Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Γεώργιο ο εν Ιωαννίνοις αθλήσας

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 17 Ιανουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Νεομάρτυρος τῷ θείῳ Τεμένει, οἱ συνεχόμενοι παθῶν ταῖς ὀδύναις, προσέλθωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς· ἅγιε Γεώργιε, ἰατρὲ τῶν νοσούντων, σπεῦσον καὶ ἀπάλλαξον, τῆς παρούσης ἀνάγκης, τοὺς ἐκζητοῦντας πίστει ἀκλινεῖ, τὴν σὴν βοήθειαν Μάρτυς ἑκάστοτε.

Δόξα.
Ὅμοιον.

Ὡς πολιοῦχον καὶ θερμοτατον ῥύστην, καὶ ἀρωγὸν καὶ βοηθὸν ἐν ἀνάγκαις, πλουτοῦντες Γεώργιε βοῶμέν σοι θερμῶς· σκέπε ἡμᾶς πάντοτε, τῶν ἐν βίῳ κινδύνων, φύλαττε τὴν πόλιν σου, ἐν εἰρήνῃ τελείᾳ, καὶ τὰς αἰτήσεις πλήρου συμπαθῶς, τῶν εὐλαβῶς προσφοιτώντων τῷ οἴκῳ σου.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἰάσεις διδοίης Νεομάρτυς. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰάσεις παρέχων παντοδαπάς, ψυχῶν καὶ σωμάτων, θεραπεύεις πάθη δεινά, Γεώργιε νέε ἀθλοφόρε, τοῖς προσιοῦσι θερμῶς τῇ πρεσβείᾳ σου.

Ἀθλήσας νομίμως ὑπὲρ Χριστοῦ, λαμπρῶς ἐδοξάσθης, τῶν θαυμάτων τῇ δωρεᾷ, καὶ πᾶσι παρέχεις τὰς αἰτήσεις, τοῖς προσφοιτῶσι τῷ οἴκῳ σου Ἅγιε.

Σωμάτων ὀδύνας τὰς χαλεπάς, ἰᾶσαι ταχέως, Νεομάρτυς θαυματουργέ, καὶ μέλη συσφίγγεις παρεθέντα, τῇ δεδομένῃ θεόθεν σοὶ χάριτι.

Θεοτοκίον.
Ἐκύησας Κόρη σωματικῶς, τὸν ἄσαρκον Λόγον, ὑπὲρ λόγον δίχα τροπῆς, διὸ τῶν παθῶν τῆς ἀλογίας, τὴν μολυνθεῖσαν καρδίαν μου κάθαρον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος
Ἰαμάτων σε κρήνην ὡς ἀληθῶς ἔδειξε, κόσμῳ τῆς ζωῆς ὁ ταμίας, μάρτυς Γεώργιε, ὅθεν τὰ νάματα, καὶ τὰ γλυκύτατα ῥεῖθρα, πάσης παρακλήσεως, βλῦσον τοῖς πάσχουσι.

Σωτηρίας σε πύργον καὶ ἀσφαλῆ πρόβολον, τῶν Ἰωαννίνων ἡ πόλις, ἔχουσα Ἅγιε, πάσης στενώσεως καὶ δυσπραγίας καὶ βλάβης, ῥύεται Γεώργιε, τῇ προστασίᾳ σου.

Δυσχερείας ἁπάσης καὶ χαλεπῶν θλίψεων, καὶ φθοροποιῶν ἀλγηδόνων, καὶ περιστάσεων, λύτρωσαι Ἅγιε, τοὺς ἀδιστάκτῳ καρδίᾳ, σπεύδοντας Γεώργιε, τῷ θείῳ τάφῳ σου.

Θεοτοκίον.
Ἰατρὸν καὶ Σωτῆρα, τὸν τοῦ παντὸς τέξασα, Λόγον τὸν τὸ εἶναι τοῖς πᾶσιν, Ἁγνὴ παρέχοντα, ἴασαι δέομαι, τὴν ἀσθενοῦσαν ψυχήν μου, τῇ σῇ ἀγαθότητι, μόνη Πανύμνητε.

Διάσωσον ἀπὸ κινδύνων καὶ πόνων καὶ νοσημάτων, τοὺς ἐν πίστει τῇ σῇ προστρέχοντας χάριτι, καὶ σὲ τιμῶντας Γεώργιε νεομάρτυς.

Ἐπιβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν του σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή

Προστάτης θερμὸς καὶ μέγα καταφύγιον, ἐδόθης ὑμῖν, παρὰ Θεοῦ Γεώργιε, διὸ ἡμᾶς ἀπάλλαξον, πολυτρόπων κινδύνων καὶ θλίψεων, καὶ τὴν ὑγίειαν χορήγει ἀεί, τοῖς κάμνουσι πόνοις τε καὶ πάθεσι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε
Δωρεὰν Μάρτυς οἴκτειρον, τοὺς προσερχομένους τῷ σεπτῷ οἴκῳ σου, καὶ παράσχου τὰ αἰτήματα, τὰ κατὰ ψυχὴν καὶ σῶμα Ἅγιε.

Ὀδυνῶν ἀπολύτρωσαι, τοὺς συνεχομένους νόσοις καὶ πάθεσι, καὶ δαιμόνων τὴν ἐπήρειαν, ἐξ ἡμῶν ἀπέλασον Γεώργιε.

Ἰατρεῖον ἀδάπανον, πάσης ἀσθενείας, πάσης κακώσεως, ἡ σορὸς ἡ τῶν λειψάνων σου, ὤφθη θείῳ Πνεύματι Γεώργιε.

Θεοτοκίον.
Ἡ τὸν Ἥλιον λάμψασα, τῆς δικαιοσύνης ἡμῖν ἐν σώματι, λάμπρυνόν μου τῇ διάνοιαν, τὴν ἐσκοτισμένην Μητροπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς
Σκέπασον ἡμᾶς ἐπηρείας τοῦ ἀλάστορος, καὶ κατάβαλε αὐτοῦ τὰς μηχανάς, ἃς τεκταίνει καθ’ ἡμῶν μάρτυς Γεώργιε.

Νάμα μυστικὸν εὐφροσύνης καὶ χρηστότητος, ὁ σὸς τάφος ἀναβλύζων νοερῶς, κατευφραίνει τὰς ψυχὰς ἡμῶν Γεώργιε.

Ἔχει σε θερμόν, ἀντιλήπτορα Γεώργιε, ὁ λαὸς Ἰωαννίνων ὁ πιστός, διὰ τοῦτο ἐγκαυχᾶται τῇ σῇ χάριτι.

Θεοτοκίον.
Ὅλην μου πρὸς σὲ ἀνατείνω τὴν διάνοιαν, ἵνα τύχω τῆς σῆς χάριτος Ἁγνή, ἀλλ’ ὦ Δέσποινα βοήθει μοι καὶ σῶσόν με.

ᾨδὴ στ΄. Τὴν δέησιν
Μεγάλως παρὰ Χριστοῦ ἐδοξάσθης, καὶ ἰάματα πηγάζεις ποικίλα, καὶ θεραπεύεις δεινὰς ἀσθενείας, καὶ ἀπελαύνεις ἀκάθαρτα πνεύματα, καὶ νῦν παράσχου Ἀθλητά, καὶ ἡμῖν τὴν σωτήριον χάριν σου.

Ἀλάλοις ὡς τὴν φωνὴν ἐχαρίσω, καὶ ἠνώρθωσας πολλοὺς παραλύτους, καὶ τοῖς χωλοῖς εὐδρομίαν παρέσχες, οὕτω καὶ νῦν νεομάρτυς Γεώργιε, παράσχου ἅπασιν ἡμῖν, ἐπελθόντων δεινῶν τὴν ἐκλύτρωσιν.

Ῥυσθῆναι πειρατηρίων παντοίων, καὶ στενώσεων ἡμᾶς ἐπωδύνων, καὶ ἐν εἰρήνῃ διάγειν τὸν βίον, τὸν Ποιητὴν τῶν ἁπάντων ἱκέτευε, Γεώργιε θαυματουργέ, Νεομάρτυς Χριστοῦ ἀξιάγαστε.

Θεοτοκίον.
Τὸν πάντων κυοφορήσασα Κτίστην, ἐξ ἁγνῶν σου ὑπὲρ φύσιν αἱμάτων, ἐκ τῆς φθορᾶς ἀνακτώμενον κόσμον, φθοροποιῶν λογισμῶν με ἁπάλλαξον, καὶ ῥύθμισόν μου τὴν ζωήν, Θεοτόκε ἁγνὴ θείῳ ἔρωτι.

