Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Αθανάσιον Επίσκοπον Χριστιανουπόλεως
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 17 Μαΐου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὀ ὐψωθείς ἐν τὠ Σταυρῶ.
Τὴς ἀθανάτου μετασχῶς εὐκληρίας, ὠς Ἰεράρχης Ἀθανάσιε θείος, καὶ τοῦ Χριστοῦ θεράπων δοκιμῶτατος, πρέσβευε δεόμεθα τῷ Δεσπότη τῶν ὄλων, πᾶσης ἠμᾶς ρῦεσθαι συμφοράς, καὶ ανάγκης, καὶ πολυτρόπων Πάτερ πειρασμῶν, καὶ τῶν πταισμάτων, συγχῶρησιν λάβωμεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀθανάσιε χάριν μοι δίδου. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀθάνατον εύκλειαν καὶ ζωήν, εῦρων Ἰεράρχα, καθικέτευε ἐκτενῶς, θανάτου ῥυσθῆναι ἀμαρτίας, τοῦς σὲ τιμῶντας σοφέ Ἀθανάσιε.
Θεράπων Κυρίου θεοειδής, πέλων Ἰεράρχα, τῇ ὀσία σου βιοτή, αὐτόν Ἀθανάσιε δυσώπει, ρῦεσθαι πᾶσης ἠμᾶς περιστάσεως.
Ἀγγέλων συνόμιλος γενονῶς, ἀμέμπτως βιῶσας, Ἀθανάσιε ιερέ, δαιμόνων ἄπασης ἐπηρείας, ῥύου ἠμᾶς τῇ θερμή προστασία σου.
Θεοτοκίον.
Ναός φωτοστόλιστος καὶ λαμπρός, τοῦ πάντων Δεσπότου, ἐχρημάτισας ἀληθῶς, Κεχαριτωμένη Θεοτόκε, αὐτόν τεκούσα ἀτρέπτως ἐν σῶματι.
ᾨδὴ γ΄. Ουρανίας αψίδος.
Απὸ πᾶσης ἀνάγκης, καὶ πειρασμῶν Ἅγιε, καὶ επηρειῶν πολυτρόπων, τοῦ πολεμήτορος ἀτρώτους φύλαττε, ταῖς ιεραῖς σου πρεσβείαις, πάτερ Ἀθανάσιε, τοὺς σε γεραίροντας.
Συσχεθείς ἀμαρτῖαις, καὶ ῥυπαροίς πᾶθεσι, πλήθει συμφορῶν καὶ κινδύνων, ἤδη ἐτάζομαι· διὸ προστρέχω σοι, καὶ ἐκβοῶ ἐκ καρδίας, πάτερ Ἀθανάσιε τούτων με λύτρωσαι.
Ἰλασμόν ἠμῖν αίτει, καὶ τῶν παθῶν ἴασιν, καὶ πλημμελημάτων παντοίων, τὴν ἀπολύτρωσιν, τοῖς καταφεύγουσι, τῇ σῇ θερμή ἀντιλήψει, πάτερ Ἀθανάσιε, Ἀγγέλων σύσκηνε.
Θεοτοκίον.
Ἐξ ἀγνῶν σου αιμάτων, ὸ του παντός αἴτιος, σάρκα προσλαβῶν ἀσυγχύτως, δι’ ἀγαθότητα, παρθένε Ἄχραντε, διπλοῦς ἐκ σου κόσμω ὤφθη, καὶ ἠμᾶς ἐῤῥύσατο, τὴς κατακρίσεως.
Διάσωσον, ἠμᾶς ἐκ πᾶσης ἀνάγκης καὶ ἐπηρείας Ἰεράρχα θαυματουργέ Ἀθανάσιε, τοῦς προσιόντας τῇ θεία σου προστασία.
Ἐπίβλεψον, ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, επὶ τὴν ἐμήν χαλεπήν τοῦ σῶματος κάκωσιν καὶ ἴασαι τὴς ψυχὴς μου το ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή
Πρεσβεία τῇ σῇ ἐν πίστει καταφεύγοντες, παθῶν χαλεπῶν, λαμβάνομεν τὴν ἴασιν, παμμάκαρ Ἀθανάσιε, τῶν Ἀγίων Ἀγγέλων συνόμιλε· σὺ γὰρ παρέχεις ἀπαύστως ἠμῖν, ταῖς σαῖς ἰκεσίαις χάριν ἄφθονον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Χριστόν Πάτερ ἰκέτευε, πᾶσης δυσχέρειας ἠμᾶς λυτρῶσασθαι, Ἀθανάσιε μακάριε, τοῦς εἰλικρινῶς σε μακαρίζοντας.
