Παρακλητικός Κανών εις τον Άγιο Ευθύμιο Επίσκοπο Σαρδέων

Ποίημα Παναγιώτου Αναγνώστου Σόμαλη, Βιοχημικοῦ

†Εορτάζεται στις 26 Δεκεμβρίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ Τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσκυνοῦντας τὴν τιμίαν σου κάραν, ἐξ ἧς θαυμάτων ποταμὸς ἀναβλύζει, Ἱερομάρτυς Ἅγιε Εὐθύμιε, πάσης ἀπολύτρωσαι ἀῤῥωστίας καὶ βλάβης, τὴν σὴν παρεχόμενος εὐλογίαν καὶ χάριν, καὶ τὸν Χριστὸν ἱκέτευε ἀεί, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.

Δόξα. Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε
Τῶν Σαρδέων Πρόεδρος, καὶ Ἐκκλησίας φωστήρ, καὶ στόμα θεόσοφον, ὁμολογίας λαμπρᾶς ἐδείχθης Εὐθύμιε. Ὅθεν τῇ μυριπνόῳ καὶ ἁγίᾳ σου κάρᾳ, ταύτην τὴν πόλιν Πάτερ, μυστικῶς ἁγιάζεις, ἧ δίδου Ἱεράρχα ἀεὶ τῇ προστασίᾳ σου.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. ἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευϑέρους· οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ’ σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Ὁ κανών, οὗ ἡ ἀκροστιχίς: Ἀθυμίας ῥῦσαί με Ἱερομάρτυς. Παναγιώτου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁπάσης ἀνάγκης καὶ συμφοράς, ἀτρώτους συντήρει σαῖς πρὸς Κύριον προσευχαῖς, Εὐθύμιε Πάτερ θεοφόρε, τοὺς εὐλαβῶς προσιόντας τῇ σκέπῃ σου.

Θαυμάτων τὴν δύναμιν εἰληφώς, ὡς ἔπαθλον μάκαρ, τῶν σῶν πόνων παρὰ Θεοῦ, ἴσθι βοηθὸς καὶ ἀντιλήπτωρ, τῶν προσκυνούντων τὴν πάντιμον κάραν σου.

Ὑψώσας ἱκέτιδας πρὸς Θεόν, χεῖρας Ἱεράρχα, ἡμῖν αἴτει ἁμαρτιῶν, δοῦναι ἀμετρήτων τή συγγνώμην, τοῖς σε τιμῶσιν Εὐθύμιε ἔνδοξε.

Θεοτοκίον.
Μυρίαις βαλλόμενος συμφοραῖς, τῇ σκέπῃ σου Κόρη καταφεύγω ὁ εὐτελής, σὺν οὖν φύλαξόν με Θεομῆτορ, πλὴν γὰρ σου ἄλλην ἐλπίδα οὐ κέκτημαι.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἰατρὸν ἐν τοῖς νόσοις θαυματουργὸν εὕροιμεν, σὲ Ἰερομάρτυς Κυρίου Πάτερ Εὐθύμιε, πάσης λυτρούμενον, φθοροποιοῦ ἀλγηδόνος, καὶ ἡμῖν δωρούμενον χαρὰν καὶ ἴασιν.

Ἀπορούντων προστάτης καὶ τῶν πτωχῶν πρόμαχος, καὶ τῶν ὀρθοδόξων δογμάτων στῦλος ἀκλόνητος, ὤφθης Εὐθύμιε, διὸ καὶ ἄφθαρτον στέφος, ἐκ Κυρίου εἴληφας τοῦ Παντοκράτορος.

Συμφορῶν καὶ κινδύνων παντοδαπῶν φύλαττε, τοὺς τῇ προστασίᾳ σου Πάτερ πίστει προστρέχοντας, βίον ἡσύχιον, καὶ εἰρηναῖον βραβεύων, Ἅγιε Εὐθύμιε Σαρδέων πρόεδρε.

Θεοτοκίον.
Ῥυπτικῇ σου πρεσβείᾳ Μήτηρ Θεοῦ Πάναγνε, κάθαρον ψυχῆς μου τὸ αἶσχος καθικετεύω σε, καὶ μετανοίας μοι, δάκρυα δίδου Παρθένε, τῷ ἀχρείῳ δούλῳ σου εἰς σε ἐλπίζοντι.

