμάτων τοῦ νοὸς ἠμαυρώθην τὴν ὡραιότητα· ἀλλὰ τῇ σῇ πρεσβείᾳ, πικρᾶς με ἁμαρτίας, ὦ Ματθαῖε ἀπάλλαξον, καὶ λάμπρυνόν με φωτί, γνησίας μετανοίας.
Οἱ πιστῶς προσιόντες τῷ ἁγίῳ ναῷ σου Ματθαῖε πάνσοφε, πληροῦνται εὐφροσύνης, καὶ πάσης ἐπηρείας, ἐκλυτροῦνται κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὑπερύμνητε Κόρη σωτηρία τοῦ κόσμου καὶ καταφύγιον, ἐχθροῦ τῆς κακουργίας, ψυχήν μου τὴν ἀθλίαν, ἀπολύτρωσαι κράζουσαν· χαῖρε Παρθένε ἁγνή, βροτῶν ἡ προστασία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γαλήνην αἴτει, καὶ ψυχικὴν σωτηρίαν, τοῖς προστρέχουσι Ματθαῖε τῇ σῇ σκέπῃ, καὶ ὑπερυψοῦσι, Χριστὸν τὸν Βασιλέα.
Ἐκ πάσης νόσου, καὶ χαλεπῆς καχεξίας, ἀπολύτρωσαι Ματθαῖε θεηγόρε, τοὺς ἐκζητοῦντας, τὴν σὴν ἐπικουρίαν.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, καὶ εἰρήνην τε καὶ φωτισμὸν Ματθαῖε, τοῖς ἀνευφημοῦσι, τοὺς θείους σου ἀγῶνας.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε, τὴν ἄναγνόν μου καρδίαν, ἀποκάθαρον ἐλέους σου τοῖς ῥείθροις, καὶ γαλήνην δίδου, τῇ ταπεινῇ ψυχῇ μου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σοφίας ὑπερσόφου, στόμα ὦ Ματθαῖε, σοφιστειῶν τοῦ δεινοῦ πολεμήτορος, ἀτρώτους φύλαττε πάντοτε, τοὺς ὑμνοῦντάς σε.
Ἰσχὺν ἡμῖν ἐξαίτει, κατὰ πάσης βλάβης, καὶ πονηρίας ἐχθροῦ τοῦ ἀλάστορος, τοῖς προσιοῦσι Ματθαῖε, τῇ προστασίᾳ σου.
Μὴ παύσῃ ἐποπτεύων, ἔνδοξε Ματθαῖε, τοὺς ἀφορῶντας πρὸς σὲ μετὰ πίστεως, ὅπως ἀμέτοχοι πάσης, κακίας μένωμεν.
Οὐράνωσον τὸν νοῦν μου, ἔνδοξε Ματθαῖε, ἐν τῇ ἀγάπῃ τοῦ σὲ μεγαλύναντος, ἵνα κηρύττω τοῖς πᾶσι, τὴν σὴν ἀντίληψιν.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, τῆς γεηρᾶς προσπαθείας καὶ ἕξεως, καὶ τοῦτον πλῆσον Παρθένε, φωτὸς τῆς χάριτος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀποστόλων ἡ καλλονή, καὶ Εὐαγγελίου, μυστογράφος ὁ ἱερός· χαίροις ἀντιλήπτωρ, καὶ ῥύστης καὶ προστάτης, τῶν σὲ ἀνευφημούντων, Ματθαῖε ἔνδοξε.
Ἐν τῷ τελωνείῳ ἀκηκοώς, φωνῆς τῆς ἁγίας, τοῦ Σωτῆρος καὶ Λυτρωτοῦ, τούτῳ παραυτίκα, προσέδραμες Ματθαῖε, καὶ μύστης ἀνεδείχθης, Αὐτοῦ θεόσοφος.
Ἐν τῷ ὑπερώῳ ὑπερφυῶς, ἐν γλώσσῃ πυρίνῃ, ὑπεδέξω τὴν δωρεάν, Πνεύματος τοῦ θείου, Ματθαῖε θεηγόρε, καὶ τοῦ Χριστοῦ ἐγένου, κήρυξ πολύσοφος.
Πνεύματι λαμπόμενος ἱερῷ, τοῦ Χριστοῦ τὸ θεῖον, Εὐαγγέλιον καὶ σεπτόν, Ματθαῖε θεόπτα, σοφῶς διεχαράττεις, εἰς σωτηρίαν κόσμου, καὶ ἀπολύτρωσιν.
Τοῦ Χριστοῦ τὴν σάρκωσιν τὴν σεπτήν, δι’ ἧς ἀνεπλάσθη, γένος ἅπαν τῶν γηγενῶν, τοὺς ἐν πλάνῃ πρώην, ἐκήρυξας Ματθαῖε, καὶ τούτους καταυγάζεις, φωτὶ τῆς χάριτος.
Τοὺς σὲ ἀντιλήπτορα ἱερόν, ἔχοντας Ματθαῖε, πάσης ῥύου ἐπαγωγῆς, καὶ φύλαττε τούτους, ἀτρώτους ἐν τῷ βίῳ, ἐκ πάσης ἐπηρείας, καὶ περιστάσεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων, παῤῥησίαν πρὸς Χριστόν, Εὐαγγελιστὰ θεηγόρε, Ματθαῖε πάνσοφε, πάντοτε ἱκέτευε Αὐτὸν δεόμεθα, πάσης θλίψεως ῥύεσθαι, καὶ πάσης ἀνάγκης, τοὺς πιστῶς προσπίπτοντας, τῇ ἀντιλήψει σου, ἄφεσιν αἰτούμενος πᾶσι, τῶν πλημμελημάτων θεόφρον, καὶ παθῶν παντοίων ἀπολύτρωσιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.