Παρακλητικός Κανών εις τον Άγιον Ιερομάρτυρα Ερμόλαον τον Ιαματικόν

Ποίημα Αρχιμ. Νικόδημου Παυλοπούλου

†Εορτάζεται στις 26 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Eἶτα τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῶν Ἱερέων τὸν κλεινὸν πρωτοστάτην, καὶ Παντολέοντος γενναῖον ἀλείπτην, Ἱερομάρτυρα Ἐρμόλαον γεραίρομεν νῦν· ὅτι ἐμαρτύρησεν ἐν τοῖς ἔμπροσθεν χρόνοις, καὶ ὑπερεδόξασε Θαυμαστὸν ἐν Ἁγίοις, τὸν ἀρχηγόν τῆς πίστεως Χριστόν, ὦ καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα.
Ὅμοιον.
Τῶν Λειτουργούντων τὰ ἀμέτρητα πλήθη, καὶ Ἀναργύρων ἰατρῶν ἡ χορεία, σὺν τῶν Μαρτύρων τάξεσι καὶ πάντες ὁμοῦ, δεῦτε καὶ συνέλθωμεν πρὸς ἀνύμνησιν θείαν τοῦ Ἱερομάρτυρος Ἑρμολάου τοῦ πάνυ, ὡς διδασκάλου καὶ κατηχητοῦ Παντελεήμονος, ἁγίου καὶ Μάρτυρος.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών οὗ ἡ ἀκροστιχίς.
ΔΕΗΣΙΝ ΠΛΕΚΩ ΤΗ ΕΡΜΟΛΑΟΥ ΜΝΗΜΗ. ΝΙΚΟΔ. Π.

ᾨδὴ α΄. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Δεόμενον δέξαι Ἀνάργυρε, Ἑρμόλαε μάρτυς, καὶ δαψίλευσον ἐπ’ ἐμέ, τὴν τοῦ Παρακλήτου Θείαν Χάριν, ἣν Παντολέοντι πάλαι σὺ δέδωκας.

Ἐχόμενον πλήθεσι καὶ σειραῖς, ἐμῶν ἐγκλημάτων, σοὶ προσέρχομαι Ἅγιε, ἐν τε συντριβῇ καὶ ταπεινώσει, καὶ δέομαι σου ἀπάλλαξον τούτων με.

Ἡμάρτηκα πάτερ Ἑρμόλαε, ὡς πώποτε ἄλλος, ἥμαρτε κατενώπιον, τοῦ μόνου ἀμώμου καὶ Ἁγίου, καὶ δέομαι σου μετάνοιαν δίδου μοι.

Θεοτοκίον.
Σωρείαν πταισμάτων ἐκτίναξον, ἀπὸ τῆς ψυχῆς μου, ἐγκαθίδρυσον δ’ ἐν ἐμοὶ, καρδίαν διψῶσαν ὡς ἔλαφος τὸ ὕδωρ, Κυρίου Ζωοδότου, ὅπερ ἀνέβλυσας.

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Ἱλαρὸς φάνηθί μοι, θαυματουργὲ Ἅγιε, καὶ τῆς ἁμαρτίας τὸν ῥύπον, σύ μου ἀπόσμιξον, πλεῖστα γὰρ οἰδᾷς σύ, ὡς παιδευτῆς ἐν Κυρίῳ, ἱερὰ μαθήματα ,νῦν παραθεῖναί μοι.

Νοῦν Χριστοῦ φύτευσόν μοι, κατηχητὰ ἄριστε, ὡς Παντελεήμονι πάλαι, Μεγαλομάρτυρι, νοῦν οὐρανόφρονα, καὶ καιομένην καρδίαν, ὑπὸ Θείου ἔρωτος, σὺ ἐνεφύτευσας.

Πονηροῦ νῦν τὰ βέλη καὶ τὰς ἐνέδρας διάλυσον, καὶ τοῦ ἀμφιβλήστρου δαιμόνων, σύ με ἀπάλλαξον, σὺ γὰρ ἐπάλαισας, πρὸς τὸν ἀρχέκακον ὄφιν καὶ τὰς ἐλεπόλεις σὺ, τούτου κατέθραυσας.

Θεοτοκίον.
Λέων ὥσπερ καὶ σκύμνος περιπατῶν ὁ διάβολος, τὴν ἐμὴν ψυχὴν διαρπάσαι, ζητεῖ Θεόνυμφε, ἀλλά συ φάνηθι, νῦν ἀρωγὸς καὶ προστάτης, καὶ ἐμὲ ἐκλύτρωσαι, τούτου ὡς τάχιον.