Ἀσθενῶν ἰατήριον, καὶ παραμυθία ἠμῶν ἐν θλίψεσιν, Ἀθανάσιε μακάριε, γένοιτο ὴ θείᾳ σου ἀντίληψις.
Ῥῶσιν βλύζει ἐκάστοτε, ἡ τῶν σῶν λειψάνων σορός μυρίπνοος, Ἀθανάσιε τοῖς σπεύδουσι, πρὸς τὴν ταχυτάτην σου βοήθειαν.
Θεοτοκίον.
Ἴασαί μου τὸν καύσωνα, τὴς ψυχής τῇ δρόσω τὴς σὴς χρηστότητος, Θεοτόκε ἀειπάρθενε, τῶν ἀπηλπισμένων παραμύθιον.
ᾨδὴ ε΄. Φῶτισον ἠμᾶς.
Νέκρωσον ἐχθροῦ, καθ’ ἠμῶν πικρά βουλεύματα, Ἀθανάσιε τῇ σῇ ἐπισκοπή, καὶ ειρήνην ἠμῖν αῖτησαι δεόμεθα.
Μέγας ἀρωγός, ἐν ἐσχάτοις χρόνοις πέφηνας, Ὀρθοδόξων Ἀθανάσιε σοφέ, δια τοῦτο τῇ σῇ χάριτι προστρέχομεν.
Ὄμβρησον ἠμῖν, Ἀθανάσιε Πατήρ ἠμῶν εὐσπλαγχνίας θεϊκής ἐπιῤῥοάς, ταῖς θερμαῖς σου ἰκεσίαις πρὸς τον Κύριον.
Θεοτοκίον.
Ἴθυνον ἠμᾶς, Θεοτόκε ἀειπάρθενε, πρὸς ὁδὸν τῶν ἐνταλμάτων του Χριστοῦ, ἵνα λάβωμεν πταισμάτων τὴν συγχῶρησιν.
ᾨδὴ στ΄. Την δέησιν.
Δοχείον, τοῦ Παρακλήτου ἐδείχθης, Ἀθανάσιε λαμπρότητι βίου· ὄθεν θαυμάτων ἐδέξω τὴν χάριν, ὠς τῶν Ἁγίων τῶν πάλαι ἰσότιμος· μεθ’ ὠν δυσῶπει ἐκτενῶς, ἠμῖν δούναι πταισμάτων συγχῶρησιν.
Ἰάσεις, καὶ θαυμαστήν εὐωδίαν, ὴ ἀγία σου σορός ἀναβλύζει, τῇ θεϊκή χορηγία θεόφρον, καὶ ἀπελαύνει ακάθαρτα πνεύματα, καὶ δυσωδίαν τῶν παθῶν, καὶ ευφραίνει ἠμῶν τὴν διάνοιαν.
Δυνάμει, του Παρακλήτου τῇ θεία, τῶν θαυμάτων ἀναβλύζων τὴν χάριν, θαυματουργέ Ἀθανάσιε πάτερ, πιστῶν πληροῖς συμπαθῶς ἄπαν αίτημα· διὸ κηρύττομεν ἀεί, τὴν θερμήν πρὸς ἠμᾶς σου βοήθειαν.
Θεοτοκίον.
Πάντων, δημιουργός καὶ Δεσπότης, σαρκωθείς ἐκ τῶν ἀγνῶν σου αἰμάτων, σε ἀνωτέραν ἀνέδειξε πάντων, καὶ τῶν Ἀγγέλων βασίλισσαν Πάναγνε· διὸ ἀνύψωσον κἀμέ, ἐκ φθοράς πρὸς ζωήν τὴν ἐνάρετον.
Διάσωσον, ἠμᾶς ἐκ πᾶσης ἀνάγκης καὶ ἐπηρείας, Ἰεράρχα θαυματουργέ Ἀθανάσιε, τοὺς προσιόντας τῇ θείᾳ σου προστασία.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἰμάτων σου.
