Παρακλητικός Κανων εις τον Άγιον Ένδοξον Ιερομάρτυρα Διονύσιο τον Αεροπαγίτη

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Υμνογράφου της Αγίας του Χριστου Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 3 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὤσπερ ἰχθὺς ἁλιευθεὶς ὑπὸ Παύλου τὴν τῶν εἰδώλων ἀπεστράφης λατρείαν, καὶ τοῦ Σταυροῦ προέκρινας μωρίαν ὡς σοφός· ὅθεν Διονύσιε, ἰσαγγέλως βιώσας, πλήρης θείου Πνεύματος, ἱεράρχης ἐφάνης, καὶ μαρτυρήσας διὰ τὸν Χριστόν, μνήσθητι πάντων, τῶν νῦν προσπιπτόντων σοι.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἱκέτευε ὑπὲρ ἡμῶν Χριστῷ, Ἀρεοπαγῖτα. Ἀ(θανάσιος).

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰσάγγελον βίον ζήσας ἐν γῇ, ὑπὲρ τῶν εἰσέτι, πολεμούντων πρὸς τὸν ἐχθρόν, ἱκέτευε Ἀρεοπαγῖτα, ὅπως αὐτοῦ τῶν παγίδων ἐκφύγωμεν.

Καλόν σε ἁλίευμα ἐφευρών, ἀπόστολος Παῦλος, τῇ σαγήνῃ τοῦ Ἰησοῦ, συνέκλεισε καὶ τῇ Ἐκκλησίᾳ, παρέδωκέ σε καινὸν Διονύσιε.

Ἐπέτυχες Πάτερ τοῦ θησαυροῦ, ἰὼ ἐπεπόθεις, καὶ ὀπίσω τοῦ Ἰησοῦ, βαδίσας τὴν Κάραν σου ἐτμήθης, ὑπὲρ πιστῶν τὸν Θεὸν ἱλεούμενος.

Θεοτοκίον.
Τῇ θείᾳ μορφῇ σου καταπλαγείς, Ἀρεοπαγίτης, κατενόησε τὸ βαθύ, τῆς Χριστοῦ σαρκώσεως Παρθένε, ὅπερ πιστοῖς θαυμασίως ἐξέθετο.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ τοῦ ζόφου εἰδώλων, πρὸς φῶς Χριστοῦ ἔδραμες, πάτερ Διονύσιε Παύλου, θείῳ κυρήγματι, ὅθεν ἀξίωσον, τοὺς σὲ γεραίροντας πόθῳ, τῷ φωτί πορεύεσθαι, τῆς θείας γνώσεως.

Ὑπαχθεὶς ἑκουσίως, τοῖς Ἰησοῦ δόγμασιν, ὥφθης Διονύσιε μέγας, μύστης τὴς Χάριτος, ἣν πᾶσι πάρεχε, τοῖς θαυμασταῖς τοῦ σοῦ βίου, ὅπως ὁδηγώμεθα, πρὸς θεῖον ἔρωτα.

Ἐν καιρῷ θείου Πάθους, τὴν ἐκτροπὴν ἔγνωκας, φύσεως τῶν νόμων Παμμάκαρ, καὶ συνεπέρανας, ὅτι Θεὸς πάσχει ᾧπερ, ἀκλονήτως σύνδησον, τοὺς σὲ θαυμάζοντας.

Θεοτοκίον.
Ὑπεραίρει τὴν γνῶσιν, τῶν θεϊκῶν πράξεων, ὁ κρυφιομύστης Κυρίου, σοφῶς ἐκθέμενος, πάναγνε Δέσποινα, οἰκονομίαν τοῦ Λόγου, ὡς ὀργάνου ἔχοντος, σὲ τὴν Πανάμωμον.