Διάσωσον ἀπὸ κινδύνων καὶ πόνων καὶ νοσημάτων τοὺς ἐν πίστει τῇ σῇ προστρέχοντας χάριτι καὶ σὲ τιμῶντας Γεώργιε νεομάρτυς.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου

Ὡς ἀντιλήπτορα μέγαν Γεώργιε, Ἰωαννίνων ἡ πόλις γεραίρει σε, καὶ καυχωμένη τοῖς θείοις σου θαύμασι, τὴν σὴν ὀξείαν κηρύττει ἀντίληψιν, αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος Πλ. β΄. Ὅλην ἀποθέμενοι

Ἤθλησας στεῤῥότατα, ἐν ταῖς ἐσχάταις ἡμέραις, καὶ Χριστὸν ἐδόξασας, καὶ ἐχθρὸν κατήσχυνας τῇ ἀθλήσει σου, Ἀθλητὰ ἔνδοξε, ὅθεν ἐδοξάσθης, ἰαμάτων τοῖς χαρίσμασι, καὶ νέμεις ἄπασι, ῥῶσιν καὶ ὑγίειαν καὶ ἔλεος, τοῖς πίστει καταφεύγουσι, τῷ σεπτῷ σου τάφῳ Γεώργιε, καὶ νῦν ἐκδυσώπει, πταισμάτων ἡμῖν δοῦναι ἱλασμόν, καὶ δυσχερῶν ἀπολύτρωσιν, Χριστὸν τὸν φιλάνθρωπον.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας
Ὑπαχθέντα με Μάρτυς τοῦ ἐχθροῦ τῇ κακίᾳ νοῒ ἀγνώμονι, ἐκλύτρωσαι ταχέως, τῇ σῇ ἐπιστασίᾳ, ὁ πολλοὺς λυτρωσάμενος, ἐκ τυραννίδος πικρᾶς, πνευμάτων ἀκαθάρτων.

Σωμάτων ἀῤῥωστίας καὶ ψυχῶν καχεξίας ἡμᾶς ἀπάλλαξον, καὶ δίδου εὐρωστίαν, ἡμῖν καὶ εὐεξίαν, καὶ πταισμάτων συγχώρησιν, ταῖς ἰκεσίαις ταῖς σαῖς, Γεώργιε τρισμάκαρ.

Γεωργία ἀύλω, τῆς σεπτῆς πρεσβείας μάρτυς Γεώργιε, γεώργει εὐπραγίαν, καὶ πάσαν χορηγίαν, ἀγαθῶν ἡμῖν πράξεων, καὶ σωτηρίαν ψυχῆς, καὶ θείαν εὐφροσύνην.

Θεοτοκίον.
Ἐσαρκώθη ἀτρέπτως, ἐξ ἁγνῶν σου αἱμάτων καὶ ὤφθη ἄνθρωπος, ὁ Πλάστης τῶν ἀνθρώπων, τὸν ἄνθρωπον καινίζων, τῆς κατάρας δι’ ἔλεος, ὃν ἐκδυσώπει Ἁγνή, σῶσαι τοὺς σὲ ὑμνοῦντας.

ᾨδὴ η΄. Τὸν Βασιλέα
Ῥῶσιν παράσχου, τοῖς χαλεπῶς ἀσθενοῦσι, καὶ ἀνόρθωσιν τοῖς παραλελυμένοις, ὡς λαβὼν τὴν χάριν, παρὰ Κυρίου Μάρτυς.

Ἀῤῥωστημάτων, σὲ ἰατήρα ποικίλων, ὡς πλουτήσαντες Γεώργιε θεόθεν, ἐν πάσῃ ἀνάγκη, τῇ σῇ σπεύδομεν σκέπῃ.

Σύντριψον Μάρτυς, τὸν καθ’ ἡμῶν οἷα θήρα, ὠρυόμενον ἐχθρὸν τὸν παλαμναῖον, καὶ τῆς τούτου βλάβης, ἡμᾶς ἀτρώτους τήρει.

Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ κατάνυξιν ἐν τῇ καρδίᾳ δίδου, ὡς ἂν ἀποπλύνω, τὸν ῥύπον τῆς κακίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον
Μὴ παύση ἐποπτεύων, ταύτην σου τὴν πόλιν, τὴν προσκειμένην θερμῶς τῇ σῇ χάριτι, Νεομαρτύρων τὸ κλέος μάρτυς Γεώργιε.

