Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα και Θαυματουργόν Αρτέμιο

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 20 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῶν πασχόντων ἀρωγὸς καὶ προστάτης, καὶ θλιβομένων εὐμενὴς ἀντιλήπτωρ, Ἀρτέμιε μακάριε ὁπλῖτα τοῦ Χριστοῦ, ἴδε τοὺς προστρέχοντας, τῷ ἁγίῳ Ναῷ σου, καὶ πᾶσι πρυτάνευσον, τὴν σὴν ἔνθεον χάριν, νόσων δεινῶν λυτρούμενος ἡμᾶς, καὶ δυσφορήτων σοφὲ περιστάσεων.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστοιχίς·
Αρτέμιε ἡμᾶς διαφυλάττοις. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκτίσι τῶν θείων σου πρεσβειῶν, Ἀρτεμιε μάρτυς διασκέδασον ὁλικῶς, παθῶν ἀκαθέκτων τὴν ὁμίχλην καὶ εὐφροσύνην παράσχου τοῖς δούλοις σου.

Ῥυόμενος νόσων παντοδαπῶν, καὶ πάσης ἀνάγκης, καὶ ποικίλων ἐπιφορῶν, ἐμφάνηθι Μάρτυς ἀοράτως τοῖς τὴν θερμήν σου αἰτοῦσιν ἀντίληψιν.

Τοῖς πάσχουσι τάχιστα βοηθῶν, καὶ τοῖς θλιβομένοις, καθ᾽ ἑκάστην ἐπικουρῶν, θερμὸς ἀρωγὸς ἀεὶ γνωρίζῃ ἐν εὐκαιρίαις τοῖς πᾶσιν Ἀρτέμιε.

Θεοτοκίον.
Ἐλέους τεχοῦσα τὸν χορηγόν, ἐλέησον Κόρη ὡς οἰκτίρμων καὶ συμπαθής, τοὺς πλήθει δεινῶν ἐταζομένους, καὶ τὴν ὀδύνην ἡμῶν ἀνακούφισον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μανικῆς ἐπηρείας, καὶ συστροφῆς χείρονος, τοῦ ἀνϑρωποκτόνου βελίαρ, μάρτυς Ἀρτέμιε, σπεῦσον καὶ λύτρωσαι, τοὺς ὁλοτρόπῳ ἐφέσει, αἰτούμενος ἔνδοξε τὴν προστασίαν σου.

Ἰλασμὸν καὶ εἰρηνὴν καὶ τῶν δεινῶν λύτρωσιν, καὶ ἀσθενημάτων δυστλήτων, ταχεῖαν ἴασιν, δίδου Ἀρτέμιε, ταῖς θεοδέκτοις λιταῖς σου, τοῖς ἀεὶ προστρέχουσι, τῇ ἀντιλήψει σου.

Εὑμενῆ ἀρωγόν σε, καὶ βοηθὸν ἕτοιμον, ἐν τοῖς πολυτρόποις ἀνάγκαις, τοῦ βίου ἔχοντος, ἐκλυτρωθείημεν πολυειδῶν συμπτωμάτων καὶ γαλήνης τύχοιμεν τῇ προμηθείᾳ σου.

Θεοτοκίον.
Ἡ τὴν ἄστεκτον φύσιν, σωματικῶς τέξασα, φλέξον τῶν παθῶν μου τὴν ὕλην τὴν εὐκατάπρηστον, ζωῆς τῷ ἄνθρακι, τοῦ παρελθόντος ἀφλέκτως, ἐξ ἁγνῶν αἰμάτων σου, Παρθένε ἄχραντε.

Διάσωσον μεγαλομάρτυς Ἀρτέμιε τοὺς σοὺς δούλους, ἐκ παντοίων ἀσθενειῶν καὶ κακώσεων, ῥῶσιν παρέχων τοῖς χρήζουσι τὴν κατ᾽ ἄμφω.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς καὶ πρέσβυς δραστικώτατος, ἡμῶν πρὸς Θεὸν ὑπάρχων ὦ Ἀρτέμιε, διαπαντὸς διάσωζε, ἐκ ποικίλων κινδύνων καὶ θλίψεων τοὺς ἐπιβοωμένους ἐκ ψυχῆς τὴν σὴν Χριστομίμητον χρηστότητα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μαρτυρίου τὸν δίαυλον εὐκλεῶς ἀνύσας μάρτυς Ἀρτέμιε, πρὸς ὁδὸν εὐθεῖαν ἴθυνον θείων ἐνταλμάτων τὰς ψυχὰς ἡμῶν.