Διάσωσον, ἀπὸ κινδύνων σοὺς δούλους, Ἅγιε πάτερ, ὅτι πάντες ἐν ἀσθενείαις σοι καταφεύγομεν, αἰτούμενοι ἴασιν καὶ ὑγιείαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καί τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἀνάργυρον, πιστοί, τὸν Θεῖον Ἑρμόλαον ἐν ὕμνοις τανῦν ὑμνήσωμεν κραυγάζοντες Χαίροις Πάτερ κλεινέ, καί τῆς πίστεως πρόμαχε, Νικομηδείας, Μάρτυς ἱερέ, καὶ πάντας ταχέως υπεράσπησον.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Εἰσακήκοα, Ἅγιε, τῆς Νικομηδείας φρικτὸν μαρτύριον, κατενόησα τὴν κάμινον, ἐμακάρισα τε τὴν σὴν πρόνοιαν.

Καιομένου ἐπάκουσον, ὑπὸ ἁμαρτίας, κλεινὲ Ἑρμόλαε, καὶ τὴν κάμινον κατάσβεσον, ἣν ὁ πονηρός μοι ἐπροσήναψεν.

Ὡραιότητος γέγονα ἔρημος ὁ τάλας τῶν ἀρετῶν, πασῶν δουλωθεὶς τῷ κοσμοκράτορι, καὶ τὰ σκότους ἔργα προαιρούμενος.

Θεοτοκίον.
Τιμωρίας ήλόγησα, ᾖς οἱ κάκεργάται τότε μεθέξουσι, ἐν ἥμερα τῇ τῆς κρίσεως, καθεκάστην ἐνεργῶν, Μῆτερ, τὰ ἄτοπα.

ᾨδὴ ε΄. Φώτισον ἤμας.
Ἥκιστα σοφέ, ἐμελέτησα τὰ Λόγια, τὰ ἐν Εὐαγγελίῳ ἁγνά, καὶ εἰς τὸν γνόφον τῆς ἀγνοίας ἐναυάγησα.

Εὕροιμί σε νῦν, παιδευτὴν τε καὶ διδάσκαλον, ὡς Παντελεήμων ὁ κλεινὸς καὶ ἀντιλήπτορα, καὶ πρέσβυν ἀπροσμάχητον.

Ῥῦσαι ἀγαθέ, τῶν παγίδων τοῦ ἀλάστορος, ἔτι δε δουλείας τῶν παθῶν, τῆς ἀμαθείας, διαλύων τὴν σκοτόμαιναν.

Θεοτοκίον.
Μέμνησο κᾀμοῦ, ἐντυγχάνουσα πρὸς Κύριον, ἐκτενῶς τε εὔχου δι’ ἐμέ, ὡς παῤῥησίαν, κεκτημένη ἀπαράμιλλον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ Ἄξιος, ἀμπελῶνος ἐργάτης, σὺν Ἑρμίππῳ Ἑρμοκράτη οἰκεῖ νῦν, ἐν ταῖς αὐλαῖς οὐρανῶν ταῖς ἁγίαις, καὶ ἀπολαύει τῶν πόνων τὸν στέφανον, δεόμενος ὑπὲρ ἡμῶν, συναθλεῖν μετὰ πάντων ἀείποτε.

Λυτρούμενος, τῆς πύρας ἣν καθῆψεν, ὁ δεινὸς αὐτοκράτωρ τῆς Ῥώμης, ἐν τῷ Ναῶ καὶ κατέκαυσε τότε, σὺν τῷ Ἀνθίμῳ πιστῶν ὡς που εἴκοσι, ἀνθρώπων χιλιάδας, νῦν καὶ ἐμὲ τοῦ πυρὸς σὺ ἐξάρπασον.

Ἀνεῦρε σε, συγκρυπτόμενον Πάτερ, τοῖς συναθλοῖς σου πατράσιν ὁ ἄρχων, ὅτε αὑτῷ Παντολέων ἐξεῖπε, τὴν ἰδιότητα σου τὴν παγγέραστον γενοῦ κᾀμοὶ κατηχητὴς, ὡς ἐκείνῳ καὶ δός μοι ἐπίγνωσιν.

Θεοτοκίον.
Ὁ κλύδων με, τῶν ἀμέτρων πταισμάτων, ἐκταράττει καὶ βυθῶ με καθέλκει, διηνεκῶς ἁμαρτίας Παρθένε, ἀλλὰ προφθάσασα χεῖρά μοι ἔκτεινον, καὶ δίδου μοι πρὸς γαληνούς, μετανοίας λιμένας ὁρμίζεσθαι.

