Παρακλητικός Κανών εις τον Άγιο και Ένδοξο Ιερομάρτυρα Ελευθέριο
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 15 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὣς Ἱεράρχης καὶ στεῤῥὸς Ἀθλοφόρος, καὶ πρεσβευτὴς ὑπὲρ ἡμῶν πρὸς τὸν Κτίστην, Ἱερομάρτυς Πάτερ Ἐλευθέριε, πάσης ἐλευθέρωσον, προσβολῆς ἐναντίας, τοὺς πιστῶς προστρέχοντας, τῇ ἁγία σου σκέπη, καὶ τῶν σωμάτων ἄμα καὶ ψυχῶν, πᾶσι χορηγεῖ, ὑγείαν δεόμεθα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημα μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιον Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπον Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδοὺς Σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σίων καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριον Σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος οὗ ἡ ἀκροστιχίς·
Ἐλευθέριε ῥύου ἡμᾶς κινδύνων. Γερασίμου.
ᾨδή α΄. ’Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Ἒν πάσαις τοῦ βίου ἐπιφοραῖς, θερμὸν ἀρωγὸν σε, κεκτημένοι παρὰ Θεοῦ, πάσης λυτρωθείημεν ἀνάγκης, τῇ σὴ πρεσβεία σοφὲ Ἐλευθέριε.
Λιτάνευσον Πάτερ εἰλικρινῶς, τὸν πάντων Δεσπότην, ὣς ἂν λύσιν τῶν δυσχερῶν, καὶ χάριν καὶ ἐλεὸς καὶ ῥῶσιν, οἳ προσιόντες σοι εὕρωμεν ἄνωθεν.
Ἐπίκουρος ἔσω καὶ βοηθός, θερμότατος ῥύστης, καὶ ὑπέρμαχος ἒν παντί, ἡμῖν Ἐλευθέριε παμμάκαρ, τοῖς εὐφημοῦσι τοὺς θείους ἀγῶνας σου.
Θεοτοκίον.
Ὑδάτων άΰλων ζωοποιῶν, γλυκῦῤῥοε κρήνη, Παντευλόγητε Μαριάμ, βλύσον μετανοίας μοι τὰ ῥεῖθρα, τῷ προσιόντι πιστῶς τῇ σῇ χάριτι.
ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Θρασυνόμενον σφόδρα, τὸν δυσμενῆ δράκοντα, κατὰ τῶν πιστῶν ἱκετῶν σου, καὶ ὠρυόμενον, οἶά περ λέοντα, σύντριψον Πάτερ ὑψόθεν, τούτου τῆς κακώσεως, ἡμᾶς ῥυόμενος.
Εὐσπλαγχνίας τῆς θείας, τοὺς οἰκτιρμοὺς ἔνδοξε, εὐπαῤῥησιάστοις λιταῖς σου, ἡμῖν ὑπάνοιξον, ὣς συμπαθέστατος, καὶ τὸν κατώδυνον βίον, ἡμῶν μεταποίησον, τρόποις χρηστότητος.
Ῥωστικῇ σου πρεσβείᾳ, τὰ τῶν ψυχῶν ἴασαι, καὶ τὰ τῶν σωμάτων παμμάκαρ, ἡμῶν ἀλγήματα, καὶ τὴν ζωὴν ήμών, φόβῳ κυβέρνησον θείῳ, ὣς ἂν τῷ Παντάνακτι, σεμνῶς λατρεύσωμεν.
Θεοτοκίον.
Ἱλαστήριον θεῖον, χρυσοειδὲς ἔμψυχον, ὤφθης σωματωσασα Κόρη, τὸν ἱλασμὸν ἡμῶν, Χριστὸν τὸν Κύριον διὸ τοῖς σοὶ προσιοῦσιν, αἴτησαι τὴν ἄφεσιν, ὢν ἐξημάρτομεν.
Διάσωσον, ὦ Ἐλευθέριε θεῖε Ἱερομάρτυς, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς τῇ σεπτῇ σου προστρέχοντας προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεύειν ἀεί, Χριστῷ τῷ Πανοικτίρμονι, ὣς Μάρτυς αὐτοῦ, καὶ λειτουργὸς εὐπρόσδεκτος, μὴ παύσῃ Ἐλευθέριε, ἵνα πάσης ῥυσθείημεν θλίψεως, καὶ εἰρηναίαν ἀνύωμεν ζωήν, οἱ μέγαν προστάτην σε πλουτήσαντες.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ἐπωδύνων συμπτώσεων, καὶ ἀνιαρῶν σκανδάλων καὶ θλίψεων, Ἐλευθέριε μακάριε, τοὺς σοι ἀφορῶντας ἐλευθέρωσον.
