Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Αντίπα Επίσκοπο Περγάμου Προστάτου των Οδοντιάτρων
†Εορτάζεται στις 11 Απριλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τὸν ἰσαπόστολον Χριστοῦ ἱεράρχην, καὶ ἀθλητὴν παναληθῆ τοῦ Σωτῆρος, καὶ ἰατρὸν πανάριστον τῶν νόσων καὶ ἐν ᾠδαῖς, ἀπανταῖς τιμήσωμεν, πρὸς αὐτόν ἐκβοῶντες, πρόφθασον καὶ λύτρωσαι, τῆς ὀδόντων ὀδύνης· τῆς ἀφορήτου ἵνα σε ἀεί, ὡς εὐεργέτην Ἀντίπα γεραίρωμεν.
Δόξα .
Ὅμοιον.
Τόν τῆς Περγάμου ἱεράρχην φανότατον, καὶ μαργαρίτην τοῦ Χριστοῦ πανυπέρτιμον, Ἀντίπαν τὸν ἀοίδιμον ὀδόντων ἰατρόν· πάντες εὐφημήσωμεν, πρὸς αὐτόν ἐκβοῶντες, πρόφθασον καὶ λύτρωσαι, τῆς τοιαύτης ἀνάγκης· μὴ παραβλέψης δέησιν οἰκτράν, τῶν προσφυγόντων τῇ σκέπη σου ἅγιε.
Καὶ νῦν.
Θεοτοκίον.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν οὐ ἡ ἀκροστιχίς·
Περγάμου τὸν πρόεδρον Ἀντίπα μέλπω
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολὺ νῦν ὀδύνη περιπεσών, ὀδοντοαλγίας, σοι προστρέχω τῷ ἰατρῷ, Ἀντίπα τρισμάκαρ ἐκβοῶν σοι, τὴν θεραπεία μοι βράβευσον ἅγιε.
Ἐδέξω βραβείᾳ χειρὶ Θεοῦ, νικήσας τὴν πλάνην, ὦ Ἀντίπα ἱερουργέ, καὶ παύεις ὀδόντων τὰς ὀδύνας, τοῖς προσκαλουμένοις σου τὸ θεῖον ὄνομα.
Ῥευμάτων βορβόρου με δυσωπῶ, παθὼν ψυχοφθόρων, καὶ ὀδόντων τῆς χαλεπῆς, Ἀντίπα θεράπευσον ὀδύνης, καὶ καχεκτοῦντες ἐπισκέψῃ ἅγιε.
Γενοῦ μοι προστάτης καὶ ἰατρός, ἐν νόσοις Ἀντίπα καὶ ὀδύνης τῆς χαλεπῆς, ὀδόντων με λύτρωσαι τρισμάκαρ, καὶ γὰρ πλουσίως τὴν χάριν ἀπείληφας.
Θεοτοκίον.
Ἁγία Παρθένε μήτηρ Θεοῦ, δυσώπει ἀπαύστως τὸν Υἱόν σου ὑπὲρ ἡμῶν, τῷ πίστει καὶ πόθῳ σε τιμώντων, καί τῆς ὀδόντων ὀδύνης με λύτρωσαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μυροβλύτα Ἀντίπα, τά τῆς ψυχῆς ἴασαι, πάθη καὶ ὀδόντων με νόσου, τάχος θεράπευσον, ὅπως γεραίρω σε, καὶ ἐκτελῶ σου ἐκ πόθου, μνήμην τὴν πανέορτον, ὦ ἰεροαθλε.
Ὁδηγὸν καὶ προστάτην, πρός τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα μάκαρ καὶ ἱκετεύομεν, ὀδύνης λύτρωσαι, τῆς τῶν ὀδόντων καὶ πάσης, νόσου καὶ κακώσεως τῇ μεσιτείᾳ σου.
Ὑπεξῆλθες γενναίως, αὐτομολῶν πάνσοφε, πρός τό τῆς ἀθλήσεως στάδιον καὶ κατῄσχυνας, τὸν ὑπερήφανον, καὶ τῷ τῇ νίκης στεφάνῳ, πρὸς Χριστοῦ κεκόσμησαι Ἀντίπα ἔνδοξε.
Θεοτοκίον.
Τὴν πυρίμορφον χαῖρε, τοῦ παντουργοῦ σκήνωμα, ἄνθος μυστικοῦ παραδείσου, χαῖρε ἡδύπνοον, παρέχων ἅπασι, τὴν μυστικῇ εὐωδίαν, τοῖς σε μακαρίζουσι καὶ μεγαλύνουσι.