Ἀσθενοῦσι τὴν ἴασιν, καὶ τοῖς θλιβομένοις τὴν ἀγαλλίασιν, καὶ τοῖς πᾶσι τὴν σὴν εὔνοιαν, πάρεχε πλουσίως ὦ Ἀρτέμιε.

Συμπαθείᾳ κινούμενος, πανταχοῦ προφθάνεις τοὺς προσφωνοῦντας σε, καὶ παρέχεις τὰ αἰτήματα, πρὸς σωτηρίαν ὦ Ἀρτέμιε.

Θεοτοκίον.
Διαυγὴς καὶ ὑπέρλαμπρος, καὶ θεαυγεστάτη λυχνία ἔμψυχε, τὴν ψυχήν μου καταλάμπρυνον, τὴν ἐσκοτισμένην Μητροπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἰασαι ἡμῶν τῶν σωμάτων τὰ νοσήματα, καὶ ψυχῶν τὰς ἀῤῥωστίας τὰς δεινάς, τῇ Θεόθεν σοι δοθείσῃ Μάρτυς χάριτι.

Ἄγρυπνον φρουρὸν καὶ θερμόν σε ἀντιλήπτορα, κεκτήμενοι ὦ Ἀρτέμιε σοφέ, διὰ σοῦ πάσης ἀνάγκης ἐκλυτρούμεθα.

Φύλαττε ἡμῶν ἀστασίαστον Ἀρτέμιε, τὴν ζωὴν ἐκ τῶν σκανδάλων τοῦ ἐχθροῦ, ἐν εἰρήνῃ κυβερνῶν ἡμᾶς πρὸς Κύριον.

Θεοτοκίον.
Ὕπερθεν Ἁγνή, μὴ ἐλλείπης ἐποπτεύουσα, τοὺς ἀεὶ προσατενίζοντας θερμῶς τῇ στεῤῥᾷ ἐπισκοπῇ τῆς βοηθείας σου.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Λεόντων με, νοητῶν τοῖς δήγμασι, τὴν ψυχὴν τραυματισθέντα δολίως, καὶ ἐταζόμενον σώματος νόσοις, καὶ τὴν ζωὴν ἐν ὀδύνῃ ἀνυόντα, σὺ ἐπιστὰς ὦ Ἀθλητά, τῶν παρόντων δεινῶν με ἀπάλλαξον.

Ἀκύμαντον εὑρηκότες ὅρμον σε, οἱ στροβούμενοι θαλάσση τοῦ βίου, καὶ κυματούμενοι ζάλη τοῦ κόσμου, ἀπὸ ψυχῆς σοὶ βοῶμεν Ἀρτέμιε· κυβέρνησον ἡμᾶς σοφέ, πρὸς γαλήνην τελείαν καὶ ἄκλυστον.

Τὰ πάθη μου, τὰ πολλὰ θεράπευσον, ἀοράτῳ σου ῥοπῇ ζωηφόρῳ, καὶ τῆς ἀθλίας ψυχῆς μου τὸν πόνον, εἰς ἀληθῆ εὐφροσύνην μετάβαλε, Μεγαλομάρτυς τοῦ Χριστοῦ, ἀθλοφόρων ἀκρότης Ἀρτέμιε.

Θεοτοκίον.
Τὰς ἕξεις μου, τῆς καρδίας ἔκτιλλον, καὶ τὰς χείρω ἀκρατεῖς συνηθείας, δι᾿ ὧν πρὸς πράξεις ἀτόπους Παρθένε καὶ μὴ βουλόμενος οἴμοι! καθελκύομαι, καὶ φόβον τὸν ζωοποιόν, τῇ ψυχῇ μου εἰς τέλος ἐμφύτευσον.