Διάσωσον, Ἱερομάρτυς Εὐθύμιε θεοφόρε, τοὺς προσκυνοῦντας τὴν θαυματόβρυτον κάραν σου, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαις ταῖς σαῖς Εὐθύμιε μακάριε, ἐκ πάσης ὀργῆς καὶ θλίψεως ῥυσθείημεν, οἱ πιστῶς προστρέχοντες νῦν τῇ κραταιᾷ προστασίᾳ σου, καὶ τὸν Θεὸν δοξάζοντες ἀεί, τὸν σὲ Ἱεράρχα μεγαλύναντι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπέρ πάντων ἱκέτευε, τῶν συναθροισθέντων ἐν τῷ τεμένει σου, ἱερόνικε Εὐθύμιε, καὶ ἐξαιτουμένων τὰς πρεσβείας σου.

Σῶσον Πάτερ Εὐθύμιε, πάσης ἐπηρείας τοῦ κοσμοκράτορος, ὡς πιστῶν προστάτης κράτιστος, τοὺς εἰλικρινῶς προσκαλουμένους σε.

Ἀθυμίας με λύτρωσαι, τῆς κατατρυχούσης νῦν τὸν ἱκέτην σου, εὐθυμίας ὡς ἐπώνυμος, ἀξιομακάριστε Εὐθύμιε.

Θεοτοκίον.
Ἱκετεύω σε Δέσποινα, μὴ ἐγκαταλίπῃς με ἐν ταῖς θλίψεσι, ἀλλὰ δίδου μοι βοήθειαν, καὶ παντοίας λύτρωσαι κακώσεως.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγας βοηθός, ἐκ Θεοῦ ἡμῖν δεδώρησαι, ἐν κινδύνοις καὶ ποικίλοις πειρασμοῖς, διὰ τοῦτό σε γεραίρομεν Εὐθύμιε.

Ἔχων πρὸς Χριστόν, παῤῥησίαν τὸν φιλάνθρωπον, καθικέτευε αὐτὸν διηνεκῶς, δωρηθῆναι τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ἴασαι ἡμῶν, Ἱεράρχα τὰ συντρίμματα, καὶ ὑγείαν τὴν κατ’ ἄμφω δὸς ἡμῖν, τοῖς ἱκέταις σου Εὐθύμιε θεσπέσιε.

Θεοτοκίον.
Ἔκχεον κἀμοί, τὰ ἐλέη σου Πανάχραντε, λυτρουμένη συνηθείας πονηρᾶς, ἵνα χαίρων σε ὑμνῶ ὠς εὐεργέτην μου.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥυσθῆναι, αἱρετιζόντων μανίας, τὴν σὴν ποίμνην καθικέτευε Πάτερ, ἰδοὺ γὰρ πόθῳ σὲ ὕμνοις γεραίρει, τοὺς εὐαγεῖς σου ἀγῶνας δοξάζουσα, τῶν Ὀρθοδόξων χαρμονή, Ἱεράρχα Εὐθύμιε πάνσοφε.

Ὁ πάνσεπτος, ἀθλοφόρε οἶκός σου, ἰατρεῖον νοσημάτων παντοίων, ἐπισκίασει Θεοῦ ἀνεδείχθη, καὶ γὰρ πηγάζει ἠ πάντιμος κάρα σου, ἰάματα διηνεκῶς, τοῖς νοσοῦσι θεόφρον Εὐθύμιε.

Μὴ παύσῃ, ἐκδυσωπεῖν τὸν Κύριον, λυτρωθῆναι τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ τῶν λοιπῶν αἰωνίων βασάνων, Ἱερομάρτυς Εὐθύμιε ἔνδοξε, τοὺς ἐκτελοῦντας εὐσεβῶς, τὴν λαμπρὰν καὶ παγγέραστον μνήμην σου.

Θεοτοκίον.
Ἀσπόρως, Χριστὸν τῶν πάντων Δεσπότην, τετοκυῖα Ἀειπάρθενε Κόρη, αἴτει Αὐτὸν μητρικῇ παῤῥησίᾳ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι δεόμεθα, τοὺς Θεοτόκον ἀληθῆ, σὲ κηρύσσοντας πόθῳ Πανάχραντε.

Διάσωσον, Ἱερομάρτυς Εὐθύμιε θεοφόρε, τοὺς προσκυνοῦντας τὴν θαυματόβρυτον κάραν σου, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμήνευτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἱερομάρτυς κυρίου Εὐθύμιε, τοῖς προσκυνοῦσι τὴν πάνσεπτον κάραν σου, τὴν σὴν εὐλογίαν κατάπεμψον, καὶ ἐν ἀνάγκαις ταχεῖαν βοήθειαν, ὡς φύλαξ πιστῶν θεοδώρητος.

