Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Επιφάνιο Επίσκοπο Κωνσταντίας και Αρχιεπίσκοπο Κύπρου
Ποίημα Κωνσταντίνου Κογεράκη του Κρητός

†Εορτάζεται στις 12 Μαΐου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐπιφανίου τοῦ σοφοῦ Ἰεράρχου, δεύτε τελέσωμεν τῆν πἄμφωτον μνήμην, καὶ εὐλαβῶς βοῆσωμεν αὐτῶ οι πιστοί· Ἰεράρχα ὅσιε, τοὺς πιστῶς πεποιθότας, τῇ στεῤῥά πρεσβεῖα σου, πᾶσης ῥῦσαι ἀνάγκης, καὶ τῶν δεινῶν ἐν βίῳ συμφορῶν, ὡς παῤῥησίαν πλουτῶν πρὸς τὸν Κύριον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ κανόνος·
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνῶν τῶν Ἀγγέλων ταῖς στρατιαῖς, ἐν Σιὼν τῇ ἄνῳ, Ἐπιφάνιε ἰερέ, τᾶς ἱκετηρίους μου δεήσεις, ὡς συμπαθὴς καὶ φιλόστοργος πρόσδεξαι.
Θαυμάτων τὰς χάριτας εἰληφῶς, Ποιμένων τὸ κλέος, Ἐπιφάνιε ἰερέ, κατ’ ἄμφω νοσοῦντά με ἀθλίως, καθικετεύω σε πόθω θεράπευσον.
Ψυχήν μου εὐσπλάχνως τῆν χαμερπήν, οὐράνωσον πάτερ Ἐπιφάνιε ἰερέ, ταῖς πανευπροσδέκτοις σου πρεσβεῖαις, πρὸς τὸν Δεσπότην ἀπάσης τῆς κτίσεως.
Θεοτοκίον.
Τεκοῦσα τὸν Κύριον τοῦ παντός, τῆν τοῦ Παραδείσου, πύλην ἤνοιξας τοῖς βροτοῖς, ὄθεν παντευλόγητε Μαρία, εὐγνωμοσύνης σοι ὔμνον προσάδομεν.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Τὸ χρῖσμα τοῦ Πνεύματος, εἰσδεδεγμένος ἰέρευσας, ἀμέμπτως Θεῷ τῷ ἐν Τριάδι, ἰερέ Ἐπιφάνιε.
Εἰρήνην τὴν κρείττονα, τῷ ταπεινῷ δὸς ἰκέτῃ σου, ὁ τοῦ Εἰρηνάρχου ἰεράρχης, ἰερέ Ἐπιφάνιε.
Χορήγει τὰ κρείττονα, τοῖς εὐλαβῶς εὐφημούσι σε, ὡς ἔνθεον φίλον τοῦ Σωτήρος, ἰερέ Ἐπιφάνιε.
Θεοτοκίον.
Ἀγγέλων ἐξέστησαν, Θεοκυῆτορ τὰ τάγματα, ὀρῶντές σε φέρειν ἐν ἀγκάλαις, τῆς Τριάδος τὸν δεύτερον.
Διάσωσον, τοῦς εὐλαβῶς Ἐπιφάνιε σε ὐμνοῦντας, ἀπὸ κινδύνων καὶ πᾶσης κακώσεως, ταῖς ιεραῖς σου πρεσβεῖαις πρὸς τὸν Σωτήρα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Ἐμπρέπων λαμπρῶς, σοφίας τοῖς χαρίσμασι, ποιμὴν ἰερὸς καὶ Ἰεράρχης ἄριστος, ἐδείχθης Ἐπιφάνιε, ὄθεν πάντες πίστει σοι κράζομεν· ἀεὶ δυσώπει Πάτερ τὸν Θεόν, δοθήναι ἠμῖν τὸ μέγα ἔλεος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀγαπήσας τὸν Κύριον, ὀλικῶς μακάριε Ἐπιφάνιε, τὸν Σταυρὸν αὐτοῦ ἐβάστασας, ὡς ἐνθέου φρονήσεως ἔμπλεως.