Διάσωσον μεγαλομάρτυς Ἀρτέμιε τοὺς σοὺς δούλους, ἐκ παντοίων ἀσθενειῶν καὶ κακώσεων, ῥῶσιν παρέχων τοῖς χρήζουσι τὴν κατ᾽ ἄμφω.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προμηθείᾳ, τῆς μαρτυρκῆς εὐκληρίας σου, καὶ πρεσβείᾳ τῆς πρὸς τὸν Θεὸν παῤῥησίας σου, μὴ ελλείπης ὦ Ἀθλητὰ προΐστασθαι ἡμῶν, ἀλλὰ πάντοτε ἐν λυπηροῖς, γενοῖ βοήθεια ἡμῖν τοῖς πιστῶς ἐκβοῶσί σοι· θλίψεων ἐνεστώτων, καὶ πόνων ἐπερχομένων, ἀτρώτους φύλαττε ἡμᾶς θεοδόξαστε Ἀρτέμιε.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.
Στίχος. Θαυμαστὸς ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. 15: 15, 17-27, 16:1-2)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν· Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πλήρης ἀγαθότητος, καὶ ἱλαρότητος πέλων, ὡς τοῦ Λόγου σύμφυτος, τοῦ σὲ μεγαλύναντος, ἐν τοῖς πέρασι, συμπαθῶς οἴκτειρον, τοὺς τετρυχωμένους, τοῖς ποικίλοις παραπτώμασιν· ὅτι ἐν δάκρυσι, τῇ μεσιτείᾳ προσήλθομεν, ζητοῦντές σου τὸ ἔλεος, καὶ ὁλοκαρδίως βοῶντές σοι· Μάρτυς ἀθλοφόρε, Ἀρτέμιε θεράπων τοῦ Χριστοῦ, πλήρου ἡμῶν τὰ αἰτήματα καὶ πᾶσιν ἐπάρκεσον.

Σῶσον ὁ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὀδυνώμενος σφόδρα, περιστάσεσι πλείσταις καὶ πειρασμῶν τῇ φορᾷ τὴν σὴν ἐπιστασίαν, πρὸς λύτρωσιν τελείαν, ἐξαιτοῦμαι Ἀρτέμιε, ἣν μοι παράσχου σοφέ, ῥυθμίζω τὴν ζωήν μου.

Ἰαμάτων τὴν χάριν, χαρισμάτων τὴν δρόσον καὶ δωρεῶν παροχήν, πηγάζων θεοσδότως, εὐφραίνεις τε καὶ θάλπεις καὶ ἰᾶσαι τοὺς κράζοντας· σὲ ἀνυμνοῦμεν ἀεί, Ἀρτέμιε τρισμάκαρ.

Συμφορῶν πολυστόνων, ὀδυνῶν πολυπόνων πολυειδῶν ἀναγκῶν, κινδύνων ψυχοφθόρων, σκανδάλων πολυτρόπων, καὶ ποικίλων συμπτώσεων, φρούρει ἡμᾶς ἀσινεῖς, Ἀρτέμιε τρισμάκαρ.

Θεοτοκίον.
Γαλήνην καὶ εἰρήνην καὶ ὁμόνοιαν πλήρη καὶ συνοχὴν ψυχικήν, παράσχου Θεοτόκε τοῖς πίστει τῷ Υἰῷ σου, ἐκβοῶσι καὶ λέγουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐντεροκήλης, σε ἀληθὴ ἰατῆρα, ἐπιστάμενος Ἀρτέμιε βοῶ σοι· ῥῦσαί με τῆς ταύτης, ὀδύνης τε καὶ βλάβης.

Ῥῶσιν πλουσίαν, καὶ ζωοδώρητον χᾶριν, τῇ τοῦ Πνεύματος τερπνῇ ἐπισκιάσει, βλύζει ὁ Ναός σου, Ἀρτέμιε τοῖς πᾶσιν.

Ἄφεσιν αἴτει, πλημμελημάτων θεόθεν, καὶ βελτίωσιν ἠθῶν ἡμαρτημένων, τοῖς κεκτημένοις, Ἀρτέμιε προστάτην.