Ἅγιε, ὁ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, Παντολέοντι γενναίῳ μορφώσας ἐπάκουσον, καὶ δίδού μοι μαρτυρίας τὴν χάριν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἑρμηνεῦτα τοῦ Χρίστου λογίων, πανάριστε,  Παντολέοντος διδάσκαλε μέγιστε, καὶ  Aνάργυρε ὡς ἄλλων ἡ Πλειάς, σὺ ἐκζήτησον κᾀμέ, καὶ ὁδήγησον ὀρθῶς, εἰς ὀδόν τοῦ Κυρίου μου, τρέχειν τε καὶ βαδίζειν, ἄλλους δ’ ἀεὶ φωτίζειν, ὡς παῤῥησίαν πρὸς Θεόν, κεκτημένος σὺ Ἑρμόλαε.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὑτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ Αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον.

Τῷ καιρῶ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων· Εἰς ὀδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε δωρεὰν δότε.

Δόξα.
Ταῖς τοῦ Ἀναργύρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην συλλεξάμενος, τὴν τῶν Γραφῶν ἐπιστήμην καὶ παθὼν ὑπέρτερος, τὸν Χριστὸν ἐκήρυξας παναοίδιμε, καὶ Αὑτὸν ἐμόρφωσας ἐν ἁγνὴ καρδία, μαθητοῦ σου Παντολέοντος, ὃν καὶ ἀνέδειξας μάρτυρα Ἀνάργυρον μέγιστον, καὶ τούτῳ ἠκολούθησας, δεύτερος πιών τὸ ποτήριον, σὺ οὖν διδάξάν με, ἐκκλίνειν μηχανίας τοῦ ἐχθροῦ, καὶ ἐφαρμόζειν τὸ θέλημα, τοῦ Θεοῦ τὸ Ἅγιον.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπηρέτης Κυρίου, ὡς ὑπῆρξας Ἑρμόλαε ἁγιώτατε, κᾀμὲ ὑπηρετεῖν σοι, καὶ πράττειν τοῦ Κυρίου, τὸ Πανάγιον θέλημα, ἀξίωσον καὶ ὑμνεῖν, Θεὸν εὐλογημένον.

Μοναστῶν βίου τρόπον, καὶ ἀνάργυρον δρᾶσιν, Πάτερ ἐπέδειξας, ἁγνεύων καὶ κηρύττων, καὶ πάντας θεραπεύων, ὡς ἠθέλησε Κύριος,
ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογημένος.

Νοερὰν προσευχήν συ, καὶ παννύχιον στάσιν πάτερ ἐβίωσας, δεόμενος Κυρίῳ, νηστεία χαμευνία, ἀγρυπνία καὶ ἄλλαις τε, ἀσκητικαῖς ἀρεταῖς, Θεῷ εὐλογημένῳ.

Θεοτοκίον.
Ἥμαρτε καὶ καθ’ ὕπνον, θέλημα σου παρέβην, Παρθένε πάνσεμνε, ἀλλ’ οίκτειρόν με σῶσον, ὡς πρεσβεύουσα μόνη, τῷ Κυρίῳ σου πάντοτε· ὁ  τῶν Πατέρων ἡμῶν, Θεοῦ εὐλογημένῃ.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Μονώτατον, με ἁμαρτίαις παντοίαις, πεπαρμένον διάσωσον Πάτερ, καὶ ἀξίωσόν με, τυχεῖν τῆς σωτηρίας.

Ἡμάρτηκα σοι, ὡς οὐδεὶς ποτὲ ἄλλος, καὶ ἐλύπησα Πανάγιον Πνεῦμα ἀλλ’ επίστρεψόν με, ὑπό τὴν τούτου σκέπην.

Μενοσηκότα, κατὰ σάρκα καὶ πνεῦμα, καὶ κλινήρη τυγχάνοντα Πάτερ, σὺ εξέγειρόν με, ὑμνεῖν σε ἐκ καρδίας.

Θεοτοκίον.
Ἰδιωτεύειν, με τῷ λόγῳ Παρθένε, καὶ λαλεῖν ἀποροῦντα προσδέχου, σὺ ἡ Θεὸν Λόγον, σαρκὶ γεγεννηκυίᾳ.

ᾨδῇ θ’. Κυρίως Θεοτόκον.
Κύρω καὶ Ἰωάννη, καὶ τοῖς Ἀναργύροις, σὺ κατηρίθμησαι, πάτερ Ἑρμόλαε, καὶ μετὰ τούτων ἁπάντων, πόλον κατῴκησας.

Ὁμόνοιαν ἀγάπην, καὶ μακροθυμίαν, ἀγαθωσύνην τε, πάτερ Ἑρμόλαε, χαράν, εἰρήνην, ἐγκράτειαν σύ μοι βράβευσον.

