Παρακλητικός Κανών εις τον Άγιο Γεράσιμο ο Νέος Οσιομάρτυρας  εκ Μεγάλου Χωρίου Ευρυτανίας

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 3 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς οὐρανίων μετασχὼν εὐκληρίας, ὡς τοῦ Σωτῆρος ἀθλητὴς τροπαιοῦχος, Ὁσιομάρτυς ἅγιε Γεράσιμε, πάσης ἀπολύτρωσαι, ἐπηρείας καὶ βλάβης, καὶ παντοίων θλίψεων, τοὺς πιστῶς προσιόντα σοι, ταῖς πρὸς Θεὸν πρεσβείαις σου σοφέ, πᾶσι πταισμάτων, αἰτούμενος ἄφεσιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ὁσιομάρτυς, ἡμᾶς φυλάττοις. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὁ νέος ὁπλίτης τοῦ Ἰησοῦ, Γεράσιμε μάκαρ, Εὐρυτάνων ἡ καλλονή, δέξαι τὰς φωνὰς τὰς ἱκεσίους, τῶν ἀδιστάκτῳ ψυχῇ προσιόντων σοι.

Στενούμενοι πλήθει ἀνιαρῶν, τῇ σῇ προστασίᾳ, καταφεύγομεν ἐκ ψυχῆς, ὠς ἂν τῆς ταχείας ἀρωγῆς σου, Ὁσιομάρτυς Γεράσιμε τύχωμεν.

Ἰάτρευσον μάκαρ τὴν χαλεπῶς, νοσοῦσαν ψυχήν μου, καὶ τοῦ σώματος τὰς πικράς, κούφισον Γεράσιμε ὀδύνας, μαρτυρικῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Θεοτοκίον.
Ὁλόφωτος οἶκος ὤφθης Θεοῦ, τὸν Λόγον τεκοῦσα, τὸν συνάναρχον τῷ Πατρί, ἐν ὕλῃ βροτείᾳ Θεοτόκε· διὸ κἀμὲ παντὸς ζόφου ἀπάλλαξον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μαρτυρήσας νομίμως ὑπὲρ Χριστοῦ Ἅγιε, πάσης ἀνομίας καὶ πλάνης, καὶ ἐπιθέσεως, τῆς τοῦ ἀλάστορος, ῥῦσαι ἡμᾶς δυσωποῦμεν, ἔνδοξε Γεράσιμε, ταῖς ἱκεσίαις σου.

Ἀνωτέρους συντήρει καὶ ἀβλαβεῖς Ἅγιε, πάσης προσβολῆς καὶ μανίας, βελῶν τοῦ ὄφεως, τοὺς καταφεύγοντας, τῇ σῇ θερμῇ προστασίᾳ, καὶ σὲ μακαρίζοντας, μάκαρ Γεράσιμε.

Ῥῶσιν δίδου λιταῖς σου ταῖς πρὸς Χριστὸν ἔνδοξε, τὴν κατὰ ψυχήν τε καὶ σῶμα, τοῖς πίστει σπεύδουσι, μάρτυς Γεράσιμε, τῷ ἱερῷ σου τεμένει, καὶ τοῖς προσπίπτουσι, λειψάνοις Ἅγιε.

Θεοτοκίον.
Τὸν τῶν ὅλων Δεσπότην ὑπερφυῶς τέξασα, Κεχαριτωμένη παρθένε, ὑπὲρ κατάληψιν, τῆς δεσποτείας με, ῥῦσαι τοῦ χείρονος θᾶττον, καὶ τὸν νοῦν μου λάμπρυνον, φέγγει τῆς χάριτος.

