Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Συμεών τον Αδελφόθεο Επίσκοπο Ιεροσολύμων
†Εορτάζεται στις 27 Απριλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἱεραρχίας ταῖς στολαῖς ἐκοσμήθης, καὶ μαρτυρίου καλλοναῖς ὡραιώθης, καὶ τῷ Θεῷ σὺν δόξῃ παριστάμενος· λάμπεις αὐγαζόμενος, τῷ φωτὶ τῆς Τριάδος· ὅθεν δυσωποῦμέν σε, Συμεὼν Ἱεράρχα, ὡς παῤῥησίαν ἔχων πρὸς Θεόν, ὑπὲρ τῶν πίστει, τιμώντων σε πρέσβευε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών·
ᾨδὴ α΄. Ἦχος πλ. δ΄.Ὑγράν διοδεύσας.
Τοῖς πόθῳ τελοῦσί σου Συμεών, τὴν πάντιμον μνήμην, τῷ Δεσπότῃ παρεστηκώς, τὴν ἄφεσιν αἴτησαι πταισμάτων, ὡς ἀδελφός τοῦ Κυρίου πανόσιε.
Ἰστίῳ πτερούμενος τοῦ Σταυροῦ, τοῦ Πνεύματος αὔραις, καὶ τῆς πίστεως Συμεών, παρέδραμες κλύδωνα τῆς πλάνης, καὶ εἰς λιμένα γαλήνιον ἔφθασας.
Σιών ἀνεδείχθης ἀρχιερεύς, σεπτοῦ Ἰακώβου, ὁ διάδοχος γεγονώς, φυλῆς τε καὶ οἴκου ἐξ Ἰούδα, παρά Κυρίου χρισθείς μύρῳ πίστεως.
Θεοτοκίον.
Ἐν μήτρᾳ συνέσχες ὑπερφυῶς, τῆς κτίσεως πάσης, τὸν Θεὸν καὶ Δημιουργόν, ἐκύησας δὲ ἀκαταλήπτως, εἰς ἀπολύτρωσιν κόσμου Πανύμνητε.
ᾨδὴ γ΄.Οὐρανίας ἁψῖδος.
Ἐχρημάτισας ὅλος θεοειδής, Ὅσιε, Πνεύματι Ἁγίῳ ἐν βίῳ, καθοδηγούμενος, καὶ περιέστραψας, ταῖς θεϊκαῖς λαμπηδόσι, Συμεών μακάριε, τοῦ μαρτυρίου σου.
Τοῖς ἐν σκότει ἀγνοίας ὡς φωταυγής ἔλαμψας, ὀρθρός Συμεών ἱεράρχα, καὶ καθυπέδειξας, τὸν ἀνατείλαντα καὶ καταυγάσαντα πάντας, ἐκ παρθενικῆς γαστρός, νοητόν ἥλιον.
Ἡδονάς τὰς τοῦ κόσμου καὶ τὰ τερπνά ἅπαντα, ὅλως ἀποῤῥίψας ἐνθέου, δόξης ἐπόθησας, καὶ τὸν Σταυρόν τοῦ Χριστοῦ, ἄρας ἐπ’ὤμων θεόφρον, δόξαν ὑπερκόσμιον ἐκτήσω ἄληκτον.
Θεοτοκίον.
Ἀνυμνεῖν σὲ ἀξίως οὺ δυνατόν, Δέσποινα· πᾶσαν ὑπερβέβηκας τάξιν, βροτῶν Ἀγγέλων τε, τεκοῦσα ὑπερφυῶς, τὸν Θεόν Λόγον καὶ ξένως· ὅθεν μεγαλύνομεν θεῖόν σου ὄνομα.
Παράστηθι, ὦ Συμεών θεοφόρε, τοῖς σοῖς ἱκέταις, ἐν τῇ φρικτῇ ἡμέρᾳ καὶ ὥρᾳ τῆς κρίσεως, ὡς συγγενής κατά χάριν τοῦ πάντων Κτίστου.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄.Τά ἄνω ζητῶν.
