Παρακλητικός Κανών εις τον εν Ἁγίοις Πατέρα ημών Αχίλλιον Ἀρχιεπίσκοπον Λαρίσης τόν θαυματουργόν
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ Θεοφόρος, καὶ τῆς Λαρίσης εὐκλεὴς ποιμενάρχης, Ἀρχιερεῦ Ἀχίλλιε μακάριε, πάσης ἡμᾶς λύτρωσαι, ἐπηρείας καὶ βλάβης, νόσων τε καὶ θλίψεων, καὶ πικρῶν συμπτωμάτων, ταῖς πρὸς Θεὸν πρεσβείαις σου σοφέ, ὡς ἀντιλήπτωρ, ἡμῶν συμπαθέστατος.
Δόξα.
Ἀπολυτίκιον Ἁγίου Ἀχιλλίου
Ποίημα Μητροπολίτου Λαρίσης Δωροθέου Κοτταρᾶ, Μετέπειτα Ἀρχιεπισκόπου Ἀθηνῶν καὶ πάσης Ἑλλάδος
Χαίρει ἔχουσα ἡ Θεσσαλία, σὲ ἀκοίμητον φρουρὸν προστάτην, καὶ τῆς Λαρίσης ἡ πόλις ἀδάμαντα, ἡ ἐκκλησία τὴν εὔηχον σάλπιγγα, τὸ τοῦ Υἱοῦ ὁμοούσιον κηρύξασα· Πάτερ Ἅγιε Ἱεράρχα Ἀχίλλιε, Χριστόν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δίδου σὴν χάριν ἡμῖν ὦ Πάτερ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δοχεῖον τῆς χάριτος τοῦ Θεοῦ, χαρίτωσον Πάτερ, τὰς καρδίας καὶ τὰς ψυχάς, τῶν πίστει καὶ πόθῳ προσιόντων, τῇ σῇ πρεσβείᾳ παμμάκαρ Ἀχίλλιε.
Ἰάσεις πηγάζων παντοδαπάς, ἰάτρευσον Πάτερ, τοὺς τρωθέντας βέλει δεινῷ, παθῶν ἐπηρείᾳ τοῦ βελίαρ, καὶ πᾶσιν αἴτει Ἀχίλλιε ἄφεσιν.
Διάρας τὰς χεῖράς σου νοερῶς, εὐλόγησον Πάτερ, τοὺς ἑστῶτας πανευλαβῶς, παμμάκαρ τῇ θείᾳ σου Εἰκόνι, καὶ πᾶσι δίδου χαράν τὴν οὐράνιον.
Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, παθῶν μου διάλυσον τὸν ζόφον, καὶ μετανοίας φωτὶ με καταύγασον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερήφανον ὄφιν, τὸν καθ’ ἡμῶν αἴροντα, γλῶσσαν ἰοβόλον κακίας, σύντριψον Ἅγιε, τῇ ἀντιλήψει σου, καὶ πρὸς τὰς τρίβους Κυρίου, τὰς ψυχὰς Ἀχίλλιε, ἡμῶν ὁδήγησον.
Σὲ προστάτην καὶ ῥύστην, καὶ βοηθὸν ἕτοιμον, πάντες Λαρισαῖοι πλουτοῦντες, θερμῶς βοῶμέν σοι· σκέπε Ἀχίλλιε, πάσης δεινῆς δυσπραγίας, τὴν κληρονομίαν σου, ὡς συμπαθέστατος.
Ἡ ἀκένωτος χάρις, ἣν ἐκ Θεοῦ κέκτησαι, βρύει ἐκ τοῦ θείου ναοῦ σου, ὡς ὕδωρ ἄφθαρτον, καταδροσίζουσα, τὰς φλεγομένας καρδίας, πάθεσι καὶ θλίψεσι, Πάτερ Ἀχίλλιε.
Θεοτοκίον.
Νεκρωθείς τῇ κακίᾳ, ὡς ὑπαχθεὶς Ἄχραντε, πάσαις τοῦ ἐχθροῦ ἐπηρείαις, πίστει κραυγάζω σοι· ζωῆς ὡς τέξασα, τὸν ἀρχηγὸν Θεοτόκε, τὴν ψυχήν μου ζώωσον, τῇ σῇ χρηστότητι.