Θεοτοκίον.
Σωτηριώδη πρὸς τὸν Χριστὸν ὤφθης πύλη, Κόρη ἄγουσα πρὸς λῆξιν αἰωνίαν, ὡς ὑπερυψούντας, τάς θείας σου ὑψώσεις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλέῳ ὄμματί σου, ἴδε Ἀθλοφόρε, τοὺς τῷ σεπτῷ σου Ναῷ προσεδρεύοντας, καὶ τὴν σὴν χάριν παράσχου, τοῖς ἐξαιτοῦσί σε.

Μετόχους κοινωνίας, θείας ἐνεργείας, δι᾽ ἐναρέτου ζωῆς Μάρτυς ἔργασαι τοὺς ἀδιστάκτῳ καρδία σὲ μεγαλύνοντας.

Ὁδύνης ἀφορήτου, τῆς ἐντεροκήλης καὶ κοσμικῶν με σκανδάλων καὶ θλίψεων τὸν σὲ ποθοῦντα Ἀρτέμιε διαφύλαττε.

Θεοτοκίον.
Ὑψίστου Βασιλέως ἔκλαμπρε καθέδρα τῆς νοερᾶς με αἰσθήσεως ἔργασαι, ἔμψυχον θρόνον Παρθένε θεοχαρίτωτε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῆς Ἔκκλησίας, ὑποβάθρα θεοπαγής, χαίροις ὁ πηγάζων, χαρίτων θεῖα ῥεῖθρα, Ἀρτέμιε τρισμάκαρ ἡμῶν βοήθεια.

Δόξαν ὑπατείας ὑπεριδών, πρὸς ὕπατον κλέος δι᾽ ἀγώνων μαρτυρικῶν, ἤρθης ἀριδήλως, λαμπρῶς ἀνδραγαθήσας, Ἀρτέμιε ὁπλῖτα Χριστοῦ πανθαύμαστε.

Λὁγοις σου σοφίας διατρανῶν, τῆς θεοσεβείας, τὸ μυστήριον ἐμφανῶς, τὴν τοῦ παραβάτου, κατήσχυνας μανίαν, ἐν ἀηττήτοις ἔργοις, μάρτυς Ἀρτέμιε.

Χαίροις Ὀρθοδόξων ὁ βοηθὸς χαίροις τῶν θαυμάτων, συμπαθέστατος χορηγός· χαίροις τῶν πασχόντων, τερπνὴν παρηγορία, Ἀρτέμιε θεόφρων, Ἀγγέλων σύμφυτε.

Τῆς ἐντεροκήλης τῶν ὀδυνῶν, ἰατὴρ ὑπάρχων ὡς φιλάγαθος ἀληθῶς, ῥῦσαί με τῆς ταύτης ἀνάγκης Ἀθλοφόρε, ὑγιείαν μοι βραβεύων και ἀπολύτρωσιν.

Θρόνῳ παριστάμενος τοῦ Χριστοῦ, μὴ παύσῃ ἐκεῖθεν ἐποπτεύων καὶ ἐφορῶν τοὺς ἐν τῷ σεπτῷ σου, Τεμένι προσιόντας, καὶ σὲ ὑμνολογοῦντας μάρτυς Ἀρτέμιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιαν. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὑσεβείας τοῖς τρόποις καλλωπιζόμενος, ἀθλητικῆς ἀγλαΐας ὥφθης σοφὲ κοινωνός, πρὸς ἀγῶνας ἀνδρικοὺς παραταξάμενος, ὅθεν ὡς λύχνος φωταυγής, τῶν χαρίτων τὰς βολάς, ἐκλάμπεις τῇ οἰκουμένῃ, Ἀρτέμιε ἀθλοφόρε, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων τὰς αἰτήσεις καὶ φωνάς, τῶν εἰλικρινῶς προσιόντων τῇ προστασίᾳ σου, πρόσδεξαι καὶ πλήρωσον μάρτυς Ἀρτέμιε, ἀναγκῶν ἐξαιρούμενος, καὶ νόσων παντοίων καὶ ποικίλων θλίψεων ἡμᾶς ἑκάστοτε, ὅπως ὡς θερμόν σε προστάτην, καὶ θεοειδῆ προμηθέα, ἐν παντὶ καὶ πάσῃ μακαρίζωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Λύτρωσαι Ἀρτέμιε πάσης ἀνάγκης
Γεράσιμον πλέξαντα τόν δε σοὶ ὕμνον.

Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Αρτέμιο

Ἔκδοσις Ἱ. Κελλίου Ἁγ. Ἀρτεμίου, Σκήτη Ἁγίας Ἄννης, Ἅγιο Ὄρος, 2005

†Εορτάζεται στις 20 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Kαὶ τὰ ἐξῆς τροπάρια·

Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Ποικίλαις βασάνοις ἐναθλήσας μακάριε, ὡς στεῤῥῶς ἀδάμας τὸν Παραβάτην κατήσχυνας· καὶ γὰρ ἐν πέτρᾳ μεγίστῃ πιεσθείς, διὰ τὴν πέτραν Χριστὸν καὶ αἰκισθείς, στέφος ἐδέξω τοῦ μαρτυρίου, Μεγαλομάρτυς Ἀρτέμιε· δόξα τῷ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τῶν αἱμάτων τῷ λύθρῳ ἐπισταζόμενος, τῷ Κυρίῳ παρέστης Μάρτυς Ἀρτέμιε, ὃν ἱκέτευε ἀεὶ κατοικτειρῆσαί με, τὸν ἀτόποις λογισμοῖς, καὶ ἐργασίαις πονηραῖς, ἀφρόνως κατεγνωσμένον, ἵνα πιστῶς εὐφημῶ σε, τῇ προστασίᾳ σου φρουρούμενος.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανὼν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Πολλοῖς συνεχόμενοις πειρασμοῖς, καὶ σοὶ προσιόντα, ἐλευθέρωσον Ἀθλητά, ἐμὲ τὸν ἱκέτην σου τῆς τούτων, ἐκδυσωπῶ τυραννίδος Ἀρτέμιε.

Παθῶν με ἐκύκλωσαν προσβολαί, Ἀρτέμιε μάκαρ, καὶ κινδύνων ἐπαγωγαί, λύτρωσαί με τούτων τάχος κράζω, σαῖς πρὸς Θεὸν εὐπροσδέκτοις δεήσεσι.

Νοσοῦντα με πάθεσι χαλεποῖς, τὸν ἄθλιον μάκαρ, τῷ φαρμάκῳ τῶν πρεσβειῶν, ἴασαι Ἀρτέμιε νοσούντων, ὁ ἰατρὸς δυσωπῶ ὁ ὀξύτατος.

Θεοτοκίον.
Σωτῆρα τεκοῦσά σε καὶ Θεόν, δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγω ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Προστασίαις σου θείαις, τῶν ἀλγεινῶν ῥῦσαί με, τῶν ἐν παιδογόνοις μορίοις, Μάρτυς Ἀρτέμιε· καὶ γὰρ σὲ κέκτημαι, μετὰ Θεὸν σωτηρίαν, ὁ θερμῶς τῇ σκέπῃ σου, προσφεύγων πάντοτε.

Ἱκετεύω σε πόθῳ, τὴν ψυχικὴν κάκωσιν, καὶ τὰς τῆς σαρκὸς ἀσθενείας μου ἐξιάσασθαι· σὺ γὰρ ἐκήρυξας, τόν ἀσθενείας τοῦ κόσμου, εὐσπλαγχίᾳ ἄραντα, Χριστὸν Ἀρτέμιε.

Χαλεπαῖς ἀῤῥωστίαις καὶ λυπηροῖς πάθεσι, ὅλον με κακῶς Ἀθλοφόρε, κατατρυχόμενον, ταῖς πρὸς τὸν Κύριον, σαῖς ἀκοιμήτοις πρεσβείαις, ἴασαι Ἀρτέμιε, ὅπως γεραίρω σε.