Διάσωσον, ὁσιομάρτυς Γεράσιμε πάσης βλάβης, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ἀθλητικῇ παῤῥησίᾳ πρὸς τὸν Σωτῆρα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβεύειν Χριστῷ τῷ μόνῳ Ἐλεήμονι, διδόναι ἡμῖν, πταισμάτων τὴν συγχώρησιν, καὶ παθῶν ἐκλύτρωσιν, μὴ ἐλλίπῃς παμμάκαρ Γεράσιμε, τοῖς σὲ προστάτην πλουτοῦσι θερμόν, καὶ μέγαν μεσίτην πρὸς τὸν Κύριον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπὲρ πάντων ἱκέτευε, τὸν σὸν ἀθλοθέτην Χριστὸν Γεράσιμε, πάσης ῥύεσθαι κακώσεως, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Σωτηρίαν ἐξαίτησαι, καὶ εἰρηνικὴν ἐν βίῳ κατάστασιν, τοῖς προστρέχουσι Γεράσιμε, τῇ θερμῇ πρεσβείᾳ σου ἑκάστοτε.

Ἡ πατρίς σου Γεράσιμε, τὸ Μέγα Χωρίον μέγαν προστάτην σε, ἔχον σπεύδει τῇ σῇ χάριτι, καὶ λυτροῦται πάσης περιστάσεως.

Θεοτοκίον.
Μαριὰμ ἀειπάρθενε, τὸ τῆς παρθενίας ἔμπνουν ἀλάβαστρον, δυσωδίας παθῶν κάθαρον, τὴν μεμολυσμένην μου διάνοιαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄλυπον ζωήν, διανύειν ἡμᾶς Ἅγιε, καὶ Θεῷ εὐαρεστεῖν θεοπρεπῶς, καταξίωσον Γεράσιμε δεόμεθα.

Σκέπην ἀσφαλῆ, τὸ Χωρίον Μέγα κέκτηται, τὴν πρεσβείαν σου Γεράσιμε σοφέ, ἔνθεν ῥύεται ποικίλων περιστάσεων.

Φύλαττε ἡμᾶς, τῶν βελῶν τοῦ πολεμήτορος, καὶ τῶν ἐν βίῳ χαλεπῶν δυσχερειῶν, τοὺς προσφεύγοντας Γεράσιμε τῇ σκέπῃ σου.

Θεοτοκίον.
Ὕψιστον Θεόν, μετὰ σώματος κυήσασα, ἐκ κοπρίας με ἀνύψωσον παθῶν, Θεοτόκε μετανοίας πρὸς κατόρθωσιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Λεόντων, τῶν νοητῶν καθ’ ἑκάστην, καθ’ ἡμῶν ὠρυομένων παμμάκαρ, τῇ σιδηρᾷ σου πρεσβείᾳ τὰς μύλας, ὁσιομάρτυς Γεράσιμε σύντριψον, καὶ καθοδήγησον ἡμᾶς, πρὸς λιμένα τοῦ θείου θελήματος.

Ἀγγέλων, συγχορευτὴς πέλων Μάρτυς, σὺν αὐτοῖς μὴ διαλίπῃς πρεσβεύων, πάσης ἀνάγκης καὶ πόνων καὶ στόνων, ὁσιομάρτυς Γεράσιμε ῥύεσθαι, τοὺς προσκυνοῦντας εὐλαβῶς, τὰ σεπτά σου καὶ πάντιμα λείψανα.

Τοὺς πόθῳ, τῷ σῷ ναῷ τῷ ἁγίῳ, προσφοιτῶντας καὶ πιστῶς σε τιμῶντας, ἐπηρειῶν, καὶ ποικίλων σκανδάλων, ἀπαρατρώτους Γεράσιμε φύλαττε, πταισμάτων λύσιν ἐκ Θεοῦ, καὶ εἰρήνην τοῖς πᾶσιν αἰτούμενος.

Θεοτοκίον.
Τὰ πάθη, τὰ τῆς καρδίας μου παῦσον, καὶ ψυχῆς τὴν χαλεπὴν ἀθυμίαν, Θεοχαρίτωτε λῦσον Παρθένε, τῇ ἀμετρήτῳ Σου Κόρη χρηστότητι, καὶ λάμπρυνόν με τῷ φωτί, μετανοίας γνησίας καὶ σῶσόν με.

