Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Ευστάθιο

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 20 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τοῦ Σωτῆρος Ἀθλητὴς τροπαιοῦχος, καὶ τῆς ἀνδρείας ἀκαθαίρετος πύργος, Εὐστάθιε πανεύφημε Μαρτύρων καλλονή, πειρασμῶν τὴν ἔφοδον, ἀφ’ ἡμῶν ἀποσόβει, ἐν εἰρήνῃ Ἅγιε, τὴν ζωὴν διεξάγων, τῶν σὲ προστάτην μέγιστον σοφέ, προβαλλομένων, καὶ πρέσβυν πρὸς Κύριον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Κανών, οὗ ἡ Ἀκροστιχίς·
Ἐν εὐσταθείᾳ σῷζέ με Μάρτυς. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύοας.
Ἐλέους τὸν πρύτανιν καὶ Θεόν, Εὐστάθιε μάρτυς, καθικέτευε ἐκτενῶς, πταισμάτων συγχώρησιν διδόναι, τοῖς τῇ θερμῇ σου πρεσβείᾳ προστρέχουσι.

Ναμάτων ἀύλων ζωοποιῶν, ἐπόμβρησον Μάρτυς, τὰς σταγόνας ἐξ οὐρανοῦ, καὶ σβέσον τὴν φλόγα τῶν παθῶν μου, ταῖς ἐπομβρίαις τῶν σῶν παρακλήσεων.

Εὐστάθειαν βίου διηνεκῆ, Εὐστάθιε μάρτυς, καὶ ἀνδρείαν ἐν πειρασμοῖς, καὶ λύσιν παθῶν παρενοχλούντων, ἡμῖν ἐξαίτει τοῖς σὲ μακαρίζουσι.

Θεοτοκίον.
Ὑψίστου καθέδρα περιφανής, ἐδείχθης Παρθένε, σωματώσασα τὸν Θεόν, ᾧ πρέσβευε πάσης ἁμαρτίας, ἀποκαθάραι τοὺς σὲ μεγαλύνοντας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Συμφορῶν τὰς ἐφόδους, καρτερικῶς ἤνεγκας· ὅθεν καρτερῶς ὑπομένειν, ἡμᾶς ἐνίσχυσον, μάρτυς Εὐστάθιε, τὰς χαλεπὰς ἐπινοίας, τοῦ δολίου δράκοντος, γνώμης στεῤῥότητι.

Τὰς ὁρμὰς καὶ τὰ βέλη τὰ καθ΄ ἡμῶν σύντριψον, τῶν ἐπιζητούντων ταράττειν ἡμᾶς Εὐστάθιε καὶ ἀστασίαστον, ἔργοις ἐνθέοις κομῶσαν τὴν ζωὴν συντήρησον, ἡμῶν δεόμεθα.

Ἄκαθαίρετος πύργος, ὑπομονῆς πέφηνας. πρὸς τὴν τελειότητα ταύτης, παιδεύων πάντοτε ἡμῶν τὸ φρονημα, ἐν πειρασμοῖς πολυτρόποις καὶ ποικίλαις θλίψεσι, μάρτυς Εὐστάθιε.

Θεοτοκίον.
Θεὸν Λόγον τεκοῦσα μετὰ σαρκὸς Ἄχραντε, τὸν ἀνακαινίσαντα κόσμον τῆς πάλαι πτώσεως, τὸν νοῦν μου καίνισον, ζωοποιῷ θείῳ φόβῳ, καὶ ψυχήν μου κάθαρον δεινῶν προλήψεων.