Διάσωσον, τῆς τῶν ὀδόντων δεινῆς ἡμῶν καχεξίας, ἱερομάρτυς Χριστοῦ Ἀντίπα, τοὺς πόθῳ προστρέχοντας, τῆς σκέπῃ σοῦ τῇ θερμῇ καὶ ἁγία.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ὑπάρχεις καὶ ὑπέρμαχος, τοῖς πόθῳ ἀεί τῇ σκέπη σου προστρέχουσιν, ὦ Ἀντίπα ἱερόαθλε, καὶ βοῶσι σοι ἅγιε, τῆς τῶν ὀδόντων λύτρωσαι ἡμᾶς, πικρὰς ὀδύνης καὶ πάσης κακώσεως.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ ναός σου πανίερε, βρύει τὰς ἰάσεις πᾶσι τοῖς χρῄζουσι, καὶ ὀδόντων παύει κάκωσιν, τῶν προσκαλουμένων σε ἐκ πίστεως.
Νοσημάτων παντοίων με, καί τῆς τῶν ὀδόντων ὀδύνης ῥῦσαι με, ὦ Ἀντίπα ἰερόαθλε, ἵνα πόθῳ μέλπω σου τὰ θαύματα.
Πᾶς προστρέχων τρισόλβιε, σου τῇ ἀντιλήψει λαμβάνει ἴασιν, τῆς ὀδόντων πικρὰς τύψεως, καὶ γεραίρει πόθῳ σου τὰ θαύματα.
Θεοτοκίον.
Ῥητῶν χαῖρε τὸ πλήρωμα, τῶν προφητικῶν Χριστὸν ἡ κυήσασα, δι’ οὐ πλάνη πεφυγάδευται, καὶ φῶς ἀληθείας πεφανέρωται.
ᾨδὴ ε΄. Ἴνᾷ με τι ἀπώσω.
Ὁ ναός σου τρισμάκαρ, ἰατρεῖον τυγχάνει Χριστοῦ τῇ χάριτι τυφλοῖς γάρ τὸ βλέπειν, καὶ βαδίζειν χωλοῖς σαφῶς δίδοται, καὶ ὀδόντων παύει, πικρὰν ὀδύνην τοῖς ἐν πίστει, εἰσιοῦσιν Ἀντίπα μακάριε.
Ἐξίασαι ὀξέως, πάθη πολυώδυνα Ἀντίπα ἔνδοξε, καί τὴν εὐρωστίαν, τοῖς νοσοῦσι βραβεύεις ἑκάστοτε, καὶ γὰρ ὁ Δεσπότης, πλουσίαν χάριν σοι τρισμάκαρ, ἰαμάτων Ἀντίπα δεδώρηται.
Δωρεαῖς φωτοβόλοις, σου καταγλαΐζετε τὸ θεῖον τέμενος, ἐν αὐτῷ φοιτῶν γάρ, οὐρανόθεν Ἀντίπα πανίερε, ἀπελαύνεις νόσους, δαιμονικὰ στίφη ἀπείργεις, καὶ ὀδόντων παρέχεις τὴν ἴασιν.
Θεοτοκίον.
Ῥήματι Ἀρχαγγέλου, Λόγον τὸν πανάγαθον ἐκυοφορήσας καὶ ἡ τοῦ Ὑψίστου κόρη, δύναμις σοι ἐπεσκίασεν, ὅθεν ὡς μητέρα, Λόγου Θεοῦ σε νῦν εὐλόγως, λογικαῖς μελῳδίαις γεραίρομεν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ ἕτοιμος, ἰατρός τῶν νοσούντων, καὶ ὀδόντων τῆς ὀδύνης ἀκέστωρ, θεραπευτὴς πάσης ἄλλης τε νόσου, καί τῶν ψυχῶν σωτηρίας ἐπίσημος, προστάτης καὶ πρέσβυς πρὸς Θεόν, ὁ Ἀντίπας ὁ μέγας τιμάσθω μοι.
Νυγεῖσα σου, ἡ ψυχὴ θείῳ βέλει, τῆς γλυκείας τοῦ Σωτῆρος ἀγάπης, καί τὸ αὐτοῦ πολυπόθητον κάλλος, φανταζομένῃ διόλου προσέδραμες, ὀπίσω αὐτοῦ μαρτυρικῶς, καὶ αὐτοῦ νῦν τρυφὰς ἀγαλλόμενος.
Ἁγίως σου, διανύσας Ἀντίπα, τὸν ἰσάγγελον καὶ ἔνθεον βίον, ἐπί τῆς γῆς συναυλίζῃ Ἀγγέλοις, καὶ νοσημάτων ἐλαύνεις κατήφειαν, ὀδόντων τε παύεις χαλεπήν, τῶν πασχόντων ὀδύνην πανόλβιε.
Θεοτοκίον.
