Παρακλητικός Κανών εις τον Άγιο Ιερόθεο Πρώτο Επίσκοπο Αθηνών

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 4 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ θεηγόρος, καὶ Ἀποστόλων κοινωνός καὶ αὐτόπτης, καὶ τῆς σοφίας ὄργανον θεόπνευστον· πάτερ Ἱερόθεε, τὸν παρόντα ναόν σου, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης· καὶ τῷ Σωτήρι πρέσβευε ἀεί, ἡμῖν διδόναι, πταισμάτων συγχώρησιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστοιχίς·
Ιερόθεε τῆν σῆν Μονῆν σκέπε, Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰλέωσαι, Πάτερ, τὸν Λυτρωτήν, ταῖς σαῖς ἱκεσίαις, Ἱερόθεε ἱερέ, τοῖς πίστει καὶ πόθῳ προσιοῦσι, τῇ θαυμαστῇ σου πρεσβείᾳ ἑκάστοτε.

Ἐν πάσῃ ἀνάγκη ὁ σὸς λαός, τῇ σῇ καταφεύγει, προστασίᾳ καὶ ἐκβοᾷ· ῥῦσαι μὲ δεινῶν πειρατηρίων, Ἀρχιερεῦ τοῦ Χριστοῦ Ἱερόθεε.

Ῥυσθῆναι κινδύνων καὶ πειρασμῶν, Χριστὸν ἐκδυσώπει, Ἱερόθεε ἱερέ, τοὺς πίστει καὶ πόθῳ προσκυνοῦντας, τὴν ἱερὰν καὶ σεβάσμιον Κάραν σου.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Χριστοῦ, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, λῦσον τὴν ὁμίχλην τῶν παθῶν μου καὶ μετανοίας φωτὶ με καταύγασον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Θείῳ φόβῳ, θεόφρον, ἡμῶν τὸν νοῦν τείχισον, ὡς ἂν τοῦ ἐχθροῦ τῶν σκανδάλων, τὴν ῥύμην φύγωμεν, καὶ τὴν σωτήριον, τῶν ἐντολῶν τοῦ Κυρίου, πάτερ Ἱερόθεε, τρῖβον βαδίσωμεν.

Ἐν τῇ σῇ προστασίᾳ, ὁ σὸς ναὸς γάνυται, καὶ ὡς ἀῤῥαγέστατον τεῖχος καὶ θεῖον ἔφορον, Πάτερ σὲ ἔχουσα, ἀποσοβεῖ καὶ ἐκτρέπει, πᾶσαν, Ἱερόθεε, βλάβην τοῦ ὄφεως.

Ἐλλαμπόμενος αἴγλη, τοῦ Παντουργοῦ Πνεύματος, δίωξον παθῶν τὴν ὁμίχλην καὶ τὴν σκοτόμαιναν, ἐκ τῶν ψυχῶν ἡμῶν, ταῖς φωτοφόροις εὐχαῖς σου, πάτερ Ἱερόθεε, ἐκδυσωποῦμέν σε.

Θεοτοκίον.
Τὸν Ὑπέρθεον Λόγον, σωματικῶς τέξασα, Κεχαριτωμένη παρθένε, πλούτῳ χρηστότητος, παθῶν με λύτρωσαι, σωματικῶν καὶ τὸν νοῦν μου, μετανοίας αὔγασον, ταῖς ἐπιλάμψεσι.

Διάσωσον, ἀρχιερεῦ Ἱερόθεε θεηγόρε, ἐκ παντοίων ἐπιφορῶν καὶ κακώσεων, τούς τῇ σεπτῇ προστασίᾳ σου προσιόντας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς μύστης Χριστοῦ καὶ Ἱεράρχης ὅσιος, καὶ μέγας ἡμῶν, προστάτης, Ἱερόθεε, διὰ παντὸς ἱκέτευε, ἐκλυτροῦσθαι ἡμᾶς πάσης θλίψεως, καὶ τῶν πταισμάτων διδόναι ἱλασμόν, τοῖς σπεύδουσι, Πάτερ, τῇ πρεσβείᾳ σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ πρεσβεία σου, Ἅγιε, γένοιτο τῷ ναῷ σου, Ἱερόθεε, τῷ θερμῶς ἀνακειμένῳ σοί, σκέπη καὶ ἀντίληψις δυσωποῦμέν σε.