Διάσωσον, μεγαλομάρτυς Εὐστάθιε πάσης βλάβης, καὶ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς προσιόντας τῇ θείᾳ σου
ἀντιλήψει.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Παθῶν τὰς ὁρμάς, καὶ πειρασμῶν τὸν κλύδωνα, καὶ πᾶσαν φθοράν, τὴν καθ΄ ἡμῶν ἀπότρεψον, Εὐστάθιε μακάριε, ὡς πιστῶν ἀσφαλὲς περιτείχισμα· σὺ γὰρ ποικίλως Μάρτυς πειρασθείς, ἀρήγεις τοῖς κάμνουσι ταῖς θλίψεσι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εὕροιμί σε Εὐστάθιε, ὥρᾳ τῆς ἀνάγκης βοηθὸν ἕτοιμον, συνοχῆς με ἐξαιρούμενον τῶν ἐπελθουσῶν μοι Μάρτυς θλίψεων.

Ἴασαί μου τὸν καύσωνα, τὸν τῆς ἀθυμίας τῆς συνθλιβούσης με καὶ παράσχου τῇ καρδίᾳ μου, τὴν ἀναψυχὴν Μάρτυς τὴν κρείττονα.

Ἀθλοφόροι ἀήττητοι σὺν τῇ Θεοπίστῃ μάρτυς Εὐστάθιε, καὶ Θεόπιστε, Ἀγάπιε, πάσης συμφορᾶς ἡμᾶς λυτρώσασθε.

Θεοτοκίον.
Σωτηρίας τὸν αἴτιον, σῴζοντα τὸν κόσμον Χριστὸν κυήσασα, σωτηρίας με ἀξίωσον, Κεχαριτωμένη τὸν ἱκέτην σου.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ ἀκλινὴς ἐν ταῖς θλίψεσιν Εὐστάθιε, μὴ ἐκκλίνειν ταῖς τοῦ ὄφεως βουλαῖς, ἐνδυνάμωσον τὸν νοῦν ἡμῶν δεόμεθα.

Ζῆν ἡμᾶς καλῶς, εὐπραγίᾳ καὶ σεμνότητι, καὶ ἁπάσῃ ἐναρέτῳ ἀγωγῇ, καταξίωσον Εὐστάθιε μακάριε.

Ἔχοντες ὑμᾶς Θεοπίστη καὶ Εὐστάθιε, σὺν τοῖς τέκνοις ὑμῶν θείους ἀρωγούς, οὐ πτοούμεθα ἐχθρῶν τὰ μηχανήματα.

Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, τῇ ἀγάπῃ τοῦ Υἱοῦ σου τῇ θερμῇ, τὴν ψυχήν μου ἀναπτέρωσον καὶ σῶσόν με.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐν πάσῃ ἐπιφορᾷ ὀλεθρίῳ, καὶ δεινῇ προσδοκωμένῃ μανίᾳ, σὺ βοηθὸς ἡμῖν φάνηθι Μάρτυς, τῶν θλιβερῶν διαλύων τήν ἔφοδον, καὶ τὴν εἰρήνην ἐκ Θεοῦ, πρυτανεύων ἡμῖν τοῖς ποθοῦσί σε.

Μεγίστους πόνους ἀνδρείως ἤνεγκας, θαυμαστῶς ἐμεγαλύνθης θεόθεν, μεγαλομάρτυς Εὐστάθιε, μάκαρ· ἔνθεν μεγάλων κινδύνων καὶ θλίψεων, τῇ σῇ μεγίστῃ πρὸς Χριστόν, παῤῥησίᾳ ἡμᾶς ῥύῃ πάντοτε.

Ἀγάπῃ συνδεδεμένοι ἀῤῥήκτως, ὡς ὁμόφρονες ἐν βίῳ καὶ ἄθλοις, ἐν ὁμονοίᾳ ἡμᾶς καὶ ἀγάπῃ διατηρήσατε ἅγιοι μάρτυρες, Εὐστάθιε σὺν τοῖς υἱοῖς καὶ τῇ σῇ ὁμοζύγῳ δεόμεθα.

Θεοτοκίον.
Ῥυσθῆναι τῆς τοῦ ἐχθροῦ με μανίας, καὶ ἁπάσης δυσχερῶν προσδοκίας, τῇ σῇ εὐδόκησον χάριτι Κόρη, καὶ ἐν εἰρήνῃ καὶ βίου σεμνότητι, ἀξίωσόν με ἐκτελεῖν, τῆς ζωῆς μου Ἁγνὴ τὸ ὑπόλοιπον.