Νοσοῦσαν μου, ἀνιάτως Παρθένε, καὶ τῷ δήγματι δεινῶς πληγωθείσαν, τοῦ πονηροῦ τὴν καρδίαν μου κόρη, τῷ δραστικῷ σου φαρμάκῳ θεράπευσον, καὶ σῶσον με τὸν ἐπὶ σοί, πεποιθότα πανάχραντε Δέσποινα.
Διάσωσον, τῆς τῶν ὀδόντων πικρὰς ὀδύνης, ἱερόαθλε τρισμάκαρ Ἀντίπα, καὶ παντοίας ἐπιφοράς τοὺς τιμῶντας σε, ὡς ἕτοιμος βοηθὸς ἐν ἀνάγκαις.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσαν μητρικὴν παῤῥησίαν.
Αἴτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰατρέ τῆς ψυχῆς καί τοῦ σώματος ἄμισθε, τῆς ὀδόντων ὀδύνης ἀκέστωρ σοφώτατε, ὦ Ἀντίπα ἱερόαθλε, τοὺς ἱκέτας σοῦ ἡμᾶς, σπεῦσον θεράπευσον ταχύ, τοὺς κατ’ ἄμφω ἀσθενεῖς, καὶ πρὸς σε καταφεύγοντας, πράϋνον τὰς ὀδύνας, σβέσον τὰς καταιγίδας, τῶν συνεχόντων ἡμᾶς δεινῶν, τῇ πρεσβείᾳ σου προστρέχοντας.
Προκείμενον
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 1 καὶ ί’ 5-8)
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα.
Ταῖς τοῦ ἱεροάθλου, πρεσβείες, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἡμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Περγάμου τὸν πρόεδρον, ἱεροάθλων τὸ κλέος, Ἀντίπαν τὸν πάνσοφον, ὀδόντων ἀκέστορα τὸν σοφώτατον, ἀσθενῶν ἕτοιμον, ἰατρὸν ἄμισθον, κατὰ χρέος εὐφημήσωμεν, οἱ ἀρυόμενοι παρ’ αὑτοῦ ἀφθόνως ἰάματα, καὶ πόθῳ ἐκβοήσωμεν πρὸς αὑτὸν καρδίας εὐθύτητι. Ἀντίπα τρισμάκαρ, πανόλβιε θεράπων τοῦ Χριστοῦ, ἐκ πάσης νόσου περίσῳζε, τοὺς πιστῶς καλοῦντας σε.
Σῶσον ὁ Θεός τὸν λαὸν σου…
Κύριε Ἐλέησον (ιβ).
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Τείνας τὸν νοῦν σου ἱεράρχα, πρὸς τὸν μόνον Θεὸν τε καὶ Δεσπότην, σῶς τρυφὰς τὰς πολλὰς ὑπέμεινας βασάνους , νῦν δε ἴασαι ἅγιε, τῶν ὀδόντων ἡμῶν πόνους.
Ἰνᾷ σε πόθῳ εὐφημοῦμεν, καὶ τιμῶμεν σου τὴν μνήμη ὦ Ἀντίπα, τὰς ὀδύνας ἡμῶν θεράπευσον τρισμάκαρ, καί τῶν ὀδόντων ἱᾶσιν, παράσχου τῶν καλούντων.
Πύλαι ἠνοίγησαν σοι πόλου, ὡς βαδίσαντα ὁδόν τοῦ μαρτυρίου, καὶ Ἀγγέλων χοροί, ὑπήντων σοι Ἀντίπα, ἀναβοῶντες εἴσεθλε, ἐν αὐλαῖς ταῖς τοῦ Κυρίου.
Θεοτοκίον.
Ἄνοιξον πύλας μοι Παρθένε, παραδείσου ἃς ἔκλεισεν ἡ Εὖα καὶ ἐντὸς με ἁγνῇ εἰσάγαγε βοῶντα, εὐλογημένος πάναγνε, ὁ καρπός τῆς σὴς κοιλίας.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Νῦν τὰ ἄνω κατῴκησας Ἀντίπα, σὺν Ἀγγέλοις βασίλεια τὸν πάντων, Θεὸν ὑμνῶν καὶ σῴζων τοὺς καλοῦντας σε, ἐκ πικρὰς ὀδύνης, ὀδονταλγίας, ὡς εὐμενὴς προστάτης.
Μνείαν Πάτερ ποιοῦ τῶν σε τιμώντων, καὶ τελούντων τὴν εὔσημον σου μνήμην, τὰς αἰτήσεις πληρῶν καὶ λύων τὰς ὀδύνας, ὀδόντων καὶ οὐλῶν ἡμῶν, ἱερόαθλε Ἀντίπα.