Ῥῶσιν θείαν πρυτάνευσον, τοῖς ἒν ἀσθενείαις δειναῖς στενάζουσιν, εὐπραγίαν δὲ καὶ ἄνεσιν, τοῖς ἒν λυπηροῖς τοῦ βίου κάμνουσιν.
Ὑπερτέρους άνάδειξον, ἒν τοῖς πειρασμοῖς ἡμᾶς Ἐλευθέριε, ὣς ἂν λύσιν κομισώμεθα, παρὰ τοῦ Χριστοῦ ὢν ἐσφαλλόμεθα.
Οὐρανόθεν ἐπίβλεψον, ἰδὲ συνηγμένους πρὸ τῆς Εἰκόνος σου, ἡμᾶς ἤδη Ἐλευθέριε, καὶ παράσχου πᾶσι τὰ αἰτήματα.
Θεοτοκίον.
Ὑψηλὸν ἐνδιαίτημα, τοῦ Ὑψίστου Λόγου καὶ Παντοκράτορος, τὸν πεσόντα νοῦν μου ὕψωσον, πρὸς ὑψώσεις Κόρη βίου κρείττονος.
ᾨδή ε΄. Φώτισον ήμάς.
Ἤρεμον ἡμῶν, τὴν ζωὴν καὶ ἀστασίαστον, διατήρει Ἐλευθέριε σοφέ, ἒν εἰρήνη καὶ άγάπη καὶ σεμνότητι.
Μάστιγι τῶν σῶν, θεοδέκτων παρακλήσεων, τὰ κυκλώσαντα ἡμᾶς πλεῖστα δεινά, διασκέδασον ἒν τάχει Ἐλευθέριε.
Αὔγασον ἡμῖν, σελασφόροις ἱκεσίαις σου, εὐφροσύνην καὶ χαρὰν τὴν ἀληθῆ, καὶ τὴν λύπην τῶν ψυχῶν ἡμῶν διάλυσον.
Θεοτοκίον.
Σθένωσον Ἁγνή, τὴν ψυχὴν μου ἀσθενήσασαν, ταῖς ποικίλαις προσβολαῖς τοῦ δυσμενοῦς, ἵνα τούτου κατισχύσω ὁ προστρέχων σοι.
ᾨδή ς΄. Τὴν δέησιν.
Κατεύνασον, πειρασμῶν τὰ κύματα, τὰ χειμάζοντα ἡμᾶς ὀλεθριῷς, καὶ πρὸς τὸν εὔδιον ὄντως λιμένα, τῶν τοῦ Θεοῦ θελημάτων κυβέρνησον, Ἱερομάρτυς Ἀθλητά, τοὺς τὴν σὴν ἐκζητοῦντας ἀντίληψιν.
Ἰάσεων, εἰληφὼς τὸ δώρημα, ὡς λαμπρὸς Ἱερομάρτυς Κυρίου, τὰ τῶν ψυχῶν ἡμῶν ἴασαι πάθη, καὶ τῶν σωμάτων τοὺς πόνους μετάβαλε, εἰς εὐρωστίαν ἀληθῆ, μυστικῇ ἐπισκέψει σου ἔνδοξε.
Νοσοῦσι μέν, ἰατὴρ πανάριστος, τοῖς δὲ πάσχουσι θερμὸς παρακλήτωρ, καὶ λυπουμένοις τερπνὴ θυμηδία, καὶ τεθλιμμένοις σεπτὸν παραμύθιον, ὦ Ἐλευθέριε γενοῦ, ὡς Χριστοῦ μιμητῆς γνησιώτατος.
Θεοτοκίον.
Δοχεῖον με, θεϊκῶν ἐλλάμψεων, θεοκόσμητε ναὲ τοῦ Σωτῆρος, Εὐλογημένε Παρθένε Μαρία, δι’ ἐμμελείας ἠθῶν τελειότητος, καὶ ἀρετῶν θεουργικῶν, τὸν πιστῶς σε ὑμνοῦντα ἀνάδειξον.
Διάσωσον ὦ Ἐλευθέριε θεῖε Ἱερομάρτυς, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς τῇ σεπτῇ σου προστρέχοντος προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἱεράρχα τοῦ Σωτῆρος ἐνθεώτατε, καὶ γενναῖε Ἀθλητὰ καὶ Μάρτυς ἀήττητε, μὴ παρίδῃς σῶν ἱκετῶν ἱκέσιον ᾠδήν, ἀλλὰ πρόσδεξαι ὡς εὐμενῇς, τὰς ἐν αἰτήσει προσφορᾶς, τῶν θερμῶς ἐκβοώντων σοι· Φύλαττε πάσης βλάβης, καὶ πάσης ἐχθρῶν μανίας, τοὺς αἰτουμένους σε πιστῶς, Ἐλευθέριε πανεύφημε.
