Παρακλητικός Κανών εις τον Άγιο Γεράσιμο ο Παλλαδάς Πατριάρχη Αλεξανδρείας
Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου

†Εορτάζεται στις 15 Ιανουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἀληθείας ἱερὸς θεηγόρος, καὶ εὐσεβείας θαυμαστὸς μυστηπόλος, καὶ Ἐκκλησίας ἄριστος Γεράσιμε ποιμήν, δόξης ἐκοινώνησας, τῆς ἀφράστου ἀξίως, καὶ ἐγένου μέτοχος, τῆς χαρᾶς τῶν Ἁγίων· ὅθεν δυσώπει Πάτερ σὺν αὐτοῖς, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον Κύριον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Εὐχαῖς σου χάριν δίδου Κυρίλλῳ, Πάτερ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐχαῖς σου ἀόκνοις πρὸς τὸν Θεόν, αἴτει τὴν εἰρήνην, τοῖς τιμῶσί σε εὐλαβῶς, ὡς τῆς εὐσεβείας ὑποφήτην, καὶ Ὀρθοδόξων φωστῆρα Γεράσιμε.
Ὑμνοῦμέν σε Πάτερ χαρμονικῶς, ὅτι Ἱεράρχης, ἀναδέδειξαι εὐκλεής, καὶ πρέσβυν αἰτούμεθά σε θεῖον, πρὸς τὴν Ἁγίαν Τριάδα Γεράσιμε.
Χριστὸν ἀγαπήσας ἀπὸ παιδός, ἔλιπες ἐμφρόνως, εὐδοξίαν τὴν κοσμικήν· ὅθεν κοσμικῶν ἡμᾶς σκανδάλων, κηδεμονίᾳ σου ῥῦσαι Γεράσιμε.
Θεοτοκίον.
Ἀφράστως κυήσασα τοῦ Πατρός, τὸν ἄναρχον Λόγον, Θεομῆτορ ἄνευ σπορᾶς, παθῶν πολυτρόπων ἀλογίας, τῇ χάριτί σου ἡμᾶς ἐλευθέρωσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερώτατον βίον ἐπὶ τῆς γῆς ἔζησας, καὶ ἐν οὐρανοῖς τοῖς Ἀγγέλοις, ὤφθης συνέστιος· ὅθεν οὐράνωσον, ὡς συμπαθὴς τὰς καρδίας, τῶν ἀνευφημούντων σε, πάτερ Γεράσιμε.
Στρατευθεὶς τῷ Κυρίῳ δι’ ἀρετῆς Ὅσιε, πᾶσαν ἀσεβῶν δυναστείαν, ἀνδρείως ᾔσχυνας· ὅθεν ἐνίσχυσον, τῆς εὐσεβείας τὸν δρόμον, καὶ ἡμᾶς πορεύεσθαι, πάτερ Γεράσιμε.
Σωτηρίαν ἐξαίτει παρὰ Θεοῦ Ἅγιε, τοῖς ἐν ἀδιστάκτῳ καρδίᾳ, ἀναβοῶσί σοι· χαῖρε Γεράσιμε, Ἀλεξανδρείας ἡ δόξα, Ἐκκλησίας καύχημα, καὶ γέρας ἄφθαρτον.
Θεοτοκίον.
Ὁ ἐκ σοῦ ἀποῤῥήτως σωματωθεὶς Κύριος, τῶν Χριστιανῶν σε Μητέρα, θέσει ἀνέδειξεν· ὅθεν ἀξίωσον, τῆς μητρικῆς σου προνοίας, καὶ στοργῆς Θεόνυμφε, τοὺς ἀνυμνοῦντάς σε.