Νοσημάτων ἀπάλλαξον, τοὺς τῇ θείᾳ Κάρα σου καταφεύγοντας, καὶ παράσχου, Ἱερόθεε, τούτοις τὴν ταχεῖάν σου βοήθειαν.

Συντριβέντας τοῖς πάθεσι, τοῖς κατὰ ψυχὴν καὶ σῶμα θεράπευσον, Ἱερόθεε πατὴρ ἡμῶν, τοὺς θερμῶς προστρέχοντας τῇ σκέπῃ σου.

Θεοτοκίον.
Ἡ Θεὸν σωματώσασα, λύσαντα τῆς πάλαι ἀρᾶς τὸν ἄνθρωπον, Θεοτόκε ἀειπάρθενε, τὴν ὀδύνην λῦσον τῆς καρδίας μου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν, τῆς σαρκός, Πάτερ, τὸ φρόνημα καὶ τὸν νοῦν ἡμῶν ἀγάπη θεϊκή, ἀναπτέρωσον ζωὴν πρὸς ὑπερκόσμιον.

Μέγαν ἀρωγόν, καὶ θερμὸν σὲ ἀντιλήπτορα, Ἱερόθεε, ὁ θεῖος σου ναός, κεκτημένος καθ’ ἑκάστην μακαρίζει σε.

Ὄλβον ἱερόν, τὴν σεπτήν σου Κάραν ἔχοντες, ἐξ αὐτῆς ἁγιασμοῦ τὰς δωρεᾶς, Ἱερόθεε, καρπούμεθα ὑμνοῦντές σε.

Θεοτοκίον.
Νόμῳ τοῦ Θεοῦ, τὴν ζωήν μου, Κόρη ἴθυνον, ὡς ἂν βόρβορον δεινῶν ἀνομιῶν, μετανοίας ἀποπλύνω ἐν τοῖς δάκρυσι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἡγίασται, ἡ σῇ πάντιμος Κάρα, δωρεά τοῦ Παρακλήτου Ἁγία· ὅθεν ἡμῶν τὰς ψυχὰς ἁγιάζει καὶ τῶν σωμάτων ἰᾶται τοὺς μώλωπας, τῶν μετὰ πίστεως θερμῆς, προσιόντων αὐτῇ, Ἱερόθεε.

Ναμάτων, τῶν θεοβρύτων ῥανίδας, ἡμῖν βλύσον τῇ θερμῇ σου πρεσβείᾳ, ὡς ἂν τοὺς ἄνθρακας σβέσωμεν, Πάτερ, τῶν ἀπελθόντων κινδύνων καὶ θλίψεων καὶ τῆς χρηστότητος Χριστοῦ, Ἱερόθεε πάτερ, μετάσχωμεν.

Συνῆλθε, Χριστιανῶν ἡ χορείᾳ καὶ βοᾶ σοὶ ἐκ μυχίων καρδίας· τῆς κραταιᾶς προστασίας σου, Πάτερ, ἡμῖν τὰς πτέρυγας ἄνωθεν ἅπλωσον, καὶ σκέπασον ἐκ τῶν βελῶν, τοῦ βελίαρ ἡμᾶς, Ἱερόθεε.

Θεοτοκίον.
Κακίας, τῆς ὀλεθρίου τοῦ πλάνου, τοῦ ἀεὶ κατὰ τοῦ δούλου σου, Κόρη, ὠρυομένου ὡς λέοντος ὄντως, τὰ χαλεπώτατα σύντριψον βέλεμνα, καὶ ἴθυνον ἡμᾶς, Ἁγνή, πρὸς λιμένα τοῦ θείου θελήματος.

