Παρακλητικός Κανών εις τον Άγιο Διδάσκαλο Αθηναγόρα τον Απολογητή

Ποίημα Γεωργίου Γαλανοπούλου

†Εορτάζεται στις 24 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀθηναγόρου τὴν πανέορτον μνήμην, ὑμνολογήσωμεν πιστοὶ ἐκ καρδίας, ᾀσματικῶς γεραίροντας τοὺς ἄθλους αὐτοῦ, ἔνθεον βίον γεώργιον, ἀρετῶν πλουσίαν πληθύν, χάριτος αἰτούμενοι, φωτισμὸν διανοίας, καὶ ὕδατος κατάρδευσιν ψυχῆς, τῇ ἀθανάτῳ πηγῇ τῆς Θεότητος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σοφὸν Ἀθηναγόραν ᾄδω ἐνθέως. Γεωργίου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίαν μοι δίδου Τριὰς σεπτή, πρεσβείαις ἁγίου, τοῦ Χριστοῦ ὁμολογητοῦ, τοῦ Ἀθηναγόρου ὅπως μέλψω, ἔνθεον βίον, καὶ τούτου ἀθλήματα.

Ὀσμὴν εὐωδίας πνευματικῆς, σὴν στάλαξον μάκαρ, ἀνυμνῆσαι θεοπρεπῶς, νοός σου τὸν πλοῦτον τῆς σοφίας, καὶ ἀρετὰς σῆς ψυχῆς, ἅς μοι δώρησαι.

Φιλόπονον ἔργασαι δοῦλον σόν, Θεέ μου αὐξῆσαι, ἅ μοι δέδωκας τάλαντα, λιταῖς τοῦ σοφοῦ θεράποντός σου, Ἀθηναγόρου πρὸς θείαν ἀπόλαυσιν.

Θεοτοκίον.
Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Κόρη, ἁμαρτίας ἡ πρὸς ῥοπήν, κινοῦσα διάνοιαν τὴν φύσιν, ἀλλ’ εἰς χαράν τὴν πικρίαν μετάτρεψον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νικητὴν τροπαιοῦχον, τοῖς πειρασμοῖς δεῖξόν με, νοῦν μου ἀποκάθαρον σκότους, καὶ καταλάμπρυνον, τῶν ἀρετῶν τῷ φωτί, Ἀθηναγόρα θεόφρον, καὶ καρδίαν ἔμπλησον, εἰρήνης δέομαι.

Ἀδοκήτων κινδύνων, ἀσθενειῶν λύτρωσαι, ἡμᾶς θεῖε Ἀθηναγόρα, καὶ περιστάσεων, τοὺς καταφεύγοντας νῦν, σῇ ταχυνῇ προστασίᾳ, καὶ τὰς νόσους μάκρυνον, τῶν ἀνυμνούντων σε.

Θεοδώρητον χάριν, ἣν ἐκ Θεοῦ εἴληφας, ἀπολογητὰ θεοῤῥῆμον, πανευκλεέστατε, ταῖς σαῖς παράσχου λιταῖς, πρὸς ἰατρείαν νοσούντων, τοῦ σατᾶν ἀπέλασιν, καὶ πάσης θλίψεως.

Θεοτοκίον.
Ἡ ἀμφίστομος σπάθη, ἰατρικὸν βάλσαμον, τὸ ψυχῶν οὐλὰς ἐπουλῶνον, ὑπάρχεις Δέσποινα, κατὰ δαιμόνων ἡμᾶς, ἐπαπειλούντων ὀξέως· ὅθεν σβέσον τάχιστα, τούτων τοξεύματα.

Διάσωσον, Χριστὲ πρεσβείαις ἡμᾶς τοῦ Ἀθηναγόρου, νόσων βλάβης παντοδαπῶν κινδύνων καὶ θλίψεων, τοὺς ἔνδοξον τούτου, ᾄδοντας μνήμην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Βλαστὸν Ἀθηνῶν, θεόφυτον τιμήσωμεν, σοφὸν παιδευτήν, νεότητος καὶ ῥήτορα, τῆς εἱρκτῆς ἁρπάσαντα καταδίκους μέλλοντας θάνατον, εὑρεῖν ἀνόμως, λόγοις πειστικοῖς, ὃν ὥρᾳ τῆς δίκης, πρέσβυν ἕξωμεν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νεκρωθέντα με ζώωσον, ἐκ τῆς ἁμαρτίας θεοειδέστατε, καὶ μετάνοιαν μοι δώρησαι, τῆς σαρκὸς πραΰνων τὰ σκιρτήματα.