Δεόμεθα σου Πάτερ, μετὰ σῶν συναθλῶν, τοῦ συμβαδίζειν ἀεὶ ὡς φιλάδελφος, καὶ ἐνισχύειν ἀσφάλτως, βαδίζειν πάντοτε.

Θεοτοκίον.
Παρθένε Θεοτόκε, ἐπί σε προσφεύγω, τὸ καταφύγιον πάντων τὸ ἄμισθον, καὶ ἐξαιτοῦμαι εὑρεῖν σε, σκέπην ἀσάλευτον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καί τὰ παρόντα Μεγαλυνάρια,
ὦν ἡ ἀκροστιχὶς· ΝΙΚΟΔΗΜΟΥ
Νόσους θεραπεύοντα τῶν ψυχῶν, ἀλλὰ καὶ σωμάτων, ὡς ἀνάργυρον θαυμαστόν, ὁμόλογω κηρύττω, Ἑρμόλαον τὸν θεῖον, καὶ τούτῳ καταφεύγω εὑρεῖν τὴν ἴασιν.

Ἴασαι με πάτερ Ἑρμόλαε, καὶ δός μοι ὑγιείαν ἣν ἐπόθησα τοῦ λαβεῖν, ἐν τῷ σεπτῷ Ναῷ σου, προσφεύγων καὶ λειψάνοις, τοῖς σοῖς ἀεὶ προσπίπτων καὶ σου δεόμενος.

Κόσμον καθοδήγησον πρὸς Χριστόν, Ἑρμόλαε πάτερ, ὡς ἐδίδαξας τὸν λαόν, τὸν τῆς Νικομηδείας, Παντελεήμονα τε, τὸν μέγαν ἐν τοῖς Μάρτυσι καὶ πανθαύμαστον.

Ὅλον με συμφύρεσθαι καθορῶν, τοῖς πάθεσι Πάτερ, τῆς σαρκὸς καὶ τοῦ πνεύματος, καθάρισον ἄμα καὶ τῷ Χριστῷ παράθου, καὶ φόβον τὸν Ἐκείνου ἐν ἐμοὶ φύτευσον.

Δέομαι σου πάτερ Ἑρμόλαε, καὶ ἀντιβολῶ σε, νεολαίαν σου στήριξον, καὶ σῶσον κινδύνων, τῶν ἐκ τοῦ μισοκάλου, ὡς πότε σὺ ἐῤῥύσω Παντελεήμονα.

Ἡμάρτηκα σῶσον Ἑρμόλαε, ηνόμησα Πάτερ, καὶ Θεὸν παρεπίκρανα, ἀλλὰ σὴν μοι δίδου, βοήθειαν ἐξ ὕψους, καὶ ενδυνάμωσόν με, Χριστῷ συντάσσεσθαι.

Μονή τοῦ Λειμῶνος Ἀνάργυρε, Ερμόλαέ πάτερ, καταφεύγω καὶ δέομαι, προσπίπτων Λειψάνοις τοῖς τεθησαυρισμένοις, τοῦ
ἔλεος εὑρεῖν με, καὶ χάριν λήψεσθαι.

Ὁμοίως προστρέχω τῷ σῷ Ναῷ, ἐν Παλαιοκήπω τῷ τῆς Γέρας τῷ Ἱερῷ, καὶ σὲ λιτανεύω, καὶ δέομαι καὶ κράζω, Ἑρμόλαε τρισμάκαρ σύ μοι βοήθησον.

Ὑμνεῖν σε ἀξίως ἀξίωσον, διδάσκαλε λόγων, τε καὶ πράξεων ἀγαθῶν, ὥστε σε μιμεῖσθαι, ὀπίσω τε βαδίζειν, ἁγίων σῶ βημάτων καὶ καταρτίζεσθαι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὡς στῦλος ὑπέρλαμπρος τῆς Ἐκκλησίας Χρίστου, ὁ λύχνος ὁ ἄσβεστος τῆς Οἰκουμένης σοφέ, ἐδείχθης Ἑρμόλαε, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, δαίμονας ἐκδιώκων καὶ λεπρούς καθαρίζων, διὸ τοῖς σὲ ποθοῦσιν πιστῶς βρύεις ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε καὶ προσπέσωμεν πιστοί, τῷ Ναῷ τῷ Θείῳ καὶ μέγα, τοῦ Ἑρμολάου τουτί, καὶ κατασπασώμεθα τούτου τὰ Λείψανα, ἱεράν τε καὶ πάνσεπτον, Ἁγίαν εἰκόνα καὶ καθικετεύσωμεν ἐκλιπαροῦντες αὐτόν, Πάτερ, σοῦ δεόμεθα ῥῦσαι, πάσης θλίψεως τε καὶ νόσου, καὶ ἀπάλλαξον ἡμᾶς, τοῦ πολεμήτορος.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.