Προκείμενον.
Θαυμαστὸς ὃ Θεὸς ἒν τοῖς Ἁγίοις αὐτοῦ…
Στίχος. Τοῖς Ἁγίοις τῇ γῆ αὐτοῦ…
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μᾶρκον
(Κέφ. β΄ 23-28 καὶ γ΄ 1-5).
Τῷ καιρῶ ἐκείνῳ ἐπορεύετο ὃ Ἰησοῦς ἐν τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι. Καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυὶδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; Καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· ἔγειρε εἰς τὸ μέσον. Καὶ λέγει αὐτοῖς· ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρά σου. Καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὀλὴν ἀποθέμενοι.
Πάσαις κλονιζόμενοι, ἐπιβουλαῖς τοῦ βελίαρ, καὶ περιστατοῦμενοι, ταῖς εὑρούσαις θλίψεσιν ἡμᾶς Ἅγιε, τῇ σεπτῇ σκέπη σου, πίστει ἀδιστάκτῳ, καταφεύγομεν κραυγάζοντες· Πρόφθασον ἔνδοξε, καὶ τῶν θλιβερῶν περιστάσεων, ἀπάλλαξον δεόμεθα, τὴν πολυπαθῆ ἡμῶν ὕπαρξιν, καὶ τὸν πάντων Κτίστην, δυσώπει Ἐλευθέριε σοφέ, ἵνα τὸ πλούσιον ἔλεος, πέμψῃ ταῖς ψυχαῖς ἡμῶν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Ὀὶ ἐκ τῆς Ἰουδαίας.
Ὑπὸ πλήθους πταισμάτων, συνεσχέθημεν πλήθει βιοτικῶν συμφορῶν, ἀλλ’ ὦ Ἱερομάρτυς, ἡ σὴ ἐπιστασίᾳ, προφθασάτω τοὺς δούλους σου, καὶ λυτρωσάσθω ἡμᾶς, τῶν νῦν παρενοχλούντων.
Νεμομένῃ ἀθλίως, τὴν ζωὴν ἡμῶν πᾶσαν ἢ τῆς κακίας φορά, εἰς βάθη ἀθυμίας, ἡμῶν τὰς διανοίας, μεθυστᾷ βιαιότατα· σὺ οὖν ἡμᾶς ἐξελοῦ, τοιαύτης τυραννίδος.
Ὡς λαμπρὸς ὑποφήτης, τῆς ἒν Πνεύματι θείῳ ἐλευθερίας ψυχῶν, παθῶν τῶν ἀκαθέκτων, καὶ πόνων ἀνηκέστων, ἐλευθέρωσον ἀπαντάς, Ἱερομάρτυς Χριστοῦ, τοὺς σὲ παρακαλοῦντας.
Θεοτοκίον.
Νᾶμα θεῖον μοι βλύσον, χαριτόβρυτε κρήνη θεουργικῶν δωρεῶν, δροσίζων τὴν ψυχὴν μου, τὴν καταφλεγομένην, τῆς κακίας τοῖς ἄνθραξιν. ἵνα ὑμνῶ σε ἀεί, Υπερδεδοξασμένη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γνώμη εὐθεῖα, ἐν ἀληθεῖ μετανοίᾳ, πολιτεύεσθαι ἱκανῶσον παμμάκαρ, ὡς Ἱερομάρτυς, τοὺς σὲ ὑμνολογοῦντας.
Ἐλευθερίαν τῆς ἒν ἡμῖν ἁμαρτίας, καὶ ἀπάλλαξιν πάσης κακοπραγίας, πρέσβευε δοθῆναι, τοῖς σὲ ὑμνολογοῦσι.
Ῥῦσαι με γλώσσης, δολιοτρόπων ἀνθρώπων, καὶ στενώσεων παντοδαπῶν ἐν βίῳ, ἵνα σὲ γεραίρω, σοφὲ Ἱερομάρτυς.
Θεοτοκίον.
Ἀγγέλων δόξα, ὦ ‘Ὑπερένδοξε Κόρη, ἀδοξίας με παθῶν τῶν ἀκαθάρτων, κάθαρον τοῖς ῥείθροις, τῆς σὴς ἀγαθωσύνης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωμάτων ἀῤῥωστίας, καὶ ψυχῶν τὰ βάρη, τῇ δεδομένη σοι χάριτι σκέδασον, τῶν τὴν σὴν κλῆσιν φωνούντων ὦ Ἐλευθέριε.