Διάσωσον, πάσης ἀνάγκης Ἀχίλλιε ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ τῶν πταισμάτων τὴν ἄφεσιν ἡμῖν αἴτει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σήν, ὡς ἰσχυρὸν προπύργιον, πλουτοῦντες ἀεί, ῥᾳδίως ἀποτρέπομεν, τὰ καθ’ ἡμῶν βουλεύματα, τοῦ δεινοῦ κοσμοκράτορος Ἅγιε, οὗ τῆς μανίας λύτρωσαι ἡμᾶς, Ἀχίλλιε Πάτερ ἱερώτατε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Χαρμονὴν δίδου Ἅγιε, τοῖς κεκρατημένοις λύπαις καὶ πάθεσιν, ὡς χαρᾶς τῆς θείας μέτοχος, καὶ τοῖς ἐν ἀνάγκαις ἀπολύτρωσιν.
Ἀοράτως ἐπίβλεψον, ἐπὶ τοὺς ἑστῶτας πιστῶς Ἀχίλλιε, τῇ Εἰκόνι σου μακάριε, καὶ παράσχου τούτοις τὰ αἰτήματα.
Ῥῶσιν αἴτει καὶ ἴασιν, τοῖς ἐν ἀσθενείαις καὶ περιστάσεσι, καὶ πταισμάτων τὴν συγχώρησιν, τοῖς σὲ μακαρίζουσιν Ἀχίλλιε.
Θεοτοκίον.
Ἰατρὸν ἡ κυήσασα, καὶ Σωτῆρα πάντων Χριστόν τὸν Κύριον, σωτηρίας με ἀξίωσον, Κεχαριτωμένη Μητροπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον σοφέ, τῶν παθῶν τὴν ἐπανάστασιν, καὶ εἰρήνην καὶ γαλήνην εὐσταθῆ, ἐν τῷ βίῳ ἡμῖν δίδου Πάτερ Ὅσιε.
Ἡμεροφαής, ὡς ἀστὴρ λάμπων τοῖς θαύμασι, πάντα ζόφον καὶ ὁμίχλη ἐξ ἡμῶν, ἀπελαύνεις δυσχερῶν Πάτερ Ἀχίλλιε.
Μέγας ἀρωγός, Λαρισαίων πέλων Ἅγιε, ἐκ μεγάλων καὶ πικρῶν ἐπηρειῶν, τὴν σὴν πόλιν ἀπαλλάττεις τῇ πρεσβείᾳ σου.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου δεινὰ τραύματα, καὶ χορήγει μοι μετάνοιαν θερμήν, ὡς ἂν εὕρω τῶν παθῶν τὴν ἀπολύτρωσιν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ναόν σου, τὸν ἱερὸν κεκτημένοι, ὡς ἀχείμαστον καὶ ἄκλυστον ὅρμον, πάσης δεινῆς τρικυμίας ἐν βίῳ, τούτῳ προστρέχοντες τάχος λυτρούμεθα, Ἀχίλλιε θαυματουργέ, καὶ γαλήνης τῆς θείας πληρούμεθα.
Ὡς μέγας, ἐν προστασίαις ὑπάρχων, μὴ ἐλλείπῃς συμπαθῶς προστατεύων, τῶν εὐλαβῶς προσιόντων σοι Πάτερ, καὶ τὴν θερμὴν αἰτούντων βοήθειαν, Ἀχίλλιε θαυματουργέ, ἣν ἀεὶ ἡμῖν δίδου τοῖς τέκνοις σου.
Προστάτην σε, καὶ θερμὸν πολιοῦχον, κεκτημένη Λαρισαίων ἡ πόλις, τῇ σῇ προστρέχει ἀεὶ ἀντιλήψει, καὶ εὐλαβῶς ἐκβοᾷ σοι Ἀχίλλιε, σκέπε καὶ φύλαττε τὴν σήν, κληρουχίαν ἐκ θλίψεων Ἅγιε.
Θεοτοκίον.