Ἀλγηδόνων ἐκλύτρωσαι, ὦ Ἀθηναγόρα τοὺς σὲ γεραίροντας, καὶ παράσχου ἱκεσίαις σου, λύσιν ὀφλημάτων πρὸς τὸν Εὔσπλαγχνον.

Γοερῶς ἀνακράζω σοι, ὦ Ἀθηναγόρα ὥρᾳ τῆς Κρίσεως, τῷ Δεσπότῃ δὸς παράκλησιν, ῥῦσαί με πυρὸς τοῦ αἰωνίζοντος.

Θεοτοκίον.
Ὀδυρμοὺς ἐκ τῶν θλίψεων, τῆς καρδίας λύπην ἡμῶν ἐκδίωξον, καὶ χαρᾶς Χριστοῦ καταύγασον, πάντας ὦ Ἁγνὴ τοὺς εὐφημοῦντάς σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥώμην καὶ ἰσχύν, κατὰ πολεμίων βράβευσον, τοῖς ἀνυμνοῦσί σε ψαλμοῖς ἱεροῖς, Ἀθηναγόρα, καὶ ὀφρὺν σατᾶν κατάβαλε.

Ἄνω εἰς Σιών, ἡμᾶς ἕλκυσον πανεύφημε, εὔσπλαγχνον Χριστὸν ἱκετεύων ἀεί, ἵνα εὐκλείας, τῆς ἀθανάτου μετάσχωμεν.

Νίκας κατ’ ἐχθρῶν, καὶ αἱρετιζόντων δώρησαι, καὶ ἀδίκου κατακρίσεως πιστούς, ῥῦσαι θεόφρον, παρακλήσεσι πρὸς Κύριον.

Θεοτοκίον.
ᾍδου τοῦ πικροῦ, ἵνα ῥύσῃ ἡμᾶς ᾤκησε, γαστρί σου Κόρη Θεὸς σωματικῶς, ὃν ἐκδυσώπει, τοῦ Παραδείσου εἰσάξασθαι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Δεδούλωκα, τὴν ψυχὴν ὡς ἄσωτος, ἀλλὰ κάθαρον παθῶν σαῖς πρεσβείαις, νόσων δεινῶν, πειρασμῶν με ὀδύνης, Ἀθηναγόρα κινδύνων καὶ θλίψεων, ἐκλύτρωσαι τὸν ψαλμικῶς, σὲ ὑμνοῦντα ἀπαύστως πανεύφημε.

Ὠμότητα, τῶν τυράννων ἤλεγξας, καὶ κριτῶν τὰς ἀδικίας θεόφρον, Χριστιανούς, εὐθαρσῶς καταδίκης, ἀπολυτρούμενος θείοις σου ῥήμασι· διὸ εὐμένισον Κριτήν, ἵν’ ἡμᾶς ῥύσῃ ὥρᾳ τῆς Κρίσεως.

Ἐπίχαρμα, ἐγενόμην δαίμοσιν, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι παθῶν, ἡ ψυχή ἐμολύνθη, καὶ ὡς ἰχθῦν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους βοῶ· Σῶτερ σῶσον λιταῖς σου θεράποντος.

Θεοτοκίον.
Νηστεύοντα, ἐκ παθῶν ἀξίωσον, καὶ δυνάμει σου ἐνίσχυσον Κόρη· ὅτι τροφός, γλυκασμὸς καὶ ἀγάπη, πιστῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· διὸ ὑμνοῦμέν σε Ἁγνή, προσκυνοῦντες τὸν ἄφραστον τόκον σου.

Διάσωσον, Χριστὲ πρεσβείαις ἡμᾶς τοῦ Ἀθηναγόρου, νόσων βλάβης παντοδαπῶν κινδύνων καὶ θλίψεων, τοὺς ἔνδοξον τούτου, ᾄδοντας μνήμην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία των Χριστιανῶν.
Ἀντιλήπτωρ τῶν Χριστιανῶν ἀξιάγαστε, καὶ προστάτης τῶν ἐν φυλακαῖς καὶ ἐν βήμασι, σὺ ἐδείχθης ἀδικούμενων ὑπερασπιστά, ῥυσάμενος τούτους ἐκ ποινῆς, θανατικῆς ῥήμασι σοῖς· διὸ νῦν σοὶ κραυγάζομεν· σπεῦσον Ἀθηναγόρα, καὶ λύτρωσαι καταδίκης, ταῖς σαῖς πρεσβείαις πρὸς Θεόν, ἡμᾶς ἐν ὥρᾳ τῆς κρίσεως.