Διάσωσον μεγαλομάρτυς Εὐστάθιε πάσης βλάβης, καὶ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμήνευτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.

Τῇ πρὸς Θεόν σου πρεσβείᾳ Εὐστάθιε, πολυειδῶν πειρασμῶν λυτρωθείημεν· ὅτι πρὸς σὲ ἀφορῶντες ἑκάστοτε, συμβαινουσῶν κουφιζόμεθα θλίψεων, ὑμνοῦντες τὸν σὲ θαυμαστώσαντα.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὑαγγέλιον
Ἐκ τοῦ κατα Ιωάννη
(Κεφ. ιε΄. 17-27, ιστ΄. 1-2 ).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.  Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν, ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με, εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου, ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε,ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε, ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Πύργος ἀπερίτρεπτος ὑπομονῆς καὶ ἀνδρείας, καὶ λαμπρὸν ὑπόδειγμα ψυχικῆς στεῤῥότητος Μάρτυς πέφηνας· διὸ αἰτοῦμέν σε, τὰς ἐπαναστάσεις καθ΄ ἡμῶν τοῦ πολεμήτορος, καὶ τὰ βουλεύματα, καὶ τὰς μηχανὰς τάχος σύντριψον, ἀνδρείαν παρεχόμενος, καὶ ὑπομονὴν ἡμῖν ἄτρεπτον, ὡς ἂν θεοφρόνως, βιώσαντες Εὐστάθιε σοφέ, τῇ σῇ πρεσβείᾳ τῆς κρείττονος, δόξης ἐπιτύχωμεν.

Σῶσον ὀ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν παθῶν τὰς ὀδύνας καὶ τοὺς ἄνθρακας σβέσον Μάρτυς τῶν θλίψεων, καὶ ἄλυπον συντηρεῖ, ἐκ πάσης ἐπηρείας, τὴν ζωὴν ἡμῶν πάντοτε, τῶν σὲ θερμὸν ἀρωγόν, Εὐστάθιε πλουτούντων.

Ὑπὲρ πάντων δυσώπει, τῶν πιστῶς προστρεχόντων τῇ προστασίᾳ σου, πικρῶν ἀῤῥωστημάτων, ψυχῶν τε καὶ σωμάτων, ἐκλυτροῦσθαι Εὐστάθιε, καὶ μετὰ τέλος τυχεῖν τῆς ἄνω βασιλείας.

Σωτηρίας λιμένα, τὴν θερμήν σου πρεσβείαν Μάρτυς κτησάμενοι, ἐκ πάσης τρικυμίας καὶ ζάλης τῆς ἐν βίῳ ἐκλυτρούμεθα ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Γεωργήσασα Κόρη, ἀνηρότως τὸν πάντα δημιουργήσαντα, γεώργιόν με θεῖον, ζωῆς τῆς ἐναρέτου, Θεοτόκε ἀνάδειξον, ἵνα βλαστήσω Ἁγνή, καρποὺς ἀθανασίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐκ τῶν σκανδάλων, τῶν χαλεπῶν τοῦ βελίαρ, ἐλευθέρωσον Εὐστάθιε τρισμάκαρ, τοὺς τῆς σῆς αἰτοῦντας, τυχεῖν ἐπικουρίας.

Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, καὶ συγχώρησιν πταισμάτων Ἀθλοφόρε, τῇ σῇ μεσιτείᾳ, ἡμῖν πρὸς τὸν Σωτῆρα.

Ἁγίων στίφος, σὺν τῷ κλεινῷ Εὐσταθίῳ Θεόπιστε, Ἀγάπιε τρισμάκαρ, καὶ τῇ Θεοπίστῃ, ἡμᾶς περιφρουρεῖτε.