Ἀφράστως, τὸν Ποιητήν τῶν ἁπάντων, τετοκυῖα μετὰ σώματος Κόρη, σωματικῶν ὀδυνῶν με καὶ πόνων, καὶ ψυχικῆς συνοχῆς ἀπολύτρωσαι, τὸν καταφεύγοντα θερμῶς, Θεοτόκε τῇ σῇ ἀγαθότητι.
Διάσωσον, πάσης ἀνάγκης Ἀχίλλιε ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ τῶν πταισμάτων τὴν ἄφεσιν ἡμῖν αἴτει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασίᾳ σου Ἅγιε σπεύδοντες, πειρατηρίων παντοίων λυτρούμεθα, καὶ χάριτος θείας πληρούμεθα, καὶ ψυχικῆς εὐφροσύνης Ἀχίλλιε· διὸ σὲ ἀπαύστως γεραίρομεν.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται…
Εὐαγγέλιον.
Κατὰ Ἰωάννην.
(Κεφ. 1 – 9)
Εἶπεν ὁ Κύριος πρός τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, έξάλειψον τὰ πλήθη, τῶν έμών ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, έξάλειψον τὰ πλήθη, τῶν έμών ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάριν εἰσδεξάμενος, τὴν τῶν θαυμάτων πλουσίων, ἱερὲ Ἀχίλλιε, ὡς θεράπων γνήσιος τοῦ Παντάνακτος, τῶν παθῶν Ἅγιε, λύεις τὰς ὀδύνας, καὶ δαιμόνων τὴν ἐπήρειαν, διώκεις πάντοτε, ταῖς σαῖς μυστικαῖς ἐπισκέψεσι, καὶ ἴασιν καὶ λύτρωσιν καὶ χαρὰν βραβεύεις τοῖς χρῄζουσιν· ὅθεν σοι βοῶμεν· μὴ παύσῃ προστατεύειν ἐκτενῶς, τῶν ἐκζητούντων ἑκάστοτε, τὴν θερμὴν πρεσβείαν σου.
Ὁ Ἱερεὺς: Σῶσον ὁ Θεός τὸν λαὸν σου…
Κύριε, έλέησον (12κις).
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῇ ἁγίᾳ σορῷ σου, Λαρισαίων ἡ πόλις πάλαι ἠγάλλετο, νῦν δὲ τῷ σῷ πανσέπτῳ, καὶ ἐγκαυχωμένη, Ἱεράρχα Ἀχίλλιε, κομίζεται ἐξ αὐτοῦ, ἁγιασμὸν καὶ χάριν.
Ἐν κινδύνοις σε ῥύστην, καὶ βαρείαις ἐν νόσοις ταχὺν ἀκέστορα, κατέχοντες σε Πάτερ, παντοίων συμπτωμάτων, θλιβερῶν ἐκλυτρούμεθα, καὶ εὐχαρίστους ᾠδάς, προσάγομεν σοι πόθῳ.
Ῥοῦν παθῶν ἀκαθάρτων, ἀποξήρανον Πάτερ τὸν κατακλύζοντα, ψυχήν μου τὴν ἀθλίαν, θερμῇ σου προστασίᾳ, ἱεράρχα Ἀχίλλιε, καὶ νάμασι μυστικοῖς, κατάρδευσον τὸν νοῦν μου.
Θεοτοκίον.
Γεωργόν τῶν ἁπάντων, ἀνηρότως ὡς ῥάβδος θεία βλαστήσασα, ἀρότρῳ πρεσβειῶν σου, γεώργησον τὸν νοῦν μου, Θεοτόκε Πανύμνητε, καρποφορεῖν νουνεχῶς, καρπούς τῆς μετανοίας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔπιδε Πάτερ, ἐν ἱλαρῷ ὄμματι σου, τοὺς προσπίπτοντας τῇ θείᾳ σου Εἰκόνι, καὶ παράσχου τούτοις, τὰς πατρικάς σου δόσεις.
Ῥείθροις ἀΰλοις, τῶν ἱερῶν πρεσβειῶν σου, σβέσον Ἅγιε παθῶν ἡμῶν τὴν φλόγα, ἵνα σε τιμῶμεν, Ἀχίλλιε παμμάκαρ.