Προκείμενον
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ Διδασκάλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοια.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ ἐάσῃς μόνον με, ἀδικουμένων προστάτα ἀξιοκατάκριτον, ὄντα καὶ πανάθλιον, ἁμαρτήμασιν ὥρᾳ τῆς Κρίσεως, δοῦν ἀπολογίαν, μηδεμίαν ἐξισχύοντα, οὐδὲ συνήγορον, ταῖς κατηγορίαις τότ’ ἔχοντα· πάρεσο ἐν δίκῃ, καὶ μνήσθητι Κριτοῦ ὑπὲρ ἐμοῦ, Ἀθηναγόρα θεόσοφε, ῥύσασθαι κολάσεως.

Οὐδεὶς προστρέχων εὐλαβῶς, ναῷ Κυρίου ἐπιστρέφει ἀνώφελος, ὦ ἔνδοξε Ἀθηναγόρα, ἀλλὰ χάριν λαμβάνει, ἣν Θεὸς σοὶ ἐβράβευσεν, ἀγώνων πόνοις σου μακάριε.

Μεταβολὴ τῶν κατακρίτων, ἀπαλλαγὴ ἀδικουμένων ἐν βήμασι θεοῤῥῆμον ὑπάρχων, ὡς Ἀλεξανδρεῖς ποτὲ σῶσας, ἡμᾶς λύτρωσαι ὀδύνης, καὶ τῆς πολεμίων καταισχύνης, φρουρῶν ἀεὶ πιστοὺς Χριστιανούς.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θεράπευσον τὰς νόσους, πληγὰς δ’ αἱμοῤῥοούσας, φίλτρῳ βαλσάμῳ τῷ σῷ, ἐπούλωσον ταχέως, ῥυόμενος κινδύνων, τοὺς τιμῶντας τὴν μνήμην σου, καὶ σὴν εἰκόνα σοφέ, πιστῶς ἀσπαζομένους.

Ἐχθρῶν ἐπαναστάσεις, ἀπιστούντων τὰ θράση, καὶ κακοδόξων ἰσχύν, κατάβαλε ἐννόμως, σοφὲ Ἀθηναγόρα, ἵνα χαίρωμεν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὰς Ἀθηναγόρα, σοὶ προσάγομεν πίστει, μετ’ εὐλαβείας πολλῆς, Ἀλεξανδρείας δόξα, ζητοῦντες ἐκ κινδύνων, ἵνα ῥύσῃς τοὺς ᾄδοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Σκηνὴ ἡγιασμένη, Πύλη πάγχρυσε, σκέπε τοὺς ἀνυμνοῦντας ᾠδαῖς, τὴν ἱερὰν μορφήν σου, καὶ σὲ ὁμολογοῦντας Θεοτόκον διάσωζε· σὺ γὰρ ἀσπόρως σαρκί, Θεὸν ἔτεκες Λόγον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γῆθεν ἀνῆλθε, πρὸς Παραδείσου σκηνώσεις, τοῦ ποθεῖν Θεόν, Πάτερ σὸν πνεῦμα, ὦ Ἀθηναγόρα· διὸ σὸν πόθον δός μοι.

Ἐλέους θείου, καὶ δωρεῶν ἔμπλησόν μοι, ταπεινῶς φρονεῖν Ἀθηναγόρα, ἵνα σοῦ γεραίρω, μακάριε τοὺς ἄθλους.

Ὦ Ἀθηναίων, δόξα λαμπρὰ σῶσον πάντας, ψαλμικῶς ἀπαύστως σὲ ὑμνοῦν τας, καὶ δοξολογοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Ῥῦσαι νοσοῦντας, τῶν οὐρανῶν Πλατυτέρα, γηγενῶν τ’ Ἁγνὴ ἁγιωτέρα, Μῆτερ τοῦ Ὑψίστου, καὶ σκέπε σοὺς οἰκέτας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γεώργησον καρδίας, πάντων θεοφόρε, Ἀθηναγόρα πρὸς οἴκημα τῶν ἀρετῶν, φωτὶ ἐνθέῳ, κινδύνων δ’ ἡμᾶς διάσῳζε.

Ἱκέτευε Σωτῆρα, ὅπως ψυχοκτόνων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς χαλεπῶν, Ἀθηναγόρα θεόσοφε, σαῖς δεήσεσιν.

Ὀρδὰς τῶν ἀλλοπίστων, πανένδοξε Πάτερ, ἐπαπειλοῦντας Ἑλλάδα ἐκδίωξον νῦν, καὶ εὐσεβῶν ὑπερμαχεῖ, τῶν ἀνυμνούντων σε.

Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοί, βλαστὸν Ἀθηναίων, τὸν διδάξαντα τὸν λαόν, τῆς Ἀλεξανδρείας Θεὸν ἀληθῆ σέβειν, σοφὸν Ἀθηναγόραν, θεῖον διδάσκαλον.

Δίδου νοσημάτων ἀπαλλαγήν, τοῖς σὲ εὐφημοῦσι, χαίροις Ἅγιε τοῦ Θεοῦ, ὦ Ἀθηναγόρα, λιταῖς σου πρὸς Σωτῆρα, αἷς χρώμενοι βαλσάμῳ, ὕμνοις σὲ μέλπομεν.

Μάκρυνον τὰς θλίψεις καὶ πειρασμούς, σὲ παρακαλοῦμεν, θεοῤῥῆμον Πατὴρ ἡμῶν, οἱ ἐν κατακρίσει, ὑπάρχοντες δικαίᾳ, καὶ δὸς ἐν μετανοίᾳ, διάγειν πάντοτε.

Ἔρχου ἡμᾶς ρύσασθαι τοῦ σατᾶν, καὶ ἐπαπειλούντων, ἀφανῆσαι λαὸν Θεοῦ, Γένος τῶν Ἑλλήνων, τῶν σὲ τιμώντων ὕμνοις, σοφὲ Ἀθηναγόρα, ὃ εὐηργέτησας.

Ὡς ὑπερμαχήσας Χριστιανῶν, ἐν Ἀλεξανδρείᾳ, καὶ ἐῤῥύσω θανατικῆς, τούτων καταδίκης, σοφοῖς σου Πάτερ λόγοις, ἡμᾶς λύτρωσαι τάχει, ἐκ περιστάσεων.

Βλέψον οὐρανόθεν νῦν ἐφ’ ἡμᾶς, ὦ Ἀθηναγόρα, σοῦ δεόμεθα ἐκτενῶς, δοῦλοι ἐπταικότες, Θεοῦ δικαιοκρίτου, λιταῖς ἐπιζητοῦντες, σαῖς πυρὸς ῥύσασθαι.

Ἔλασον δαιμόνων στίφη μακράν, φυγάδευσον μάκαρ, τὰς ὀρδὰς ἐπαναστατῶν, τῶν αἱρετιζόντων, κατάβαλε μανίαν, καὶ θράση πολεμίων, ἀποσκοράκισον.

Ῥῦσαι σαῖς πρεσβείαις Χριστῷ ἡμᾶς, ὦ Ἀθηναγόρα, δεινῶν βλάβης σεισμοῦ πυρός, νόσων ἀνιάτων, ἀνάγκης ἀδηρίτου, καὶ δὸς Θεῷ δοξάζειν, σὲ μεγαλύνοντας.

Πρόσθες ἡμῖν πίστιν Θεὸν αἰνεῖν, ἐλλάτωσον πάθη, καὶ τοῦ Πνεύματος δαψιλῆ, δὸς πολλαπλασίως, χάριν ἔχειν θεόφρον, τῇ διαιρέσει νέμων, θεῖα χαρίσματα.

Ὅλην τὴν καρδίαν πρὸς τὸν Θεόν, ἐν τῇ προσευχῇ μου, καθ’ ἑκάστην ἀναπνοήν, δὸς ἔχειν ὦ Πάτερ, ὥσπερ λαμπάδος φλόγα, καὶ νοῦν ἀμετεώριστον, καὶ φιλόπονον.

Σῶσον σαῖς πρεσβείαις πρὸς Ἰησοῦν, ψυχὰς ἀνυμνούντων, σὲ ἀσμένως μάκαρ σοφέ, χάριν σὴν παράσχου, ῥῶσιν δαψιλεστάτην, ἁμαρτημάτων λύσιν, ἄμφω ὑγείαν τε.

Σκέπε τοὺς τιμῶντάς σε εὐλαβῶς, θεῖον δ’ ὄνομά σου, κεκλημένους τήρει ἀεί, πειρασμῶν ἀτρώτους, Ἀθηναγορα Πάτερ, καὶ ῥῦσαι ἡμᾶς πάντας, πυρὸς κολάσεως.

Ἔνδυμα χιτῶνος φέρων λευκόν, τὸ ἁγνὸν ἐδήλως, σῆς καρδίας ὃ δὸς κἀμῖν, νῦν Ἀθηναγόρα, βλαστὲ τῶν Ἀθηναίων, Ἀλεξανδρείας κλέος, πιστῶν διάσωσμα.