Διάσωσον, τοὺς ἀσφαλῆ σε προστάτην προβαλλομένους, ἀπὸ ποικίλων κινδύνων κλεινὲ Διονύσιε, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, τῷ φιλανθρώπῳ Κριτῇ καὶ Δεσπότῃ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ὡς θεῖον ἰχθύν, ὁ Παῦλός σε ἐζώγρῃσε, τὸ φῶς τοῦ Χριστοῦ, βαλὼν Πάτερ ὡς ἄγκιστρον, διὸ πλάνην εἰδώλων σοφῶς καταλέλοιπες, καὶ Ἐκκλησίας γέγονας ποιμήν, ὦ Ἀρεοπαγῖτα σοφὲ Διονύσιε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Πυρωθεὶς θείῳ ἔρωτι, κόσμου Διονύσιε· ἐναπέῤῥιψας, τὴν σοφίαν προελόμενος, τοῦ Σταυροῦ μωρίαν τὴν σωτήριον.

Εἰς οὐδὲν Διονύσιε, τὴν τοῦ κόσμου ἔθηκας , περιφάνειαν, τοῦ Κυρίου τὴν ταπείνωσιν, ἐνδυθεὶς ὡς ἔνδυμα θεώσεως.

Ῥῦσαι πάσης κακώσεως, τοὺς ἐξαιτουμένους σου Διονύσιε, καὶ ἀγάπὴν ἐγκατάστησον, ταῖς ψυχαῖς αὐτῶν Θεοῦ ἀσάλευτον.

Θεοτοκίον.
Ἠδονῶν πῦρ κατάσβεσον, τῶν ψυχοβλαβῶν Ἁγνὴ ταῖς πρεσβείαις σου, καὶ Χριστοῦ μνήμην ἐγκαίνισον, τὴν πανηδεστάτην τοῖς ὑμνοῦσί σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μόνον τὸν Χριστόν, ἀγαπᾶν ἡμᾶς ἀξίωσον, ὦ Διονύσιε καὶ θνήσκειν δι᾽ Αὐτόν, σαρκὸς νεκροῦντας, τὰ ψυχόλεθρα θελήματα.

Ὤσπερ χοῦν τῆς γῆς, κόσμου δόξαν λογισάμενος, Διονύσιε τῆς δόξης τοῦ Θεοῦ, πλήρης ἐγένου, ἧς μετόχους, καὶ ἡμᾶς Πάτερ ἀνάδειξον.

Νοῦν τῶν κοσμικῶν, ἐκκαθάρισον προλήψεων, ὦ Διονύσιε καὶ μνήμην τοῦ Χριστοῦ, ὡς θεῖον δῶρον, δὸς τοῖς πόθῳ ἀνυμνοῦσί σε.

Θεοτοκίον.
Χεῖράς σου σεπτάς, πρὸς Υἱὸν γλυκῦν σου ὕψωσον, καὶ ἱκέτευε ὑπὲρ Χριστιανῶν, πειραζομένων, ὑπ᾽ ἐχθροῦ παρθένε Ἄχραντε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥημάτων, τὴν κεκρυμμένην δύναμιν, μυστικαῖς σου συγγραφαῖς θεῖε Πάτερ, κατανοεῖν, καὶ τὸν βίον ἰσάζειν, αὐταῖς ἡμᾶς ταῖς εὐχαῖς σου ἀξίωσον, ὅπως ἐγγύτερον Χριστῷ, πλησιάζειν καὶ οὕτως εὐφραίνεσθαι.

Ἱκέται σου, ταπεινοὶ προσπίπτομεν, Διονύσιε Χριστοῦ ἱεράρχα, καὶ ἐκ ψυχῆς, σοῦ δεόμεθα ὅπως, ἐξιλεώσῃς Αὐτὸν ταῖς πρεσβείαις σου, ἵνα ἐσμὸν ἁμαρτιῶν, συγχωρήσῃ ἡμῖν ὡς Φιλάνθρωπος.

Στερέωσον, τοῖς Χριστοῦ προστάγμασι, τοὺς τιμῶντάς σε τρισόλβιε Πάτερ, καὶ ἐν χαρᾷ, καταξίωσον ὅπως, αὐτοῦ πληροῦν ἐναργῶς τὰ θελήματα, ὡς ἄγγελοι ἐν οὐρανοῖς, καθὼς γράφει σοφῶς ἐν ταῖς βίβλοις σου.