Ἐντρυφῶντες θαυμάτων χαρακτῆρος, τοῦ σεπτοῦ σου Ἀντίπα καθ’ ἑκάστην, ευχαριστίους ὕμνους σοι προσφέρωμεν, ἀκέστορι τῷ βιῷ, ἀνυμνολογούντες, Περγάμου μέγα κλέος.
Θεοτοκίον.
Χαῖρε κούφη νεφέλη Θεοτόκε, χαῖρε στάμνα χρυσή τοῦ θείου μάννα, χαῖρε ἡ κλῖμαξ πάντας ἡ μετάγουσα, ἀπὸ γῆς πρὸς πόλον, τοὺς ὑμνολογοῦντας, τοῦ τόκου σου τὸ ξένον.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Λαμπρὸς καὶ φεραυγής σου ὁ χαρακτήρ, τῆς εἰκόνος Ἀντίπα ἀείμνηστε, ὡς ἀληθῶς, Κύριον δοξάσας γὰρ ἐπί τῆς γῆς, αὑτὸ σε ἀντεδόξασε, χάριν δεδωκὼς σοι τοὺς δαψιλῶς, παρέχειν τὰς ἰάσεις τοῖς πόθῳ προσιοῦσι, καὶ αἰτουμένους σὴν ἀντίληψιν.
Παράσχου τοῖς τελοῦσι χαρμονικώς, σου τὴν μνήμην Ἀντίπα ἀείμνηστε, λύσιν πολλῶν παθὼν καὶ πταισμάτων καὶ δυσχερῶν, καὶ ἀφορήτου λύτρωσαι, ὀδόντων ὀδύνης τῆς χαλεπῆς, ὅπως σε κατὰ χρέος, δοξάζωμεν ἀπαύστως, καὶ σὴν εἰκόνα ἀσπαζόμεθα.
Ὡς ἄστρον φαεινότατον ἡ σεπτῇ, τοῦ σοφοῦ ἱεράρχου ἐπέλαμψε μνήμη καὶ γάρ, Κύριον ἐδόξασεν ἀληθῶς, τοῖς θείοις αὐτοῦ μέλεσιν, ὥσπερ ὁλοκαύτωμα ἱερόν, καὶ νῦν σὺν τοῖς Ἀγγέλοις, εὐφραίνεται ἀξίως, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.
Θεοτοκίον.
Φωνάς τῶν οἰκετῶν σου ὡς ἀγαθῇ, μὴ παρίδῃς πανάμωμε Δέσποινα, ἀλλ’ ἐκτενῶς, αἰτήσαι τὸν πάντων Δημιουργόν, τῷ βασιλεῖ τὰ τρόπαια, καί τὴν εὐρωστία τὴν ψυχικήν, δωρήσασθαι Παρθένε, καὶ θείας βασιλείας, τὴν μετουσίαν καὶ λαμπρότητα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Καί τὰ παρόντα μεγαλυνάρια,
Χάριν ἰαμάτων παρὰ θεοῦ, εἰληφὼς Ἀντίπα, θεραπεύεις πάθη δεινά, διὸ τοῖς ἐν πίστει σε ἐπικαλουμένοις, θεράπευσον ὀδόντων, τὸ ἄλγος πάνσοφε.
Τὸν ἐν ἱερεῦσι θαυματουργόν, καὶ ἐν ἀθληφόροις, ἀπροσμάχητον βοηθόν, καί τόν τῆς ὀδόντων ὀδύνης ἐλατῆρα, Ἀντίπα τὸν γενναῖον, πάντες τιμήσωμεν.
Ἔχοντες ναόν σου τὸν θαυμαστόν, Ἀντίπα τρισμάκαρ, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν τούτῳ ἐν πόνοις τῶν ὀδόντων, καὶ ἐπηρείας πάσης ἀπολυτρούμεθα.
Σκέπε, φρούρει φύλαττε ἀθλητά, τοὺς ὑπό τὴν σκέπην, καταφεύγοντας ἐκτενῶς, καὶ λύτρωσαι τάχος ὀδόντων τῆς ὀδύνης, ἵνα ὡς εὐεργέτην σε μεγαλύνομεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καί τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τὸ ὄνομα Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἅγιε Ἀντίπα τῷ Χριστῷ, νῦν ὁ παριστάμενος σπεῦσον, εὐχὴν ποιήσασθαι, ὑπέρ τοῦ ἱκέτου σου, ἵνα τοῦ ἄλγους ῥυσθῶ, τῶν ὀδόντων ὁ δείλαιος, πρὸς σε γὰρ προστρέχω, σὺ γὰρ μόνος ἅγιε ὡς παῤῥησίαν πολλήν, πρὸς τὸν Ἰησοῦν κεκτημένος, δύνασαι καμὲ ἀπαλλάξαι, τοῦ ὀδυνηροῦ τούτου νοσήματος.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.