Θεοτοκίον.
Εὐεργέτην τεκοῦσα τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύι, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς πίστει σοὶ προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, Ἀρτέμιε ὡς πρὸς Θεὸν ἡμῶν πρέσβυν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Πρεσβείαν τὴν σὴν ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦμεν ἀεὶ οἱ πίστει σοι προσφεύγοντες, ἐκτενῶς βοῶντές σοι ἀθλοφόρε Ἀρτέμιε, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ταῖς θείαις πρεσβείαις σου πρὸς Κύριον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τὸν βόρβορον, καὶ κηλῖδας πάσας σὺ ἀπομάκρυνον, θεραπεύσας ταῖς πρὸς Κύριον, εὐπροσδέκτοις Μάρτυς ἱκεσίαις σου.

Ἀπολαύοντες πάντοτε, τῶν θαυμάτων Μάρτυς τῶν τῆς εἰκόνος σου, προϊόντων τὸν χαρίσμασιν, ἀθανάτοις στέψαντα μεγαλύναντα.

Ἐπὶ κλίνης με κείμενον, συμφορῶν παντοίων μάκαρ ἀνάστησον, ταῖς πρὸς Κύριον πρεσβείαις σου, τὸν τεταρταῖον Λάζαρον  ἐγείραντα.

Θεοτοκίον.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν Εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων τῶν ὑμνούντων σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον ἡμῶν, τὰς καρδίας θείας χάριτος, ταῖς πρὸς τὸν Κτίστην ἱκεσίαις σου, τῶν προσιόντων τῷ ναῷ σου ἀξιάγαστε.

Λύτρωσαι ἡμᾶς, ἱκεσίαις σου Ἀρτέμιε, λοιμοῦ λιμοῦ παντοίας θλίψεως, καὶ ἀῤῥωστίας, ὅπως εὐφημοῦμέν σε.

Ἴασαι ψυχῶν, καὶ σωμάτων πάθη πάμπολλα, ἀξιοθαύμαστε Ἀρτέμιε, τῶν νῦν προσκυνοῦντων τῷ σεπτῷ ναῷ σου μετὰ πίστεως.

Θεοτοκίον.
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Θανάτου, καὶ συμφορῶν ἀπάλλαξον, κοσμικῶν καὶ ἀλγηδόνας παντοίων, τοὺς τῷ ναῷ τῷ πανσέπτῳ σου Μάρτυς, ἐν κατανύξει ψυχῆς προσιοῦσι νῦν, πάσης νόσου χαλεπῆς, καὶ δεινῶν συνεχῶν περιστάσεων.

Ὡς ὅπλον νῦν, ἐν κινδύνοις πάντοτε, τὴν πρεσβείαν σου πλουτοῦντες παμμάκαρ, τῶν λυπηρῶν ἐκλυτρούμεθα τάχος, καὶ σὲ σωτήρα καὶ ῥύστην Ἀρτέμιε, κηρύττομεν μετὰ Θεόν, ἐκ ψυχῆς ὀνομάζοντες μέγιστον.

Ἐν κλίνῃ, τῶν νοσημάτων πάντοτε, κατακείμενος Ἀρτέμιε Μάρτυς, παρακαλῶ ἀπ’ ἐμοῦ τὴν σεπτήν σου, μὴ ἀντανέλης ἀντίληψιν ἔνδοξε, ἀλλ’ ἐπίβλεψόν με συμπαθῶς, καὶ λοιμώδους νοσήματος λύτρωσαι.

Θεοτοκίον.
Προστάτιν σε, τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην Παρθένε, τῶν πειρασμῶν, διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διὰ παντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς πίστει σοὶ προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, Ἀρτέμιε ὡς πρὸς Θεὸν ἡμῶν πρέσβυν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ὡς Μαρτύρων τὸ ὑπέρκαλλες ἐγκαλλώπισμα, ὁ Χριστὸς ἀκηράτοις στεφάνοις σὲ ἔστεψε, ὡς νοσούντων δὲ ἀκέστορα ἀνέδειξε,  θεραπεύων τὰ πάθη τοῦ σώματος· διὸ καὶ ἡμῶν τοῖς σοὶ προστρέχουσι, κούφισον τὰς ὀδύνας, ἰώμενος πάντα πόνον, καὶ τὰς δεινὰς ἐπιφοράς, θαυματόβρυτε Ἀρτέμιε.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιε΄ 17 – στ΄ 2, 17 – στ΄ 2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.  Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.  Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.  Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν.   Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.  Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.  Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ.  Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Οὐδεὶς προστρέχων