Τὴν καρδίαν μου πλούτισον, τῷ ἀμέτρῳ πλούτω τῆς σῆς χρηστότητος, ἰεράρχα Ἐπιφάνιε, ὁ πλουτήσας ἐν ἔργοις τοῖς κρείττοσι.
Πρὸς νομάς σωτηρίου με, ποίμανον θεόληπτε Ἐπιφάνιε, σὺ ποιμὴν γᾶρ ὤφθης κράτιστος, εὐδοκία τοῦ κρείττονος Ὄσιε.
Θεοτοκίον.
Ἀμαρτίας ἀναίρεσις, τῆς ἀρχαίας πέφηνας Θεονύμφευτε, τὸν Χριστὸν ἀφράστως τέξασα, δι΄ἡμᾶς ἐν δυσὶ ὐποστάσεσι.
ᾨδὴ ε΄. Φώτισον ὑμᾶς.
Τῶν αἰρετικῶν, τὴν ὀφρὺν λαμπρῶς κατήσχυνας, ταῖς πανσόφοις καὶ λαμπραῖς σοῦ διδαχαῖς, Ἰεράρχα θεοῤῥήμον Ἐπιφάνιε.
Ψεύδους κραταιῶς, τὸν δυνάστην καταβέβληκας, οὗ τῆς μήνιδος διάσωσον ἠμᾶς, ἀνωτέρους ἰεράρχα Ἐπιφάνιε.
Τῷ Παμβασιλεί, ἐν ὐψίστοις παριστάμενος, τῶν ὐμνοῦντων εὐλαβῶς σε ἐν ᾠδαῖς, ἰεράρχα Ἐπιφάνιε μνημόνευε.
Θεοτοκίον.
Ἄνθος τὸν Χριστόν, θαυμαστῶς ἠμῖν ἐξήνθησας, ἡ βλαστήσασα ἐκ ῥίζης Ἰεσαῖ, ῥάβδος θεία καὶ Ἀγία Μητροπάρθενε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἡγάπησας, θεοσόφως ἔνδοξε, τὸν ἐν ξύλῳ φιλανθρώπως παθόντα, καταυγασθεὶς τὴν καρδίαν ἀκτίσι, τῆς ἀληθοῦς Ἐπιφάνιε γνώσεως, ὅθεν αὐτοῦ ὠς νουνεχῆς, τᾶς προστάξεις ἐν βίῳ ἐπλήρωσας.
Σοφίας, προσειληφῶς τὰς χάριτας, ἐν σοφίᾳ τῆν λαχούσαν σοὶ ποίμνην, πρὸς σωτηρίου νομάς ἀνυστάκτως, ὦ Ἐπιφάνιε πάτερ ἐποίμανας, ὄθεν κἀμὲ πρὸς τὰς νομάς, τῆς ἀψεύστου ζωὴς καθοδήγησον.
Ἐκύκλωσαν, τὴν ψυχήν μου Ὄσιε, ὤσπερ κύνες ὐλακτούντες τὰ πάθη, σὺ δὲ ὠς πέλων εὐήκοος πᾶσι, ἐλέησόν με ἐν πίστει φωνούντα σε, Ἰεραρχών ἡ καλλονή, Ἐπιφάνιε πάτερ τρισόλβιε.
Θεοτοκίον.
Βοήθειαν, πρὸς τὸ σῶζει κέκτημαι, σὲ ἐτοίμην ἀειπάρθενε Κόρη, διὸ προσπίπτω σοὶ ὄλη τῆ καρδία, καὶ ἀνακράζω ἐν θλίψει καὶ δάκρυσι, τοῦ αἰωνίου με πυρός, τῇ πρεσβεῖᾳ σου ῥῦσαι ὡς εὔσπλαχνος.
Διάσωσον, τοῦς εὐλαβῶς Ἐπιφάνιε σε ὐμνοῦντας, ἀπὸ κινδύνων καὶ πᾶσης κακώσεως, ταῖς ἰεραῖς σου πρεσβεῖαις πρὸς τὸν Σωτήρα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἤχος β΄. Τοῖς τῶν αἰμάτων σου.