Θεοτοκίον.
Ταῖς πτέρυξι, σῆς ἀγάπης Δέσποινα, ὡς στρουθία καταφεύγομεν πάντες, ἵνα ἐχθροῦ, ἀποφύγωμεν βέλη, τὰ καθ᾽ ἡμῶν ἀενάως ῥιπτόμενα, καὶ οὕτω πάντες ἀβλαβεῖς, σὴν μητρῴαν ἀγάπην δοξάζωμεν.

Δάσωσον τοὺς ἀσφαλῆ σε προστάτην προβαλλομένους, ἀπὸ ποικίλων κινδύνων κλεινὲ Διονύσιε, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, τῷ φιλανθρώπῳ Κριτῇ καὶ Δεσπότῃ.

Ἄχραντε, ἧ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Τὴν μωρίαν σταυροῦ Διονύσιε, τῆς σοφίας τοῦ κόσμου προέκρινας, καὶ τῷ Παύλῳ, μαθητευθεὶς τὴν πίστιν τοῦ Χριστοῦ, σεπτὸς γέγονας ποιμήν, καὶ ἱεράρχης Ἀθηνῶν, βίον ἔχων ἰσάγγελον, ὅθεν καὶ μαρτυρήσας, εἴληφας πλείστην χάριν, καθικετεύειν
ἐκτενῶς, ὑπὲρ ὅσοι τιμῶσί σε.

Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος.
Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. 10: 9-16)

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν· καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Πλάνῃν τὴν πολείδωλον, πτύσας ὡς ἤκουσας Παῦλον, πάτερ Διονύσιε, τῷ Χριστῷ συνήρμοσαι καὶ μυούμενος, Οὐρανοῦ μυστήρια, ὥφθῃς ποιμενάρχης, Ἀθηναίων θεοφώτιστος, καὶ θείαν Κάραν σου ξίφει ὡς ἀμνὸς ἀποτέτμησαι, ὅθεν καθικετεύομεν, Ἀρεοπαγῖτα θεσπέσιε· τῷ Χριστῷ ἀπαύστως, ἱκέτευε δοθῆναι τοῖς πιστῶς, μνήμην Ἁγίαν τιμῶσί σε, χάριν τὴν τοῦ Πνεύματος.

Σῶσον ὀ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὠς ἰσάγγελον ἔχων, θεωρίαν καὶ βίον Πάτερ κατώρθωσας, σοφῶς καθυπογράψαι, τῶν οὐρανίων νόων, θεϊκὴν διακόσμησιν, ὧν μιμητὰς σαῖς εὐχαῖς, τοὺς ὑμνητάς σου δεῖξον.

Ἀθηναίων προέστης, ὡς ποιμὴν χριστοκάρδιος Διονύσιε, καὶ τούτους ἀποστήσας, τῆς πλάνης τῶν εἰδώλων, θείους οἴκους ἀνέδειξας, μεθ᾽ ὧν ναοὺς καὶ ἡμᾶς, σεπτοὺς Δεσπότου δεῖξον.

Ῥημάτων σου τῶν θείων, ἔχοντες τὰς βίβλους, ἃς ὁδηγίᾳ συνέθου τοῦ Πνεύματος, δεόμεθά σου Πάτερ, Χριστὸν ἐν ταῖς καρδίαις, μορφωθῆναι πρεσβείαις σου, καὶ Παραδείσου τυχεῖν, πατρίδος τῶν Ἁγίων.

Θεοτοκίον.
Ἐκαίνισας τὸν κόσμον, τῇ σεπτῇ γεννήση τοῦ Θεοῦ Λόγου πανάμωμε Δέσποινα, οὗ Ἀρεοπαγίτης, ἐδείχθη ἱεράρχης, καὶ μαρτύτων συνόμιλος, πάντων πιστῶν δὲ θερμός, πρὸς τὸν Δεσπότην πρέσβυς.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Οὑρανοψύχους, σοὺς ὑμνητὰς δεῖξον Πάτερ, ὁ οὐρανίων ταγμάτων θεοσόφως, ἐκτιθεὶς ἐγγράφως, θείᾳ ἀποκαλύψει.

Πολλὰ μοχθήσας, ὑπὲρ τῶν τέκνων σου Πάτερ, μὴ ἐλλίπῃς πρεσβεύειν τῷ Δεσπότῃ, ὑπὲρ τῶν αἰτούντων, σὴν θείαν μεσιτείαν.