Ὁ πάσι τὰς αἰτήσεις, νέμων τοῖς φοιτῶσι, τῷ σῷ Τεμένει Γεώργιε ἅγιε, δίδου ἡμῖν ἐν ἀνάγκαις τὴν σὴν βοήθειαν.

Ὑπὲρ τῶν σὲ τιμώντων, πάντοτε δυσώπει, τὴν Παναγίαν Τριάδα Γεώργιε, ὡς ἂν ζωῆς αἰωνίου ἀξιωθείημεν.

Θεοτοκίον.
Ὑψίστου Λόγου Μῆτερ, ἄχραντε Παρθένε, ἁμαρτιῶν καταιγίδος με λύτρωσαι, καὶ πρὸς ζωῆς ἐναρέτου ὅρμον με ἴθυνον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε ὦ Νεομάρτυς, τὸν ἀειμακάριστον καὶ θεοδόξαστον, τὸν προστάτην καὶ φρουρὸν ἡμῶν. Τὸν διὰ ἀγάπην τοῦ Ἰησοῦ, μαρτυρίου χλαῖναν, ἐνδυθέντα περιχαρῶς, καὶ νῦν σὺν τοῖς Ἀγγέλοις, ὑμνεῖ ἐν Παραδείσου, Χριστὸν τὸν ζωοδότην, καὶ πάντων Κύριον.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Μαρτύρων ὁ κοινωνός, καὶ λαμπρὰ προσθήκη, καὶ ἰσότιμος ἀληθῶς, χαίροις νεομάρτυς, Γεώργιε θεόφρον, τῆς Ἐκκλησίας ἄστρον νέον καὶ ἔκλαμπρον.

Πίστει διαπρέπων τῇ πρὸς Χριστόν, ἤθλησας νομίμως, ἐν φρονήματι ἀκλινεῖ, καὶ ἐμεγαλύνθη ἀπείροις θαυμασίοις, γενναῖε Νεομάρτυς ἀξιοθαύμαστε.

Χαίρει κεκτημένη ὡς θησαυρόν, τὸν θεῖόν σου τάφον, καὶ τὸν οἶκόν σου τὸν σεπτόν, τῶν Ἰωαννίνων, Γεώργιε ἡ πόλις, καὶ τὴν σὴν προστασίαν κηρύττει ἄπασι.

Ἄκακος καὶ μέτριος καὶ ἁπλοῦς, πέλων Ἀθλοφόρε, καὶ ἀκέραιος τῇ ψυχῇ, ἤσχυνας ἀνόμων, τὸ φρύαγμα εἰς τέλος, τῇ πίστει τοῦ Κυρίου ἀγωνισάμενος.

Ὤφθη ἰατρεῖον πνευματικόν, ὁ σεπτός σου οἶκος, Νεομάρτυς θαυματουργέ, χωλοὶ γὰρ ἰῶνται, καὶ παραλελυμένοι, προστρέχοντες ἐν τούτω τῇ ἐπισκέψει σου.

Χαίροις θλιβομένων ἀναψυχή, καὶ κακουχουμένων, ἡ ταχεία ἀπαλλαγή, χαίροις νεομάρτυς, Γεώργιε τρισμάκαρ, ἡμῶν πρὸς τὸν Σωτήρα πρέσβυς θερμότατος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον
Τὸν πανεύφημον μάρτυν Χριστοῦ Γεώργιον, Ἰωαννίνων τὸ κλέος καὶ πολιοῦχον στεῤῥόν, ᾄσμασιν ἐγκωμίων ἀνευφημήσωμεν, ὅτι ἐνήθλησε λαμπρῶς, καὶ κατήνεγκεν ἐχθρόν, τοῦ Πνεύματος τῇ δυνάμει, καὶ νῦν ἀπαύστως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἠμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων βοηθὸς καὶ ἀρωγός, πέλων Νεομάρτυς Κυρίου, ἀξιοθαύμαστε, νέμεις τὰ ἰάματα, τοῖς προσιούσι θερμῶς, τῷ ἁγίῳ Τεμένει σου, καὶ τοῖς ἐν ἀναγκαις, βοηθεῖς ἑκάστοτε, ὡς συμπαθέστατος, ὅθεν δυσχερείας ἁπάσης, ἡμᾶς ἀσινεῖς διατήρει, ἀθλητά Γεώργιε δεόμεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.