Διάσωσον, Ἀλεξανδρείας ὁ πάνσοφος Ἱεράρχης, θεομακάριστε πάτερ Γεράσιμε, τοὺς εὐφημοῦντάς σε πάσης κακοπραγίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ τοῦ Θεοῦ τῷ ζήλῳ πυρπολούμενος, Αὐτῷ ἐκ παιδὸς προθύμως ἠκολούθησας, καὶ ποιμὴν ἰσάγγελος, Ἐκκλησίας ἐδείχθης Γεράσιμε· διὸ τρυφῆς τῆς ἄνω μετασχών, μνημόνευε πάντων τῶν τιμώντων σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὕμνοις Πάτερ τιμῶμέν σε, ὡς ποιμένα γνήσιον ἐξαιτούμενοι, τὴν ἰσχὺν τῆς προστασίας σου, ἐν ταῖς περιστάσεσι Γεράσιμε.
Χάριν αἴτει οὐράνιον, τοῖς ἀνευφημοῦσί σου τὸ φιλάδελφον, δι’ οὗ γέγονας παράκλησις, τῷ λαῷ τῆς χάριτος Γεράσιμε.
Ἀπὸ πάσης διάσωσον, θλίψεως Γεράσιμε καὶ κακώσεως, τοὺς προστρέχοντας ἐκ πίστεως, τῇ θερμῇ πρεσβείᾳ σου πρὸς Κύριον.
Θεοτοκίον.
Ῥυπτικαῖς σου δεήσεσι, σπίλου ἀνομίας με ἀποκάθαρον, Θεοτόκε ἀπειρόγαμε, ἵνα μεγαλύνω σε σῳζόμενος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵλεων ἡμῖν, τὸν Φιλάνθρωπον ἀπέργασαι, καὶ γὰρ ἔχεις παῤῥησίαν πρὸς Αὐτόν, ὡς Αὐτοῦ θεράπων γνήσιος Γεράσιμε.
Νόσων χαλεπῶν, τῇ βοτάνῃ τῆς πρεσβείας σου, ἱκετεύομεν θεράπευσον ἡμᾶς, Ἱεράρχα παμμακάριστε Γεράσιμε.
Δόσεις ἀγαθάς, δωρεῶν Θεοῦ τῆς χάριτος, μὴ ἐλλίπῃς ἐξαιτούμενος ἡμῖν, τοῖς ἱκέταις σου μακάριε Γεράσιμε.
Θεοτοκίον.
Ἴθυνον ἡμῶν, τὰς πορείας πρὸς ἀνάβασιν, θεονύμφευτε Μαρία ἀρετῶν, μητρικῇ χειραγωγίᾳ τῆς πρεσβείας σου.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Δυνάμωσον, τῇ πολλῇ σου χάριτι, τὴν καρδίαν μου δεινῶς κλονουμένην, ταῖς προσβολαῖς, καὶ δολίαις ἐφόδοις, τοῦ ἀρχεκάκου βελίαρ Γεράσιμε. σὺ γὰρ κατήσχυνας αὐτόν, ἀρετῶν διαπρέψας ὑψώμασιν.
Οἱ μώλωπες, τῆς ψυχῆς προσώζεσαν, τοῦ ἀθλίου σου ἱκέτου παμμάκαρ· ἀλλὰ σὺ ἴασαι τούτους ἐκχέων, τῶν πρὸς Θεὸν προσευχῶν σου τὸ ἔλαιον, Γεράσιμε πάτερ σοφέ, Ὀρθοδόξων τὸ νέον προτείχισμα.
Ὑπέρτερον, γεηρῶν φροντίδων με, παμμακάριστε Γεράσιμε δεῖξον, καὶ τὴν ζωήν μου προνοίας σου ῥάβδῳ, πρὸς ἀρετῶν ἀναβάσεις ὁδήγησον. Σὺ γὰρ ἐδείχθης ἀρετῆς, ὑποφήτης ἐν λόγοις καὶ πράξεσι.
Θεοτοκίον.