Διάσωσον, ὁσιομάρτυς Γεράσιμε πάσης βλάβης, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ἀθλητικῇ παῤῥησίᾳ πρὸς τὸν Σωτῆρα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὁσιομάρτυς παμμάκαρ Γεράσιμε, τῶν Εὐρυτάνων ἀστὴρ ὁ νεόφωτος, τῷ φέγγει τῶν σῶν παρακλήσεων, τὴν τῶν παθῶν ἡμῶν ζόφωσιν σκέδασον, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.

Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτου.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. 21 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Πᾶσαν καταβέβληκας, τοῦ πτερνιστοῦ τὴν ἀπάτην, πόνοις τῆς ἀθλήσεως, καὶ αὐτὸν ἀπέπνιξας τοῖς σοῖς αἵμασιν· οὗ καὶ νῦν Ἅγιε, πάσης ἐπηρείας, καὶ μανίας καὶ κακώσεως, ἡμᾶς ἀπάλλαξον, τοὺς εἰλικρινῶς σε γεραίροντας, Γεράσιμε μακάριε, Μεγάλου Χωρίου ἀγλάϊσμα, εἰρήνην θεόθεν, καὶ ἄφεσιν πταισμάτων καὶ χαράν, καὶ σωτηρίαν αἰτούμενος, τοῖς ἀνευφημοῦσί σε.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ τῷ θείῳ ναῷ σου προσιόντες Γεράσιμε μετὰ πίστεως, λαμβάνουσι ταχέως, τῶν αἰτημάτων πάντων, Νεομάρτυς τὴν ἔκβασιν, δοξολογοῦντες Χριστόν, τὸν δόντα σοι τὴν χάριν.

Ἰσχὺν πᾶσαν καθεῖλες ἀσθενείᾳ τῆς φύσεως τοῦ ἀλάστορος· διὸ ἰσχὺν παράσχου, πατεῖν αὐτοῦ τὸ θράσος, Νεομάρτυς Γεράσιμε, τοῖς ἀνυμνοῦσι πιστῶς, τοὺς θείους σου ἀγῶνας.

Σὲ τὸ Μέγα Χωρίον ἐξ οὗ ἤνθησας Μάρτυς ὡς ῥόδον εὔοσμον, ἀγλάϊσμα καὶ τεῖχος, καὶ πρέσβυν πρὸς τὸν Κτίστην, κεκτημένον Γεράσιμε, ἐπιβοᾶται ἀεί, τὴν θείαν σου πρεσβείαν.

Θεοτοκίον.
Γέλως ὤφθην τῷ πλάνῳ ἀεὶ πράττων Παρθένε τούτου τὸ θέλημα· ἀλλὰ τῇ χάριτί Σου, τῆς τούτου τυραννίδος, τὸν ἱκέτην Σου ῥῦσαί με, ἵνα σωθεὶς διὰ Σοῦ, ὑμνῶ Σε Θεοτόκε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχων μεγίστην, ὡς ἀθλητὴς παῤῥησίαν, πρὸς τὸν Κύριον Γεράσιμε θεόφρον, ἱλέωσαι τοῦτον, ἡμῖν τοῖς σὲ τιμῶσι.

Ῥώμῃ τῇ θείᾳ, καταβαλὼν τὸν βελίαρ, ἐνδυνάμωσον ἡμᾶς Ὁσιομάρτυς, κατὰ τῆς μανίας, αὐτοῦ τῆς ὀλεθρίας.

Ἄνωθεν ἴδε, τοὺς εὐλαβῶς παρεστῶτας, τῇ ἁγίᾳ σου εἰκόνι Νεομάρτυς, καὶ δίδου ἑκάστῳ, ὧν ἐκ καρδίας δεῖται.