Προκείμενον
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (δίς)
Στίχ. Οἱ ἰερεῖς Σου Κύριε ενδύσονται δικαιοσύνην

Εὐαγγέλιον. Ἐκ τῦ Κατὰ Ματθαῖον (Κέφ. ιγ΄, 44-54).

Εἶπεν ὁ Κύριος·  Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν. Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες αὐτὴν ἐπὶ τὀν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. Ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, ναί, Κύριε. Ὁ δὲ εἶπεν αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Εἰς τὴν Ναζαρὲτ ἀρνοῦνται τὸν Χριστόν.  Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας μετῆρεν ἐκεῖθεν, καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ο Θεός….
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε Εὐθύμιε, Ἱεραρχῶν ἡ λαμπρότης, τῶν Σαρδέων πρόεδρε, καὶ Μαρτύρων καύχημα καὶ κειμήλιον, τῆς σεπτῆς σύνεδρε ἑβδόμης Συνόδου, τὸν δοξάσαντά σε Κύριον, καὶ ἀναδείξαντα, πηγὴν ἰαμάτων ἀστείρευτον, τὴν κάραν τὴν τιμίαν σου. Ἐκτενῶς ἀεὶ καθικέτευε, ἵνα πάσης βλάβης, ῥυσθῶμεν καὶ παντοίας συμφορᾶς, οἱ εὐλαβῶς καταφεύγοντες, νῦν τῇ προστασίᾳ σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥοήν μου τῶν δακρύων προσδεξάμενος ῥῦσαι Πάτερ Εὐθύμιε, δεινῆς με ἀθυμίας, χαρὰν καὶ εὐθυμίαν, τῇ ψυχῇ μου δωρούμενος, ἵνα δοξάζω Θεόν, τὸν θαυμαστώσαντά σε.

Τὴν τιμίαν σου κάραν ὡς θησαύρισμα θεῖον ὄντως κεκτήμεθα, καὶ ταύτῃ προσιόντες, δεινῶν ἀῤῥωστήματων ἐκλυτρούμεθα κράζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὕψόθεν νεῦσον Πάτερ καὶ δίδου σοῖς ἱκέταις πᾶσι τὰ πρόσφορα, καὶ τὰ πρὸς σωτηρίαν, αἰτήματα παράσχου, τοῖς βοῶσιν Εὐθύμιε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Σαρκὸς ἐπιθυμίαις ἐδουλώθην ὀ τάλας δοῦλός σου Δέσποινα, αὐτῶν ἀπάλλαξόν με, τῆς τυρανίας θᾶττον ἵνα κράζω γηθόμενος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Πρέσβευε Πάτερ, τῷ πανοικτίρμονι Λόγῳ, δοῦναι ἱλασμὸν πλημμελημάτων, τοῖς ἀνευφημοῦσι, τοὺς θείους σου ἀγῶνας.

Ἀγαλλιᾶται, Κερατσινίου ἡ πόλις, τῇ σῇ προστασίᾳ Ἱεράρχα, σοῦ τὴν θείαν κάραν, κατέχουσα ἐν κόλποις.

Νοσοῦσι δίδου, ταῖς θεοδέκτοις λιταῖς σου, ἴασιν Εὐθύμιε παμμάκαρ, καὶ τοῖς θλιβομένοις, παράσχου εὐθυμίαν.

Θεοτοκίον.
Ἄχραντε Κόρη, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, ἴασαι τὸ ἄλγος τῆς ψυχῆς μου, καὶ τὴν σῆς σαρκός μου, θεράπευσον ὀδύνην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γενοῦ μοι ἀντιλήπτωρ, Εὐθύμιε Πάτερ, καὶ συμφορῶν ἀδοκήτων διάσωσον, βίον μοι δοὺς εἰρηναῖον τῷ δεομένῳ σου.

Ἰάσεις καθ’ ἑκάστην, Ἅγιε πηγάζεις, τοῖς τῷ σεπτῷ προσιοῦσιν τεμένει σου, καὶ τὸν Σωτῆρα ὑμνοῦσιν Πάτερ Εὐθύμιε.

Ὡς πλήρης συμπαθείας, πρόσδεξαι τὸν ὕμνον, ὅν σοι προσήνεγκαν πόθῳ Εὐθύμιε, καὶ τὴν νοσοῦσαν ψυχήν μου εὐχαῖς σου ἴασαι.