Τῆς ἄνω Σιών πολίτης γενόμενος, τῆς κάτω Σιών τὸν θρόνον ἐγκεχείρισαι, καὶ καλῶς τὸ ποίμνιον ὁδηγήσας πρὸς μάνδραν οὐράνιον, ἐσταυρώθης Χριστῷ, Συμεών, τὸ θεῖον πάθος Αὐτοῦ μιμησάμενος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Προσφοράν τὴν ἀναίμακτον, ὁ ἱερουργήσας Θεῷ προσήνεξαι, ὡς ἀμνός σφαγείς θαυμάσιε, θῦμα ἱερόν τε καὶ εὐπρόσδεκτον.
Ἀσεβείας τὸ βάραθρον, καὶ δαιμόνων θράσος τὸ ἀνεπαίσχυντον, συνετρίβη πρὸ προσώπου σου, τοῦ Χριστοῦ δυνάμει θεοτίμητε.
Βιοτῆς τῆς ἀμέμπτου σου, τέλος εὗρες μάκαρ, ὄντως ἐπάξιον, ἐπὶ ξύλου ἀνυψούμενος, τοῦ Σωτῆρος πάθος ἐκμιμούμενος.
Θεοτοκίον.
Ἀββακούμ σέ προέγραψεν, ὁ Προφήτης Κόρη, ὄρος κατάσκιον, ἐξ οὗ κόσμῳ ἐπεδήμησεν, ὁ Θεός ἡμῶν καὶ σάρξ ἐγένετο.
ᾨδὴ ε΄.Φώτισον ἡμᾶς.
Ἔδωκας σαὐτόν, πρὸς τὸ πάθος τὸ ἑκούσιον, ὡς Θεάδελφος μιμούμενος Χριστόν, τὸν παθόντα σαρκικῶς τοῦ σῶσαι ἄνθρωπον.
Μάκαρ Συμεών, σεαὐτόν ὅλον ἐκδέδωκας τῷ πυρί ὁλοκαυτοῦσθαι ὀδυνῶν, ἀποπνέων εὐωδίαν μυστικήν τοῦ θείου Πνεύματος.
Ἔμψυχος ναός, τοῦ Θεοῦ Πάτερ, γενόμενος τῶν εἰδώλων κατεκρήμνισας ναούς, προσευχῶν σου, τῷ μοχλῷ καὶ μαρτυρίου σου.
Θεοτοκίον.
Σάρκα ὑλικήν, τῷ Θεῷ δανεισαμένη σοῦ, Θεοτόκε ἐκδυσώπει νῦν Αὐτόν, ὑπέρ πάντων, τῶν τιμώντων σὲ Πανάχραντε.
ᾨδὴ στ΄.Τήν δέησιν ἐκχεῶ.
Μεμύησαι, Συμεών ἀοίδιμε, τὰ πρὸς θείαν ὁδηγοῦντα ζωήν σε, ἐκ παραδόξων ἐλλάμψεων θείων, καὶ ἀνεσπέρου φωτός ὤφθης ἔμπλεως, ὡς τοῦ Χριστοῦ ἱερουργός, καὶ Μαρτύρων τοῖς πόνοις συμμέτοχος.
Ναμάτων σε, ζωηῤῤύτων ἔγνωμεν, ὥσπερ ἄλλον ποταμόν ἱεράρχα, ἐκ τῆς Ἐδέμ πορευόμενον μάκαρ, καὶ καταρδεύοντα κόσμου τὰ πέρατα, τοῦ βίου σου ταῖς ἀρεταῖς, καὶ ῥοαῖς τῶν ἁγίων αἱμάτων σου.
Διάδοχος, ἀνεδείχθης ἄξιος, Ἰακώβου ἐν Σιών τῇ καθέδρᾳ, οὗ ἐμιμήσω τὸν ἔνθεον τρόπον, καὶ ποιμενάρχης σοφός ἐχρημάτισας, καὶ τελευτῆς μαρτυρικῆς, ἠξιώθης λαμπρύνας τὸν θρόνον σου.
Θεοτοκίον.
Ἰάτρευσον, τῆς ψυχῆς μου Ἄχραντε, τὰ ἀνίατα καὶ βέβηλα πάθη, ἡ τῶν ἀνθρώπων Σωτῆρα τεκοῦσα, καὶ ἰατρόν ἀσφαλῆ τε καὶ ἄμισθον, τὸν θεραπεύοντα ταχύ, τῶν ψυχῶν καὶ σωμάτων νοσήματα.