Διάσωσον, ἀρχιερεῦ Ἱερόθεε, ἐκ παντοίων ἐπιφορῶν καὶ κακώσεων, τοὺς τῇ σεπτῇ προστασίᾳ σου προσιόντας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἱεράρχης Χριστοῦ ἱερώτατος, καὶ εὐσεβῶν ἀντιλήπτωρ θερμότατος, σοφὲ Ἱερόθεε, πρέσβευε πάσης ἀνάγκης καὶ πόνων καὶ θλίψεων, λυτροῦσθαι, τοὺς σὲ μακαρίζοντας.

Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄ 9 – 16).
Εἶπεν ὁ Κύριος· ἐγὼ εἰμὶ ἡ θύρα· δι’ ἐμοῦ ἐάν τὶς εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμή ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγὼ εἰμὶ ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλός τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπέρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ καὶ οὐκ ὧν ποιμήν, οὐ οὐκ εἰσί τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον Ἐρχομενὸν καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτὸς ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγὼ εἰμὶ ὁ ποιμὴν ὁ καλός· καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπό τῶν ἐμῶν· καθὼς γινώσκει μὲ ὁ Πατήρ, καγώ γινώσκω τὸν Πατέρα· καί τὴν ψυχήν μου τίθημι ὑπέρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κακείνα μὲ δεῖ ἀγαγεῖν καί τῆς φωνῆς μου ἀκούουσι· καὶ γενήσεται μία ποίμνη, εἰς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Παύλω ὡς ἀκήκοας, Χριστῷ προσῆλθες προθύμως, καὶ σκεῦος πολύτιμον, τοῦ Ἁγίου Πνεύματος, ἐχρημάτισας, καὶ φωτὶ Ἅγιε, τῷ τῆς ἀληθείας, καταυγάζεις τὰς ψυχὰς ἡμῶν, διὸ βοῶμεν σοι· ζόφου παθημάτων καὶ θλίψεων, καὶ πάσης περιστάσεως, λύτρωσαι ἡμᾶς, Ἱερόθεε, πταισμάτων τὴν λύσιν, αἰτούμενος ἡμῖν παρὰ Χριστοῦ, ὡς ἂν ἀμέμπτως βιώσαντες, δόξης θείας τύχομεν.

Σῶσον ὁ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκ δεινῆς ῥαθυμίας, καὶ παθῶν τυραννίδος ἡμᾶς ἀπάλλαξον, καὶ δίδου εὐθυπόρως, τὴν τρῖβον βηματίζειν, ἐντολῶν τοῦ Θεοῦ ἡμῶν, ὡς ἃν τῆς ἄνω ζωῆς, τύχωμεν, Ἱεράρχα.

Πύργον ἄσειστον, Πάτερ, καὶ ἑδραίωμα θεῖον καὶ καταφύγιον, τὴν σὴν ἐπιστασίαν, ναός σου τῷ Ἁγίῳ, Ἱερόθεε, ἔχωμεν λυτροῦται πάσης ὀργῆς, ἀνυμνεῖ σου τὴν χάριν.

Ἐκ σκανδάλων ποικίλων, καὶ δεινῶν σοφισμάτων τοῦ πολεμήτορος, ἀπήμαντον συντήρει, τὸν ἱερόν ναόν σου, ἱερὲ Ἱερόθεε, ἀνακείμενον στεῤῥῶς, τῇ σῇ ἐπιστασίᾳ.

Θεοτοκίον.
Γνώμην σώφρονα, Κόρη, καὶ εὐθεῖαν καρδίαν καὶ νοῦν ἀκέραιον, τοῖς πίστει ἀφορῶσι, πρὸς τὴν σὴν θερμήν σου σκέπην, καὶ βοῶσι πρυτάνευε, χαῖρε Παρθένε ἁγνή, ἡμῶν ἡ προστασίᾳ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔργοις ὁσίοις, τὸν δὲ ναόν σου κομῶντα, ὥσπερ ἄμπελον εὐκληματοῦσαν δεῖξον, τῆς σῆς βοηθείας, τῇ γεωργίᾳ Πάτερ.