Θεοτοκίον.
Τὴν δέησίν μου, δέξαι Κεχαριτωμένη, καὶ ἐν καιρῷ τῆς ἐξόδου μου φάνηθι, τῆς παναθλίας ψυχῆς μου Κόρη βοήθεια.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν Ἱερομάρτυραν τοῦ Χριστοῦ, Σαρδέων Ποιμένα καὶ Ἐπίσκοπον εὐκλεή, τῶν Εἰκονομάχων, τὸ θράσος καθελόντα, Εὐθύμιον τὸν θεῖον πάντας τιμήσωμεν.

Βασιλεῖς ἐλέγξας τοὺς δυσεβεῖς, εἱρκτὴν καθυπέστης ἐξορίας καὶ ῤαβδισμούς, καὶ ὁμολογίας, τὸ στέφος ἐκομίσω, Εὐθύμιε Μαρτύρων κλεινῶν ὁμότροπε.

Ἀπὸ τῆς Χερσῶνος εἰς τὴν Χιλήν, τῇ σῇ εὐδοκίᾳ ἡ σὴ κάρα καὶ ἰερά, πάλαι ἐκομίσθη, πηγάζουσα ἰάσεις, καὶ εὐωδίαν ἄῤῥητον ἀναπέμπουσα.

Τοῦ Κερατσινίου χαίρει λαός, τὸν θεῖόν σου οἶκον, καὶ τὴν κάραν σου τὴν σεπτήν, τῇ θείᾳ προνοίᾳ, Εὐθύμιε πλουτήσας, καὶ ὕμνοις γηθοσύνως νῦν μακαρίζει σε.

Νόσους ἐκδιώκει τὰς λοιμικάς, καρκίνου τὸ πάθος καὶ ὑγείαν βρύει ἀεί, Εὐθύμιε Πάτερ, ἡ σὴ τιμία κάρα, διὸ αὐτὴν ἐκ πόθου κατασπαζόμεθα.

Πρέσβευε τῷ πάντων Δημιουργῶ, ῥυσθῆναι κινδύνων πολυτρόπων καὶ πειρασμῶν, τούς σοι προσδραμόντας, Εὐθύμιε τρισμάκαρ, καὶ πίστει ἐκζητοῦντας τὴν προστασίαν σου.

Δίδου εὐλογίαν τὴν πατρικήν, τῇ σῇ ἐνορίᾳ καὶ πᾶν δώρημα ἀγαθόν, καὶ ἔνθεον ζῆλον, πρὸς ἀρετῆς ἀγῶνας, Εὐθύμιε Πατέρων σεπτὸν ἀγλάίσμα.

Χαίροις Καισαρείας γόνος λαμπρός, καὶ Χιλῆς προστάτις καὶ Κερατσινίου ὁ θησαυρός, χαίροις ἐκκλησίας, μέγας φωστὴρ τρισμάκαρ, ἀρχιερέων κλέος Πάτερ Εὐθύμιε.

Τοὺς θείου Πατέρας τοὺς τὴν σεπτήν, Σύνοδον Ἑβδόμην συγκροτήσαντας ἱερῶς, καὶ τετιμηκότας, Εἰκόνας τὰς ἁγίας, ἀσμάτων συμφώνιᾳ ἀνευφημήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν. εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῶν Σαρδέων Πρόεδρος, καὶ Ἐκκλησίας φωστήρ, καὶ στόμα θεόσοφον, ὁμολογίας λαμπρᾶς ἐδείχθης Εὐθύμιε. Ὅθεν τῇ μυριπνόῳ καὶ ἁγίᾳ σου κάρᾳ, ταύτην τὴν πόλιν Πάτερ, μυστικῶς ἁγιάζεις, ἧ δίδου Ἱεράρχα ἀεὶ τῇ προστασίᾳ σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προσπίπτοντας πιστῶν, τῇ θαυματοβρύτῳ σου κάρᾳ Πάτερ Εὐθύμιε, σκέπε καὶ διάσωζε ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ, νοσημάτων λυτρούμενος δεινῶν Ἱεράρχα, χάριν τε καὶ ἔλεος αὐτοῖς δωρούμενος, ὅπως, ὡς προστάτην καὶ ῥύστην, σὲ ἀξιοχρέως τιμῶμεν, δόξαν τῷ Σωτῆρι ἀναπέμποντες.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Χαιρετισμοί εις τον Άγιο Ευθύμιο Επίσκοπο Σαρδέων