Ὡς Ἰεράρχης Χριστοῦ ἐνθεώτατος, καὶ πρὸς αὐτόν ἠμῶν πρέσβυς θερμότατος, σοφέ Ἀθανάσιε Ὄσιε, πάσης φθοράς καὶ ἀνάγκης ἀπάλλατε, τοῦς σπεύδοντας Πάτερ τῇ σκέπη σου.
Προκείμενον.
Οι Ἰερείς σου Κύριε ἐνδύσονται…
Στίχος. Μακάριος ἀνήρ ο φοβούμενος τον Κύριον…
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ιωάννην
(Κεφ. ι’ 1-9).
Είπεν ὸ Κύριος πρὸς τοῦς ἐληλυθότας πρὸς αυτόν Ἰουδαίους. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα.
Ταῖς τοῦ Ἰεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄστρον ὠς νεόφωτον, τῇ τοῦ Χριστοῦ Ἐκκλησία πάτερ Ἀθανάσιε, ἐν ἐσχάτοις ἔτεσιν ἀνατέταλκας, καὶ πληροίς ἄπαντας, φωτισμοῦ αῦλου· διὰ τούτο σου δεόμεθα, παθῶν ζοφῶσεως, καὶ ἐπηρειών τοῦ ἀλάστορος, καὶ πειρασμῶν καὶ θλίψεων, καὶ πολυειδῶν περιστάσεων, φύλαττε ἀτρώτους, ἠμᾶς τοὺς προσιόντας σοὶ πιστῶς, καὶ τῶν πταισμάτων συγχώρησιν, αἴτει ἠμῖν Ἄγιε.
Σῶσον, ὸ Θεός, τὸν λαόν σου ….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπέρ πάντων δυσώπει, τῶν πιστῶς προσιόντων τῇ θεία λάρνακι, τῶν θείων σου λειψάνων, καὶ ευλαβῶς αἰτούντων, ἰερέ Ἀθανάσιε, τὴν σὴν θερμήν ἀρωγήν, καὶ θείαν προστασίαν.
Γεωργείν ἠμῖν δίδου, τὸν σωτήριον φόβον δύναμιν ἄνωθεν, ὠς ἀν ἐν εὐσεβεία, βιοῦντες ἐναρέτως, Ἀθανάσιε ψάλωμεν· ὁ των Πατέρων ἠμῶν, Θεός εὐλογητός εἷ.
Ἐκ πικρῶν σὐμπτωμάτων, καὶ ποικίλων κινδῦνων, πόνων καὶ θλίψεων, καὶ πάσης δυσπραγίας, ἀπήμονας συντήρει, Ἀθανάσιε Ὀσιε, τοὺς προσιόντας θερμῶς, ταῖς σαῖς πρεσβείαις Πάτερ.
Θεοτοκίον.
Ῥὐπωθείς τῇ κακία, ἐδουλῶθην Παρθένε τοῖς παραπτῶμασιν ἀλλά τῇ σῇ πρεσβεία, προστρέχω καὶ βοῶ σοι, τὴς παρούσης με θλίψεως, ἀπάλλαξόν με Ἁγνή, τὸν ταπεινόν σου δούλον.
ᾨδὴ η’. Τον Βασιλέα.
Ἀσθενημάτων, καὶ πᾶσης ἄλλης ανάγκης, Ἀθανάσιε ἀτρώτους διατήρει, τοῦς ὐπερυψούντας, Χριστόν εἰς τοῦς αιώνας.
Σὲ Γορτυνία, ἔφορον θείον πλουτούσα, Ἀθανάσιε προστρέχει τῇ σορῷ σου, καὶ λαμβάνει Πᾶτερ, τῶν αὶτημάτων λῦσιν.
Ἴασαι Πάτερ, κατὰ ψυχήν τε καὶ σῶμα, τοὺς προσπίπτοντας τοῖς θείοις σου λειψάνοις, καὶ ἐξαιτουμένους, τὴν σὴν ἐπιστασίαν.
Θεοτοκίον.
Μήτηρ Κυρίου, καὶ ἀειπάρθενε Κόρη, τὴν ῥυπῶσαν μου ἀπόπλυνον καρδίαν, ρείθροις Θεοτόκε, τοῦ θείου σου ἐλέους.
ᾨδὴ θ΄. Κυρίως θεοτόκον.