Ἄνὼ ὑψώσας, νοῦν καὶ καρδίαν σου Πάτερ, ὠνομάσθης πτηνὸν οὐρανοβάμον, ὅθεν ἡμῖν πόθον, ἔμβαλε οὐρανίων.

Θεοτοκίον.
Γῆν καρποφόρον, σῶν ὑμνητῶν τὰς καρδίας Θεοτόκε, δεῖξον σαῖς πρεσβείαις, ὅπως τῷ Κυρίῳ, ὀφθῶμεν εὐαρέστως.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον πληγάς μου, ἅς περ ἀνοήτως, ἐμῇ ψυχῇ Διονύσιε ἤνεγκα, καὶ τῆς ὁδοῦ τοῦ Κυρίου, σφόδρα ἐμάκρυνα.

Τὴν φλόγα τῆς ἀγάπης, ἄσβεστόν μου τήρει, πρὸς τὸν Δεσπότην σοφὲ Διονύσιε, ὥστε χαρᾷ ὑπερβαίνειν, βίου προσκόμματα.

Ἀξίωσόν με Πάτερ, ὥσπερ σὺ τὴν Κάραν, ζωὴν προσφέρειν Κυρίῳ ἑκάστοτε, ὥστε τυχεῖν Παραδείσου, ὦ Διονύσιε.

Θεοτοκίον.
Ἀνάνηψίν μοι δίδου, ἐκ τῆς ἀμελείας, Παρθενομῆτορ σεπταῖς ἱκεσίαις σου, καὶ ἀληθοῦς μετανοίας, τρόπους παράσχου μοι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Διονύσιε ἱερέ, ὁ τοῖς λόγοις Παύλου, ἀγρευθεὶς εἰς ζωὴν Χριστοῦ, καὶ σταυροῦ μωρίαν, τῆς κοσμικῆς σοφίας, προκρίνας Ἀθηναίων, ποιμὴν γεγένησαι.

Πνεύματι Ἁγίῳ ὁδηγηθείς, ἔγνως οὐρανίων μυστηρίων Πάτερ βυθόν, καὶ Ἀγγέλων τάξεις, γνωστὰς τῇ Ἐκκλησίᾳ, ἐποίησας γραφαῖς σου, ὦ Διονύσιε.

Θεῖος Ἱεράρχης τῶν Ἀθηνῶν, Ἀρεοπαγῖτα, ἀνεδείχθης ζήλῳ πολλῷ, τοὺς πιστοὺς ποιμάνας, καὶ τῷ Χριστῷ συνάψας, μαρτυρικῶς τὸν βίον, τὸν σὸν ἐτέλεσας.

Πᾶσαν τὴν ζωήν σου Κυρίῳ δούς, καὶ σεπτήν σου Κάραν, τὴν κοπεῖσαν μαρτυρικῶς, Τούτῳ θαυμασίως ἀνέθηκας ὡς δῶρον, δρᾶσιν ἐπισφραγίσας, ὦ Διονύσιε.

Φύλαττε τιμῶντάς σου εὐλαβῶς, τὴν ἁγίαν μνήμην, Διονύσιε ἱερέ, καὶ Χριστοῦ ἀγάπην, ἔμβαλε ταῖς καρδίαις, ὅπως ἀξιωθῶμεν, ζωῆς τῆς κρείττονος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Γνῶσιν ἀποῤῥίψας κοσμικήν, καὶ εἰδώλων πλάνην, ἀποσεισάμενος, ὥφθης Διονύσιε, οἶκος τῆς χάριτος, καὶ ποιμὴν ἀνηγόρευσαι, σοφὸς Ἀθηναίων, ξίφει κάραν τέτμνησαι, στέφος μαρτύρων λαβών· ὅθεν ὡς πλουτῶν παῤῥησίαν, ὑπὲρ τῶν τιμώντων σε πόθῳ, τὸν Δεσπότην πάντοτε ἱκέτευε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Νύξον τὰς ψυχὰς τῇ ἀγάπῃ Κυρίου,
πάτερ Διονύσιε, τῶν σὲ τιμώντων.