Θεοτοκίον.
Σκέπη μοι ἔσο, ἐκ τῶν βελῶν τοῦ βελίαρ καὶ ὁδήγει με πρὸς τρίβον μετανοίας, Κεχαριτωμένη, παρθένε Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἡμῖν καὶ σθένος, δίδου ἐν ἀνάγκαις, καὶ συμφοραῖς ταῖς τοῦ βίου Εὐστάθιε, τὰ δυσχερῆ εὐμαρίζων τῇ ἀντιλήψει σου.

Μὴ παύσῃ ἐποπτεύειν, καὶ τὴν σὴν παρέχειν ἐπισκοπὴν ἀθλοφόρε Εὐστάθιε, τοῖς ἀδιστάκτῳ καρδίᾳ σὲ μακαρίζουσι.

Οἱ Μάρτυρες Κυρίου, σὺν τῷ Εὐσταθίῳ καὶ Θεοπίστῃ θέοφρον Ἀγάπιε, καὶ Θεοπίστῳ Κυρίῳ ἡμᾶς προσάγοιτε.

Θεοτοκίον.
Ὑμνοῦμέν σε βοῶντες χαῖρε Θεοτόκε, ἁμαρτωλῶν ἱλαστήριον μέγιστον, καὶ προστασία τοῦ κόσμου καὶ καταφύγιον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δόξῃ οὐρανίῳ καταυγασθείς, θεόκλητος ὤφθης, ὡς Παῦλος ὁ εὐκλεής, καὶ λαμπρῶς ἀθλήσας, Εὐστάθιε τρισμάκαρ, ἀξίως ἐδοξάσθης θείοις χαρίσμασι.

Ἤκουσας καλούσης σε τῆς φωνῆς, Χριστοῦ τοῦ Σωτῆρος τοῦ ὀφθέντός σοι θαυμαστῶς, δι’ ἐλάφου μάκαρ, καὶ χαίρων ἐπορεύθης, τὴν μαρτυρίου τρίβον, μάρτυς Εὐστάθιε.

Χαίροις τῆς ἀνδρείας ὑπογραμμὸς καὶ Ἰὼβ τοῦ θείου, ὑποτύπωσις ἀληθής· χαίροις ὁ ἀλείφων, ἡμᾶς πρὸς σωτηρίαν ὑπομονῆς σου Μάρτυς τοῖς κατορθώμασι.

Ὡς σεπτὴν θυσίαν καὶ προσφοράν, τοὺς ἐκ τοῦ μηροῦ σου, προελθόντας κλεινοὺς βλαστούς, ἀθλήσεως πόνοις, προσήγαγες Κυρίῳ, Εὐστάθιε θέοφρον, σὺν τῇ συζύγῳ σου.

Χαίροις τῶν Μαρτύρων ἡ τετρακτύς, Εὐστάθιε μάκαρ, Θεοπίστῃ σὺν τῇ σεμνῇ, καὶ σὺν Ἀγαπίῳ, Θεόπιστε παμμάκαρ, ἡμῶν πρὸς τὴν Τριάδα, πρέσβεις θερμοτατοι.

Παραστάται ὄντες πανευκλεεῖς, οἷα Ἀθλοφόροι, τοῦ Παντάνακτος Ἰησοῦ, εὐστάθειαν βίου, καὶ ἄφεσιν πταισμάτων, ἡμῖν ἀεὶ αἰτεῖτε, Ἅγιοι Μάρτυρες.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων βοηθὸς καὶ ἀρωγός, ἔνδοξε Εὐστάθιε πέλεις, καὶ καταφύγιον, τῶν προσερχομένων σοι ἀνενδοιάστῳ ψυχῇ· πάσης βλάβης οὖν φύλαττε, ἡμᾶς ἀνωτέρους, καὶ Χριστοῦ τὰ βήματα, ἀκατακρίτους σοφέ, δεῖξον, μετὰ τέλος θεόφρον, τῇ μαρτυρικῇ σου πρεσβείᾳ, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Εὐστάθειαν δίδου μοι ψυχῆς ἐν πᾶσι
Εὐστάθιε σπεύδοντι σοὶ Γερασίμῳ.