Χαίροις Πάτερ ὅσιε καὶ σεπτέ, ἀθλητὰ Κυρίου, καὶ πιστὲ Ὁμολογητά, Δίκαιε θεόφρον, σοφὲ Ἀθηναγόρα, Χριστιανῶν προστάτα, καὶ πρέσβυ ἔνθερμε.

Ὅσιος ἐδείχθης τῇ βιοτῇ, Μάρτυς προαιρέσει, ἰσαπόστολος τοῦ Χριστοῦ, ὦ Ἀθηναγόρα, κῆρυξ σοφὲ καὶ ῥῆτορ, ἀπολογίας βάθρον, ὁμολογίᾳ σῇ.

Πίστιν τοῦ Σωτῆρος πολλοῖς λαοῖς, ἐκήρυξας μάκαρ, καὶ ἀνάστασιν ἐκ νεκρῶν, Τούτου ἑρμηνεύσας, αὐτοῖς ἀληθεστάτως, κατέλιπες τὸν βίον, ἐν ὁσιότητιι.

Ὅτε ἧσθα μάκαρ ἐν τῇ ζωῇ, πένητας στηρίζων, καὶ δικαίου ὑπερμαχῶν, τῇ ἀπολογίᾳ, Χριστιανοὺς ἐῤῥύσω, ἐκλύτρωσαι δὲ πάντας, νῦν ἱκεσίαις σου.

Πρόσδεξαι δεήσεις τὰς πενιχράς, ἡμῶν σοὶ θεόφρον, καὶ ἀντίδος ταῖς σαῖς λιταῖς, πρὸς τὸν Εὐεργέτην, ἀπέλασιν δαιμόνων, ἴασιν νοσημάτων, θλίψεων μάκρυνσιν.

Οὐ παντὸς εἰς Κόρινθον ἔφη πλεῖν, ὁ σοφὸς ἐν χρόνῳ, παρελθόντι πρὸ τοῦ Χριστοῦ, ἀλλ’ ὁ τάλας πλέων, Αἰγαίῳ καὶ σχολάζων, τῇ προσευχῇ τόνδ’ ὕμνον, μάκαρ προσάγω σοι.

Οὐ σθένω Ἀθήναις ὑμνεῖν σε νῦν· διὸ διαπλέων, προσεγγίζω πόλιν λαμπράν, τῆς Ἀλεξανδρείας, ἧς ῥήτωρ θεηγόρος, σοφὲ Ἀθηναγόρα, ἔλαμψας λόγοις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, κατακρίτων ἡ ἐλπίς, τῶν Χριστιανῶν ἀντιλήπτωρ, Ἀθηναγόρα σοφέ, εὐσεβῶν διδάσκαλος, καὶ Ἀθηναίων κρηπίς, καταπλήττων σοῖς ῥήμασι, τοὺς πίστει δραμόντας, καὶ ἐπιστασίαν σου, ἐπιζητούντων θερμῶς· ὅθεν δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, τοὺς τὴν θείαν μνήμην σου γεραίροντας.

Δέξαι, θεοῤῥῆμον εὐμενῶς, ὕμνον ἱερὸν ᾆσμα θεῖον, πρὸς σὲ νῦν περιχαρῶς, ῥόδα μῦρα δάκρυα, ἐν μετανοίᾳ θερμῇ, κατανύξει καὶ πόθῳ τε, πιστῶς σὴν εἰκόνα, κατασπαζομένων σου, καὶ ἐκβοώντων ψυχῇ· Πάτερ σκέπε πάντα ἀπαύστως, ῥῦσαι ἐκ κινδύνων καὶ νόσων, σώζων καὶ φρουρῶν ἡμᾶς ἐκ θλίψεων.

Σὺ εἶ ὁ προστάτης τῶν πιστῶν, Ἀθηναίων πόλιν φυλάττων, πασχόντων ὁ βοηθός, δρόσος καὶ ἀνάψυξις, χαρὰ καὶ φῶς τῶν τυφλῶν, ἀσθενούντων ἀνάῤῥωσις, τροφὴ πενομένων, σκέπη παραμύθιον, χηρῶν καὶ τῶν ὀρφανῶν, θεῖος ὁδηγὸς πλανωμένων, τεῖχος καὶ ὀχύρωμα, Πάτερ, καὶ ἀδικουμένων ῥύστης πάντοτε.

Ἄνασσα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, αἰωνίου πυρὸς Βᾶτε ἄφλεκτε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν γλῶσσάν μου κάλαμον, ὀξύγραφον ποίησον, Μῆτερ τοῦ Θεοῦ, ἵν’ ᾄδω Σοι τὴν ἀξιΰμνητον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Χαιρετισμοί εις τον Άγιο Διδάσκαλο Αθηναγόρα τον Απολογητή