Κυήσασα, ἐξ ἁγνῶν αἱμάτων σου, τοῦ ἐλέους Μαριὰμ τὸν δοτῆρα, ἐλέησόν με θερμῶς ἱκετεύω, ὡς ἀγαθὴ τὸν πανάθλιον δοῦλόν σου, τῶν ἐνεστώτων συμφορῶν, ῥυομένη τὸν κάκιστον βίον μου.
Διάσωσον, Ἀλεξανδρείας ὁ πάνσοφος Ἱεράρχης, θεομακάριστε πάτερ Γεράσιμε, τοὺς εὐφημοῦντάς σε πάσης κακοπραγίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆς Ἐκκλησίας ὁ νέος διδάσκαλος, καὶ Ὀρθοδόξων ὁ μέγιστος πρόμαχος, μακάριε πάτερ Γεράσιμε, τῶν θλιβερῶν με τοῦ βίου ἀπάλλαξον, ὡς ἔχων συμπάθειαν ἄφατον.
Προκείμενον.
Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄ 9 – 16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅσιε Γεράσιμε, Ἀρχιερεῦ θεοφόρε, τῇ σεπτῇ πρεσβείᾳ σου, πάντες καταφεύγομεν, ἐκβοῶντές σοι· πρόφθασον Ἅγιε, συμπαθῶς ἐκ πάσης, περιστάσεως λυτρούμενος, κινδύνων θλίψεων, καὶ τῆς ἐπηρείας τοῦ δράκοντος, παθῶν ἐπαναστάσεως, καὶ ἀσθενειῶν τοὺς ἱκέτας σου, σὺ γὰρ παῤῥησίας, ἐπλούτησας τὴν χάριν πρὸς Θεόν, ὡς Ἱεράρχης θεόσοφος, καὶ πιστῶν διδάσκαλος.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὕλης Πάτερ ῥεούσης ἅπαντα σύνδεσμον ῥῆξον ἐπιστασίᾳ τῇ σῇ, καὶ σύνδησον τὸν νοῦν μου, ἀγάπῃ τοῦ Σωτῆρος, θεομάκαρ Γεράσιμε, ἵνα κροτῶ σου ἀεί, φαιδρῶς τὰς ἀριστείας.
Ῥείθροις δρόσισον Πάτερ οἰκτιρμῶν σου ἀύλων τὴν ταπεινήν μου ψυχήν, καὶ τάχος τῶν πυρίνων, Γεράσιμε βελῶν με, τοῦ ἐχθροῦ περιφρούρησον, σὺ γὰρ ὑπάρχεις θερμός, προστάτης μου ἐν βίῳ.
Ἱλασμὸν ἡμῖν αἴτει καὶ πταισμάτων τὴν λύσιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, Γεράσιμε παμμάκαρ, τοῖς πόθῳ σοι βοῶσι· χαῖρε Πάτερ ἰσάγγελε, Ἀλεξανδρείας φωστήρ, καὶ οἰκουμένης δόξα.
Θεοτοκίον.
Λυμαινόμενος Μῆτερ τοῦ δολίου δυνάστου ἐπιδρομαῖς χαλεπαῖς, θερμῶς σε ἱκετεύω· ὡς ἄμετρον πλουτοῦσα, πρὸς ἀνθρώπους συμπάθειαν, ἐλέησόν με τὸν σόν, πανάθλιον οἰκέτην.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Λυπούντων Πάτερ, τῆς συστροφῆς λύτρωσαί με, καὶ παράκλησιν παράσχου τῇ ψυχῇ μου, τῇ γαληνοδώρῳ, δυνάμει τῶν εὐχῶν σου.
Ὡς κοινωνήσας, τῶν ἐκλεκτῶν τῆς μερίδος, καθικέτευε Θεὸν τὸν ἐν Τριάδι, Γεράσιμε πάτερ, ὑπὲρ τῶν ὑμνητῶν σου.
Πόνων παντοίων, καὶ συμφορῶν ὀλεθρίων, ῥῦσαι ἅπαντας τοὺς ἐπικαλουμένους, τὴν ἀντίληψίν σου, Γεράσιμε ἐν βίῳ.