Θεοτοκίον.
Σύντριψον Κόρη, τοῦ πολεμίου τὸ θράσος, τοῦ ζητοῦντός με καταπιεῖν δολίως, καὶ τὴν τῶν παθῶν μου, νέκρωσον τυραννίδα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδοὺ μετ’ εὐαβείας, Μεγαλοχωρῖται, ἐν τῷ ἁγίῳ ναῷ σου συνήλθομεν· δίδου ἡμῖν ὦ Γεράσιμε χάριν ἄνωθεν.

Μαρτύρων ταῖς χορείαις, ὡς ἠγλαϊσμένος, Ὁσιομάρτυς συνὼν καθικέτευε, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, ἀεὶ Γεράσιμε.

Ὁ νέος τοῦ Σωτῆρος, Ὅσιος καὶ Μάρτυς, δεδοξασμένε παμμάκαρ Γεράσιμε, ἀεὶ περίεπε πάντας τοὺς σὲ γεραίροντας.

Θεοτοκίον.
Ὑψόθεν Θεοτόκε, δίδου τοῖς Σοῖς δούλοις, τὴν κραταιὰν προστασίαν Σου πάντοτε, ὡς ἂν ἐχθροῦ τὰ βουλεύματα ἀποτρέπωμεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἔτρωσας ἀθλήσας ὑπὲρ Χριστοῦ, τὸν πτερνίσαντά σε, ἡλικίᾳ ἐν ἀτελεῖ, καὶ Ὁσιομάρτυς, στεῤῥὸς τῆς εὐσεβείας, Γεράσιμε ἐδείχθης, ἐσχάτοις ἔτεσι.

Ὅλην σου τὴν ἔφεσιν πρὸς Χριστόν, ἀνέθου παμμάκαρ, ὡς ἐπέγνωκας σεαυτόν, καὶ Ὁσίων πόνοις, καὶ μαρτυρίου ἄθλοις, καθεῖλες τὸν ἀρχαῖον, ἐχθρὸν Γεράσιμε.

Ξίφει ἐκτμηθείς σου τὴν κεφαλήν, ἀπέτεμες πάσας, τοῦ δολίου τὰς μηχανάς, καὶ Μαρτύρων δήμοις, Γεράσιμε ἡνώθης, ὡς Μάρτυς στεφηφόρος, τοῦ Παντοκράτορος.

Ὤφθη ὥσπερ ἄστρον μάκαρ λαμπρόν, τελέσας τὸν δρόμον, ἀνερχόμενος πρὸς Χριστόν· ὅθεν πρεσβειῶν σου, Γεράσιμε ἀκτῖσι, διάλυσον τὸ νέφος, τῆς διανοίας μου.

Χαίροις Εὐρυτάνων ἡ καλλονή, Μεγάλου Χωρίου, κλέος ὄντως περιφανές· χαίροις Ἐκκλησίας, Χριστοῦ τὸ νέον γέρας, Γεράσιμε προστάτα, τῶν εὐφημούντων σε.

Τοὺς ἀσπαζομένους πανευλαβῶς, Γεράσιμε μάκαρ, τὰ σὰ λείψανα τὰ σεπτά, σκέπε ἀπὸ πάσης, ἀνάγκης τε καὶ νόσου, καὶ αἴτει ἡμῖν πᾶσι, πταισμάτων ἄφεσιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προσπίπτοντας θερμῶς, τῇ σῇ πρὸς Θεὸν ἱκεσίᾳ, Μάρτυς Γεράσιμε, πάσης περιστάσεως καὶ πάσης θλίψεως, ἀνωτέρους διάσωζε, τῇ σῇ ἀντιλήψει, νόσων καὶ κακώσεων, ἡμᾶς λυτρούμενος, ἔχων, πρὸς Χριστὸν παῤῥησίαν, ὡς ὑπὲρ αὐτοῦ τὸ σὸν αἷμα, χέας ἐναθλήσας προθυμότατα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.