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, Ἀρτέμιε Μεγαλομάρτυς, ἀλλ’ αιτείται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, παρὰ Θεοῦ ταῖς ἱκεσίαις σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θελητὴν τοῦ ἐλέους, ἐν σταδίῳ τυράννων ἐκήρυξας Ἅγιε, Χριστὸν τὸν Ζωοδότην, ὦ πάντων ὑπερεύχου, τῶν ἐν πίστει βοώντων σοι· ἐξ ἀναγκῶν χαλεπῶν, Ἀθλητὰ ἡμᾶς ῥῦσαι.

Σωμάτων ἰατήρα, καὶ ψυχῶν πρεσβευτήν σε, πάντες κεκτήμεθα, Ἀρτέμιε τρισμάκαρ, διάσωσον οὖν πάντας, τοὺς Θεῷ ἀνακράζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θησαυρόν σε πλουτοῦμεν, ἰαμάτων ὡς ἔχεις πηγὴν Ἀρτέμιε, καὶ πύργον ἀσφαλείας, ψυχῶν τε σωτηρίαν, οἱ ἐν πίστει κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Θησαυρὸν σωτηρίας καὶ πηγὴν ἀφθαρσίας τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Τοὺς προσφοιτῶντας, τῷ σῷ πανσέπτῳ νῦν οἴκῳ, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσου τε παντοίας, Ἀρτέμιε τρισμάκαρ.

Τῶν πειρασμῶν, τῶν πολυειδῶν λύτρωσαί με, σαῖς πρεσβείαις πρὸς τὸν πάντων Δεσπότην, πάντων Ἀθλοφόρων, Ἀρτέμιε ἡ δόξα.

Τῶν νοσημάτων, σὺ ἰατρεῖα ταχεῖα, ἀνεδείχθης Μάρτυς τοῖς ὑμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Τὰς ἀσθενείας μου, τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς οδύνας Παρθένε, ἵνα σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοὴν μου τῶν δακρύων, πρόσδεξαι ἐκ πόθου, ἐκπεμπομένην καὶ πάντα τὸν βόρβαρον, τῶν νοσημάτων πλῦνον, μάρτυς Ἀρτέμιε.

Χαρὰς αἰωνιζούσης, Μάρτυς σὺν Ἀγγέλοις, ἐπιπολαύων νῦν διασκέδασον, τὴν ἀθυμίαν τῶν νόσων ἡμῶν καὶ θλίψεων.

Ὁ ναός σου Μάρτυς, ἰατρεῖον πέλει πνευματικόν, ἐν αὐτῷ γὰρ προσφεύγοντες, τῶν ψυχικῶν ἀλγηδόνων ἀπολυτρούμεθα.

Θεοτοκίον.
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη καὶ ἀγαλλίαμα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν ἐν Ἀθλοφόροις θαυματουργόν, καὶ τὸν ἐν ἀνάγκαις ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ὁπλίτην, καὶ μάρτυρα Κυρίου, Ἀρτέμιον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἀρτέμιον πάντες, τῶν Μαρτύρων τὴν καλλονήν, τῶν ὑπὲρ ἁπάντων, πρεσβεύοντα Κυρίῳ, τῶν ἐκτελούντων πίστει, αὐτοῦ τὴν ἄθλησιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων προστατεύεις Ἀθλητά, τῶν ἀσπαζομένων ἐν πίστει, εἰκόνα θείαν τὴν σήν, καὶ ἐν κατανύξει σε ἱκετευόντων ἀεί, Ἀθλοφόρε Ἀρτέμιε, λιταῖς σου ταῖς θείαις, παῦσον τὸ κλυδώνιον τὸ καθ’ ἡμῶν καὶ δεινῶν, ῥῦσαι καὶ πυρὸς τοὺς σοὺς δούλους, καὶ τῆς οὐρανῶν Βασιλείας, ἐν μεθέξει ποίησον δεόμεθα.