Παράστηθι, ὦ Συμεών θεοφόρε, τοῖς σοῖς ἱκέταις, ἐν τῇ φρικτῇ ἡμέρᾳ καὶ ὥρᾳ τῆς κρίσεως, ὡς συγγενής κατά χάριν τοῦ πάντων Κτίστου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Ἐν τῷ Σταυρῷ πηγνύμενος, Ἱεράρχα, καὶ μιμητής γενόμενος τοῦ Σωτῆρος, τοῦ μαρτυρίου τὸν στέφανον ἔλαβες· διό τελοῦμεν τὴν πάνσεπτον μνήμην σου καὶ πρὸς Χριστόν μεσίτην σε προβαλλόμεθα.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ άνθήσει καὶ ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. ιβ΄ 8-12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ
ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Συμεών τρισόλβιε, ὁ συγγενής τοῦ Σωτῆρος, τῶν ἐθνῶν τὸ ἄθεον, καὶ τῶν Ἰουδαίων τὴν ἀσέβειαν, κατεμώρανας, τὸν Χριστόν κηρύττων ὡς διπλοῦν τῇ φύσει, ἐν μιᾷ τῇ ὑποστάσει δὲ ἐθεολόγησας καὶ διπλοῦν τὸν στέφανον ἔλαβες, ὡς ἱεράρχης πάνσεπτος, ἀθλοφόρος δὲ ἐνδοξώτατος· ὅθεν τῶν δικαίων, κατηύφρανας παμμάκαρ τὰς ψυχάς, τῶν εὐφημούντων σὴν ἄθλησιν καὶ τὴν θείαν ἄνοδον.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σῶμα δούς ταῖς βασάνοις, οὐκ ἐνέδωκας Μάρτυς, οὐ παρετράπης δὲ· ἀλλά τυθείς προθύμως, Χριστῷ τῷ Ζωοδότῃ ἀγαλλόμενος ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.
Θείῳ φίλτρῳ παμμάκαρ, ἀνεφλέχθης τὰς φρένας καὶ ἀναδέδειξαι, πυρός ἀΰλου πλήρης, νικήσας τὰς βασάνους καὶ βοῶν πρὸς τὸν Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.
Ἐν Σταυρῷ ἀνυψώθης, Ἰουδαίων κακίᾳ, μάκαρ βαλλόμενος, καὶ Πάθος ἐμιμήσω, τὸ Ἅγιον Δεσπότου, πρὸς ὅν μέλπεις γηθόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.
Θεοτοκίον.
Τῶν δαιμόνων τὸ τραῦμα, καὶ Ἀγγέλων τὸ θαῦμα, ὑπάρχεις Ἄχραντε, διάσωσμα ἀνθρώπων, καὶ κόσμου σωτηρία, πρὸς ἥν ψάλλομεν ἅπαντες· εὐλογημένη Ἁγνή, τῆς πλάνης ἡμᾶς ῥῦσαι.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοῦ Παρακλήτου, τὸ ἀκατάλυτον φέγγος, τῇ καρδίᾳ σου δεξάμενος παμμάκαρ, σκότος τῶν δαιμόνων, ἐδίωξας καὶ πλάνην.
Κακοπιστίας, ταῖς διδαχαῖς σου ταῖς θείαις, ἀπεξήρανας τὸ πέλαγος καὶ πᾶσαν, ἰουδαϊζόντων, ἀπέλεγξας μανίαν.
Ἐν τῷ ἰδίῳ, καὶ ἱερῷ αἵματί σου, εἰς ναόν τὸν ἅγιον εἰσῆλθες, ἔνθα τὸ Ἀρνίον, ὁρᾷς τὸ ἐσφαγμένον.
Θεοτοκίον.
Χαριστηρίοις, φωναῖς καὶ ᾄσμασι θείοις, εὐγνωμόσι τε ᾠδαῖς σέ ὑμνοῦμεν, Παναγία Κόρη, οἱ διὰ σοῦ σωθέντες.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Πυρός ὡράθης στῦλος, λαόν ἐσκοτισμένον, ἀναγαγών ἐξ Αἰγύπτου καὶ ἤγαγες, ἐπαγγελίας πρὸς χώραν, θείοις σου ῥήμασιν.