Θεοτοκίον.
Ἐλέησόν με, τὸν ταπεινόν σου οἰκέτην, ὡς κυήσασα τὴν βρύσιν τοῦ ἐλέους, Χριστὸν τὸν Σωτῆρα, Παρθένε θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ταχὺ ἀντιλαβοῦ μου, καὶ πρυτάνευσόν μοι, τὰς δωρεὰς τῶν πολλῶν χαρισμάτων σου, Ἀρχιερεῦ θεοφόρε, πάτερ Γεράσιμε.
Εὐχαῖς σου ταῖς ἁγίαις, φύλαττε καὶ φρούρει, τοὺς εὐφημοῦντάς σε Πάτερ Γεράσιμε, ὡς τῆς Χριστοῦ Ἐκκλησίας, νέον διδάσκαλον.
Ῥοαῖς τῆς χάριτός σου, ἄρδευσον πλουσίως, θεομακάριστε πάτερ Γεράσιμε, ψυχὰς ὁμοῦ καὶ καρδίας, τῶν προσιόντων σοι.
Θεοτοκίον.
Ῥημάτων Θεοτόκε, τῆς δεήσεώς μου, ὡς πολυεύσπλαγχνος Μήτηρ ἐπάκουσον, καὶ τὴν ζωήν μου ἐκ πάσης, ῥῦσαι κακώσεως.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ τῆς Κρήτης θεῖος βλαστὸς καὶ Ἀλεξανδρείας, Πατριάρχης ὁ θαυμαστός· χαίροις εὐσεβείας ὁ μέγας μυστηπόλος, Γεράσιμε καὶ γέρας, νέον τῆς πίστεως.
Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, τῆς Ἀλεξανδρείας τὸν φωστῆρα τὸν φαεινόν, τὸν ἐκ νήσου Κρήτης ἐκλάμψαντα τῷ κόσμῳ, τῶν ἀρετῶν τῇ αἴγλῃ, θεῖον Γεράσιμον.
Πνεύματος γενόμενος ἀληθῶς, ἔμψυχον δοχεῖον, ἐργασίᾳ τῶν ἀρετῶν, ὤφθης Ἐκκλησίας, ποιμὴν ἡγιασμένος, ἐν τοῖς ἐσχάτοις χρόνοις, πάτερ Γεράσιμε.
Ὅλον ἀναθέμενος σεαυτόν, ἐκ παιδὸς Κυρίῳ, χάριν ἔλαβες παρ’ Αὐτοῦ, καὶ Εὐαγγελίου, Γεράσιμε τῷ λόγῳ, τὴν ποίμνην σου πανσόφως, ἐμυσταγώγησας.
Θεῖον ἐργασάμενος τοῦ Θεοῦ, ἔσοπτρον παμμάκαρ, τὴν ψυχήν σου δι’ ἀρετῆς, ἐμφάσεις τὰς θείας ἀπήστραψας τῷ κόσμῳ, Γεράσιμε, φωτίζων, τοὺς εὐφημοῦντάς σε.
Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν Γεράσιμε πάτερ, τῶν τιμώντων σε εὐλαβῶς, ἵνα λυτρωθῶμεν παθῶν τῆς τυραννίδος, κινδύνων πολυτρόπων καὶ πάσης θλίψεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅλον, ἀναθέμενος σαυτόν, ἐκ παιδὸς ὡς πλήρης σοφίας, τῷ Βασιλεῖ τοῦ παντός, Ἱεράρχης γέγονας, ψήφῳ τῆς χάριτος, καὶ ἐδείχθης φερώνυμον, τῆς πίστεως γέρας, ἐν ἡμέραις θλίψεως, πάτερ Γεράσιμε· ὅθεν, δοξασθεὶς ἐν ὑψίστοις, πάντοτε μνημόνευε πάντων, τῶν καταφευγόντων τῇ πρεσβείᾳ σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