Ἀναδειχθεὶς ἐν σοφίᾳ περίφημος, αἰρετικῶν τὰ ἀπύλωτα στόματα, τοῖς θείοις σου φθόγγοις ἐφίμωσας, καὶ τῆν Ὀρθόδοξον πίστην ἐκράτυνας, Ὀσίων λαμπὰς Ἐπιφάνιε.
Προκείμενον.
Οἱ Ἰερείς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοι σοῦ ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Τίμιος εναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Ευαγγέλιον.
Εκ του κατά Ματθαίον.
(Κεφ. ε΄. 14-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οὐ δύναται πόλις κρυβῆναι, ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον, ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν, ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ὅς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Δόξα.
Ταῖς τοῦ Ἰεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Τριήμερος ἀνέστη.
Χριστὸν ἀπὸ ψυχὴς ὀλικῶς, θεόφρων Ἐπιφάνιε ἀγαπήσας, τὰ θελήματα αὐτοῦ, ἐπλήρωσας πανσόφως, ὧν πληρωτὴν εὐχαῖς σου, ταῖς ἰεραῖς κἀμὲ ἀνάδειξον.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Προσδεχόμενος πίστει, τοῦ Σωτήρος τῆς δόξης τῆν ἐπιφάνειαν, σωφρόνως καὶ δικαῖως, ἐβίωσας ἐν κόσμῳ, ἰερὲ Ἐπιφάνιε, καὶ μεταστὰς πρὸς Θεόν, ζωὴν τὴν θείαν εὗρες.
Εὐμενής μοι ταῖς θεῖαις, καὶ σεπταῖς σου πρεσβεῖαις Χριστὸν ἀπέργασαι, τὸ δῦνασαι γᾶρ ἔχεις, ἀξίως ὡς βαστάσας, ἰερὲ Ἐπιφάνιε, αὐτοῦ τὸν θείον ζυγόν, ἐπ’ ὤμον σοῦ προθύμως.
Ἀσινεὶς διατήρει, τοὺς προστρέχοντας πίστει, τῇ προστασίᾳ σου ἀπὸ ἀμπλακημάτων σαρκὸς καὶ νοσημάτων, θαυμαστὲ Ἐπιφάνιε, παρὰ Θεῷ γᾶρ πολλήν, τῆν παῤῥησίαν ἔχεις.
Θεοτοκίον.
Κλίμαξ ὤφθης Ἁγία, καὶ μετάρσιος Κόρη, ἀειμακάριστε, δι’ ἧς πρὸς σωτηρίας, ἀνέρχονται τὸ ὔψος, οἱ τὸν ἄφραστον τόκον σου, ὐμνολογούντες ἀεί, θερμότητι καρδίας.
ᾨδὴ η . Τὸν Βασιλέα.
Ἐξανατείλας, ὤσπερ ἀστὴρ εὠσφόρος, Ἐπιφάνιε τῆν κτίσην καταυγάζεις, ταῖς φωτοπαρόχοις, τῆς χάριτος ἀκτίσι.
Ἐνισχυσόν με, τῇ ἰερᾷ σου δυνάμει, Ἐπιφάνιε Πατέρων ἠ λαμπρότης, φέρειν τᾶ ἐν βίῳ, ἐπίπονα ἠδέως.
Τὴν τῶν παθῶν μου, ζοφωδεστάτην ὀμίχλην, Ἐπιφάνιε διάλυσον ἀκτίσι, τῆς παμφαεστάτης, καὶ θείας χάριτός σου.
Θεοτοκίον.
Τὴν πρῶτην Εὔαν, Θεοκυῆτορ Μαρία, ἀπελύτρωσας κατάρας τῆς ἀρχαίας, τέξασα ἀῤῥήτως, τὸν Ἕνα τῆς Τριάδος.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Θυσίαν σ΄αυτὸν ζῶσαν, διὰ πολιτείας, ἀκραιφνεστάτης Κυρίω προσήνεγκας, ὦ Ἐπιφάνιε πάτερ, Τριάδος πρόβολε.
Ψυχής μου τᾶς ἀρούρας, ἄρδευσον πλουσίως, τῆς ἰερὰς χάριτός σου τῷ ὕδατι, ὦ Ἐπιφάνιε πάτερ, Ὀσίων καύχημα.