Διπλήν λαβών τὴν κλῆσιν, Συμεών τρισμάκαρ, ὡς ἱεράρχης καὶ Μάρτυς Χριστοῦ τοῦ Ἄνακτος, διπλοῦν τῇ φύσει κατὰ ἀθέων, Αὐτόν ἐκήρυξας.
Σταυρῷ προσηλωθέντος, τοῦ Συμεών τοῦ θείου, ἡ Σιωνίτις ἡγίασται γῆ τοῖς αἵμασι, καὶ αἱ ψυχαί τῶν δικαίων, ἠγαλλιάσαντο.
Θεοτοκίον.
Φωτί καταύγασόν με, τῆς ἁγνῆς μορφῆς σου, ὡς τοῦ φωτός οἰκητήριον Πάναγνε, καὶ τῶν παθῶν μου τὸ σκότος, πόῤῥω ἐκδίωξον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξωτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Συγγενής ὑπάρχων ὦ Συμεών, τοῦ μέχρι καὶ δούλου, κενωθέντος ὑπέρ ἡμῶν, σύμμορφος καὶ μάρτυς παθῶν Αὐτοῦ ἐδείχθης, παγείς ὡς ὁ Δεσπότης Σταυρῷ, μακάριε.
Ὡς ἀστέρα μέγιστον καὶ λαμπρόν, χαίρει Ἐκκλησία, κεκτημένη τὸν Συμεών, ὅθεν ἀνακράζει· φαιδρῶς καταυγασθεῖσα, χαίροις σεπτῶν Μαρτύρων, τὸ ἀκροθίνιον.
Τοῦ Κυρίου πάσχεις ὡς ἀδελφός, κρεμασθείς τῷ Ξύλῳ, πάθος τίμιον καὶ σεπτόν, καὶ τῆς Βασιλείας τῆς ἄνω κληρονόμος, καὶ τῆς Σιών τῆς ἄνω πολίτης δείκνυσαι.
Σώματος τοὺς πόνους ὑπεριδών, καὶ πικράς βασάνους, τῶν τυράννων ὑπερνικῶν, στέφος ἐκομίσω παρά τοῦ Ἀθλοθέτου, ὃν Συμεών δυσώπει ὑπέρ τῶν δούλων σου.
Αἵμασι σταζόμενος ἱεροῖς, εἰς ναόν προσήχθης, ἐπουράνιον Συμεών, καὶ νῦν τῇ Τριάδι, παρίστασαι παμμάκαρ, θυσία ὥσπερ ζῶσα καὶ παναμώμητος.
Τῶν ἀρχιερέων τὴν καλλονήν, τῶν Χριστομαρτύρων, τὸ διάδημα τὸ σεπτόν, Συμεών τὸν θεῖον, τὸν συγγενῆ Κυρίου, ἐν ὕμνοις ἀσιγήτοις ἀνευφημήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Kαὶ τό Ἀπολυτίκιον.Ἦχος α΄. Χορός ἀγγελικός.
Χριστοῦ σε συγγενῆ, Συμεὼν Ἱεράρχα, καὶ Μάρτυρα στεῤῥόν, ἱερῶς εὐφημοῦμεν, τὴν πλάνην ὀλέσαντα καὶ τὴν πίστιν τηρήσαντα· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην ἑορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν εὐχαῖς σου λαμβάνομεν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, Ἱεράρχα Συμεών, πόλεως ποιμήν τῆς ἁγίας, καὶ ἀθλοφόρος στεῤῥός, ὁ δεδοξαζόμενος ὡς συγγενής τοῦ Χριστοῦ, καὶ τῷ πάθει ἑπόμενος, Σταυροῦ τοῦ τιμίου, ἱερεῖον ἄμωμον καὶ εὐωδίας μεστόν· τῆς οἰκονομίας τοῦ Κτίστου, χαίροις ὁ θεόληπτος μύστης, καὶ τῆς ἀληθείας κήρυξ ἄριστος.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.