Ὁ νέος ἐωσφόρος, Χριστοῦ τὴς Ἐκκλησίας, ἀθανασίας τῷ φέγγει καταύγαστον, ὠ Ἀθανάσιε πᾶτερ τοὺς σὲ γεραίροντας.
Ὑπέρτερον τὸν νοῦν μου, δείξον Ἰεράρχα, τὴς χαμαιζήλου ῥοπής τε καὶ σχέσεως, καὶ τούτον ὔψωσον Πάτερ πρὸς τὸν θείον ἔρωτα.
Ὑμνούντες σου τὸν βίον, Πάτερ σοι βοῶμεν, βιωτικῶν ἠμᾶς ῥύου στενῶσεων, καὶ καθοδηγεί πρὸς τρίβον ἠμᾶς σωτήριον.
Θεοτοκίον.
Ὑψίστου θείε θρόνε, Κἐχαριτωμένη, Ὑπεραγία παρθένε Πανῦμνητε, τὴς συνεχούσης ἀνάγκης με ἀπολύτρωσαι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖροις Ἀθανάσιε ἰερέ, τῶν πάλαι Ἀγίων, ὸ ἰσότιμος ἐν παντί, χαῖροις ὁ πηγάζων, θαυμάτων θείᾳ ρείθρα, τοῖς πίστει προσιούσι, τῇ προστασία σου.
Χρἰστιανουπόλεως ἰερός, ποιμενάρχης ὤφθης, Ἀθανάσιε ἀληθώς, καὶ καλῶς ποιμάνας, τὴν λογικήν σου ποίμνην, τὴς ἀθανάτου δόξης, χαῖρων ἠξίωσαι.
Χαῖρει ὴ Προδρόμου θεία Μονή, καὶ τὴς Γορτυνίας ἡ περίοικος ἐν Χριστῶ, σχοῦσα Ἰεράρχα, τα θείᾳ λείψανά σου, ἀγιασμού ἐστίαν, καὶ πᾶσης χάριτος.
Βρύει τῶν λειψάνων σου ἡ σορός, ὀσμήν οὐρανίαν, καὶ ιἄσεις παντοδαπάς, καὶ παρέχει πάσι, χαράν καὶ εὐφροσύνην, τοῖς σὲ ὐμνολογούσιν, ὧ Ἀθανάσιε.
Τῶν μελλόντων πᾶσι τρανῶς δηλοί, τὴν ἔκβασιν ὄντως, Ἀθανάσιε τῷ τριγμῶ, ἡ σεπτήῇ σορός σου, καὶ ἐξιστὰ τοὺς πάντας, τοῖς θαὐμασί σου Πᾶτερ, ἐν οἷς δεδόξασαι.
Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, οἷα Ἰεράρχης, θεοφόρε θεοειδής, πρέσβευε ἀπαύστως, ὐπέρ τῶν σε τιμῶντων, καὶ πόθω ἐξ αὶτούντων, τὴν σὴν ἀντίληψιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἠμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ παρόν Απολυτίκιον.Ἦχος α΄. Τὴς ἐρήμου πολίτης.
Θεαρέστως βιῶσας ποιμενάρχης θεόληπτος, Χριστιανουπόλεως ὤφθης ἰερέ Ἀθανάσιε· διὸ τῶν σῶν λειψάνων ἡ σορός, πηγάζει ἀληθῇ ἀγιασμόν, καὶ παρέχει πάσαν χάριν τοῖς εῦλαβῶς, προσπίπτουσι καὶ κράζουσι· δόξα τῷ σε δοξάσαντι Χριστῷ, δόξα τῷ σε θαυμαστῶσαντι, δόξα τῷ ἐνεργούντι διὰ σου, πᾶσιν ιἄματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ότε εκ του ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, τοῖς σοῖς μὐριπνόοις λειψάνοις, καὶ τῇ Εἰκόνι σου, πᾶτερ Ἀθανάσιε Ἀρχιερεύ του Χριστοῦ, πᾶσης ρῦσαι κακῶσεως, καὶ παθῶν παντοίων, καὶ ποικίλων θλίψεων, καὶ περιστάσεων, πᾶσιν εὐπραγίαν δε δίδου, τῇ σῇ πρὸς Χριστὸν μεσιτεία, καὶ πταισμάτων ἄφεσιν δεόμεθα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον.
Ἀθανάσιε τὴν Γερασίμου ταῦτην
Δέησιν δέξαι καὶ τοῦτω αἴτει χάριν.