Πυρός με τοῦ ἀστέκτου, καὶ ἀτελευτήτου, ταῖς ἰεραῖς πρὸς Χριστὸν μεσιτείαις σου, ὦ Ἐπιφάνιε ῥῦσαι, ὡς συμπαθέστατος.
Θεοτοκίον.
Ὑπερδεδοξασμένη, Μήτερ τοῦ Υψίστου, ταῖς μητρικαῖς σου πρεσβεῖαις διάσωζε, ἀπὸ παντοίων κινδύνων, τοὺς σὲ γεραίροντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖροις τῆς σοφίας μύστης λαμπρός, καὶ τῆς εὐσεβεῖας, στύλος θείος καὶ ἀῤῥαγής, χαίροις Ὀρθοδόξων, ὐπέρμαχος δογμάτων, καὶ ἀληθείας πύργος, ὦ Ἐπιφάνιε.
Τῇ ἀσκήσει πάτερ προκαθαρθείς, καθαρὸς ἐν πᾶσι, ἀναδέδειξαι λειτουργός, καὶ νῦν τοῦ Κυρίου, παρίστασαι τῷ θρόνῳ, ποδήρει Ἰερέων, κατακοσμούμενος.
Χαίροις ὁ θεόῤῥυτος ποταμός, ὁ τῆν Οἰκουμένην, καταρδεύσας Πάτερ σοφέ, χαίροις εὐσεβείας, φωστὴρ ὁ φωτοβόλος, ὁ θαυμαστὼς ἐκλάμπων, ἡμῖν τιμῶσί σε.
Ψεύδους τὸν ἀρχέκακον ἀρχηγόν, κατήσχυνας πάτερ, Ἐπιφάνιε ἰερέ, τῇ παρὰ Κυρίου, δοθείση σοὶ σοφία, καὶ βίου ἐναρέτου, τοῖς κατορθώμασι.
Τοῦ Ἐπιφανίου ταῖς ἰεραίς, πρεσβεῖαις Οἰκτίρμων, τῆν εἰρήνην σου δὸς ἡμῖν, καὶ τῆς τοῦ βελίαρ, κακίας ἀνωτέρους, συντήρει τοῦς ὐμνούντας, τὸ θείον κράτος σου.
Χαίροις ἡ θεόληπτος ξυνωρίς, τῶν τῆς ἐκκλησίας, θεοσόφων Ἰεραρχῶν, Ἀνδρέα τῆς Κρήτης, σῦν τῷ Ἐπιφανίῳ, τῆς ἐν Χριστῷ σοφίας, μῦσται πανάριστοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου
Αὐγασθεὶς τὴν καρδίαν, ταῖς ἀκτίσι τῆς χάριτος, τοῦ Χριστοῦ ὀπίσω θεόφρον, ἀκλινῶς ἠκολοῦθησας, καὶ χρίσματι τοῦ Πνεύματος χρισθεῖς, ποιμὴν τῆς Ἐκκλησίας θαυμαστῶς, τῶν αἰρέσεων κατήσχυνας τὴν ὀφρύν, τῶν λόγων σου τῇ σοφίᾳ, δόξα τῷ σὲ σοφίσαντι Χριστῷ, δόξα τῷ σὲ θαὐμαστῶσαντι, δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, σοφὲ Ἐπιφάνιε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις Ἰεράρχα τοῦ Χριστοῦ, ὁ κεκοσμημένος σοφίας, ταῖς θεῖαις χάρισι, χαίροις τὸ τοῦ Πνεύματος, λαμπρὸν κειμήλιον, χαίροις στύλος ὁ ἄσειστος, τῆς Ὀρθοδοξίας, χαίροις τῶν αἰρέσεων, μάχαιρα δίστομος· τοῦς εἰλικρινῶς σὲ τιμῶντας, ῥῦσαι Ἐπιφάνιε πάτερ, τῆς πικρὰς μανίας τοῦ ἀλάστορος.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ἐπιφάνιε λαμπρῶς επἰφανόν μοι
Κωνσταντίνω ὐμνούντι σε σὴν χάριν.