Ἄγρυπνος φύλαξ, τῶν Λαρισαίων ὑπάρχων, ἀποδίωκε ἐκ τούτων Ἱεράρχα, πᾶσαν δυσπραγίαν, καὶ βλάβην καὶ μανίαν.
Θεοτοκίον.
Σαρκός μου παῦσον, τὰς χαλεπὰς ἀῤῥωστίας, καὶ ἀπέλασον τὸν ζόφον τῆς ψυχῆς μου, ἡ τὸ φῶς τεκοῦσα, τὸ ἄδυτον Παρθένε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν τοῖς ἀσθενοῦσι, καὶ ἴασιν δίδου, καὶ τεθλιμμένοις χαρὰν καὶ παράκλησιν, τῇ συμπαθεῖ προστασίᾳ σου ἱερώτατε.
Μεγάλων χαρισμάτων, ἔμπλεως ὑπάρχων, μεγάλων πόνων καὶ θλίψεων λύτρωσαι, τὴν σὲ γεραίρουσαν πόλιν πάτερ Ἀχίλλιε.
Ὁ μέγας Λαρισαίων, ἔφορος καὶ ῥύστης, τὰς ἱκεσίους φωνὰς δέχου πάντοτε, τῶν προστρεχόντων τῇ σκέπῃ σου ὦ Ἀχίλλιε.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, ἐναγῆ με ὄντα, λόγοις καὶ ἔργοις καὶ πράξεσι κάθαρον, καὶ καθαρᾶς πολιτείας ἐργάτην δεῖξον με.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Λαρισαίων λαμπρὸς φωστήρ, καὶ θερμὸς προστάτης, Ἱεράρχα θαυματουργέ· χαίροις ὁ παρέχων, βοήθειαν ἐν πᾶσιν, Ἀχίλλιε τρισμάκαρ, τοῖς προσιοῦσι σοι.
Ὤφθης εὐσεβείας μυσταγωγός, καὶ Ὀρθοδοξίας ἀῤῥαγέστατος προμαχών· σὺ γὰρ Ἱεράρχα, Τριάδα τὴν ἁγίαν, ὁμότιμον κηρύττεις, καὶ ὁμοούσιον.
Θαύμασιν ἐκλάμψας περιφανῶς, ἤλασας τὰς νόσους, καὶ δαιμόνων πᾶσαν ἰσχύν· ὅθεν σοι βοῶμεν· Ἀχίλλιε παμμάκαρ, δίδου ἡμῖν ἀπαύστως, τὴν σὴν βοήθειαν.
Λόγῳ σου τῷ θείῳ τὴν βδελυκτήν, αἵρεσιν Ἀρείου, κατεβρόντησας ἀληθῶς, τὸν Υἱὸν καὶ Λόγον, Πατρός τοῦ Προανάρχου, κηρύξας ὦ Ἀχίλλιε, ὁμοούσιον.
Ὥσπερ πάλαι ἔβλυσας θαυμαστῶς, ἔλαιον ἐκ πέτρας, Ἱεράρχα θαυματουργέ, οὕτως ἡμῖν βλύσον, λιταῖς σου πρὸς τὸν Κτίστην, τοῦ θεϊκοῦ ἐλέους, Πάτερ τὰ ῥεύματα.
Πίστει τῇ Εἰκόνι σου τῇ σεπτῇ, προσπίπτοντες Πάτερ, ἐκβοῶμέν σοι ἐκ ψυχῆς, πάσης ἐπηρείας, καὶ βλάβης ἀνωτέρους, ἡμᾶς ἀεὶ συντήρει, θεῖε Ἀχίλλιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ συμπαθεστάτῃ σου σκέπῃ πάτερ Ἀχίλλιε, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, εὐφροσύνην δωρούμενος, ὑγιείαν καὶ ῥῶσιν, ψυχῆς τε καὶ σώματος, καὶ πᾶν σωτήριον· σὺ γὰρ ὡς θεράπων Κυρίου, πάντοτε πληροίς τὰς αἰτήσεις, τῶν ἐν εὐλαβείᾳ προσιόντων σοι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ἀχίλλιε δέησιν πρόσδεξαι τήνδε
Ἣν σοι Γεράσιμος ἐν πίστει προσάγει.