Ἰλέωσαι παμμάκαρ, τοῖς σοι προσιοῦσι, τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Κύριον, ὡς ἂν τῆς τούτου χρηστότητος ἀπολαύσωμεν.
Μὴ παύσῃ ἐποπτεύων, καὶ φρουρῶν καὶ σκεπῶν, καὶ τῶν ἐν βίῳ δεινῶν ἐξαιρούμενος, τοὺς σὲ θερμὸν ἀντιλήπτορα εὐμοιρήσαντας.
Ὁρμαῖς ἀκατασχέτοις, πρὸς τὴν ἁμαρτίαν, κατολισθήσας Θεοῦ ἀπεμάκρυνα, ἀλλὰ σὺ με πενεύφημε ἐπανάγαγε.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία, τοῦ ἀδύτου φέγγους, τὴν σκοτισθεῖσαν ψυχὴν μου καταύγασον, ὅπως φωτὶ τοῦ Κυρίου πορεύσωμαι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πνεύματος ἁγίου ἀπὸ παιδός, πλήρης χρηματίσας, Ἐλευθέριε ἱερέ, τῆς ἐλευθερίας, τῆς ἐν Χριστῷ ἐκφάντωρ, τοῖς δουλωθεῖσιν ὤφθης, φθόνῳ τοῦ ὄφεως.
Ἄνθος τῆς Ἀνθίας τῆς εὐκλεοῦς, πανεύοσμον ὤφθης, γεωργία ἠθῶν σεμνῶν, καὶ τοῦ Ἀνικήτου, τοῦ ἱεροῦ φυτεία, καρποφορήσας Πάτερ, τὰ ὑπὲρ ἔννοιαν.
Χαίροις Ἐκκλησίας βάσις στεῤῥᾷ, καὶ παθὼν Κυρίου, ἀφομοίωμα καὶ εἰκών, χαίροις ὁ βραβεύων, δεινῶν ἐλευθερίαν, τοῖς σὲ παρακαλοῦσιν ὦ Ἐλευθέριε.
Ἄμωμον θυσίαν καὶ μυστικήν, θύων τῷ Σωτῆρι, ὥσπερ θεῖος ἱερουργός, αύτω προσηνέχθης, καθάπερ ἱερεῖον, νομίμως ἐναθλήσας, ὦ Ἐλευθέριε.
Ἤνεγκας βασάνους τὰς χαλεπός, ἒν τῇ σῇ ἀθλήσει, δι’ ἀγάπην τοῦ Ἰησοῦ ὅθεν τὰς ὀδύνας, ἡμῶν ἀεὶ κουφίζεις, τῇ σῇ ἐπιστασίᾳ ὡς ἱερώτατος.
Φύλαττε ἀτρώτους ταῖς σαῖς εὐχαῖς, ἐκ παντὸς σκανδάλου, καὶ ἀπᾴσῃς ἐπιβουλῆς, τοῦ δεινοῦ βελίαρ, καὶ νόσων καὶ κινδύνων, τοὺς σὲ ὑμνολογοῦντας ὦ Ἐλευθέριε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ τροπάριον. Ἦχος πλ. ἆ’.
Ἱερέων ποδήρει κατακοσμούμενος, καὶ αἱμάτων τοῖς Ῥείθροις ἐπισταζόμενος, τῷ Δεσπότῃ σου Χριστῷ Μάκαρ ἀνέδραμες, Ἐλευθέριε σοφέ, καθαιρέτα τοῦ Σατάν. Διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν πίστει τιμώντων τὴν μακαρίαν σου Ἄθλησιν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης ἐπηρείας καὶ ὀργῆς, βλάβης καὶ παντοίας ἀνάγκης, καὶ περιστάσεως, πάντας ἐλευθέρωσον, Ἱερομάρτυς Χριστοῦ, Ἐλευθέριε ἔνδοξε, τοὺς ἐξαιτουμένους, τὴν θερμὴν ἀντίληψιν, τῆς προστασίας σου· σὺ γὰρ βοηθὸς Όρθοδόξοις, καὶ τοῖς κινδυνεύουσι ῥύστης, πρὸς Θεοῦ ἐδόθης ἱερώτατε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Παθῶν παντοίων ἐλεύθερον με δεῖξον
Γεράσιμον παμμάκαρ σοὶ προσιόντα.