Ῥώμην ὑψόθεν, δίδου ἡμῖν, Ἱεράρχα, τὴν ὀλέθριον καταπατεῖν τοῦ πλάνου, δύναμιν ἐν πᾶσιν, ἡμῶν ὡς ἀντιλήπτωρ.

Αἴγλη τῆς θείας, κηδεμονίας σου, Πάτερ, διασκέδασον τῶν πειρασμῶν τὰ νέφη, τῶν ἐπαπειλούντων, φθορὰν ἡμῖν καὶ λύπην.

Θεοτοκίον.
Σύντριψον, Κόρη, τὴν καθ’ ἡμῶν δυναστείαν, τοῦ ἀλάστορος τῇ σῇ ἐπιστασίᾳ, ὀδυνῶν καὶ πόνων, ἡμᾶς ἐκλυτρουμένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδού τῇ σῇ εἰκόνι, Πάτερ, τὰ σὰ τέκνα, ἐν εὐλαβείᾳ ἑστῶτες βοῶμέν σοι· δίδου ἡμῖν, Ἱεράρχα, τὴν εὐλογίαν σου.

Μὴ παύσῃ τὸν ναόν σου, τοῦτον περιέπειν, τὸν ἱερῶς καυχώμενον τῇ χάριτι σου, ἐξ ᾖς τοῦ Πνεύματος, προείσι δωρεὰ ἄφθονος.

Ὁδὸν ἡμᾶς βαδίζειν, σύνεσιν παράσχου, τῆς σωτηρίας, σοφὲ Ἱερόθεε, ὡς ἂν ζωῆς τῆς ἀλήκτου, Πάτερ, μετάσχωμεν.

Θεοτοκίον.
Ὑμνοῦσι τὸν σὸν τόκον, τάξεις τῶν Ἀγγέλων καὶ τῶν βροτῶν, Θεοτόκε, τὸ σύστημα, σὺ γὰρ Θεὸν τετοκυία, τὰ πάντα ἥνωσας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Παύλου τῷ κηρύγματι φωτισθείς, ὤφθης τῶν ἀῤῥήτων, θεηγόρος ὑφηγητής, καὶ τῶν Ἀθηναίων ποιμὴν καὶ Ἱεράρχης, διὸ σε, Ἱερόθεε, μακαρίζομεν.

Χαίροις Ἀποστόλων ὁ μιμητής, καὶ Εὐαγγελίου, θεοφόρος μυσταγωγός, χαίροις οὐρανίου, σοφίας ὁ ἐκφάντωρ, Ἀρχιερέων κλέος, ὦ Ἱερόθεε.

Ὅλος ἱερώτατος γεγονώς, τὰς τοῦ Παρακλήτου, δεδεγμένος μαρμαρυγάς, τῷ Θεῶ προσάγεις, τῷ ἱερῷ σου λόγῳ, πολλοὺς ἀπό τὴν πλάνης, ὦ Ἱερόθεε.

Χαίροις ὑποφῆτα βίου καινοῦ, καὶ φιλοσοφίας, τῆς ἐνθεοῦ σάλπιγξ χρυσή, χαίροις ὁ ἀμέμπτως, Χριστῷ ἱερατεύσας, ὡς Ἀποστόλων μύστης, ὦ Ἱερόθεε.

Δίδου τῇ πρεσβείᾳ σου πρὸς Χριστόν, τῷ σεπτῷ ναῷ σου, Ἱερόθεε ἱερέ, δύναμιν καὶ ῥῶσιν, ἀγάπην καὶ εἰρήνην, καὶ πᾶσαν προθυμίαν, πρὸς βίον κρείτονα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων παῤῥησίαν πρὸς Χριστόν, ὥσπερ Ἰσαπόστολος μέγας καὶ Ἱεράρχης κλεινός, πάτερ Ἱερόθεε, μύστα τῆς χάριτος, τοὺς ἐν πίστει προσπίπτοντας, τῇ σῇ προστασίᾳ, πάσης περιστάσεως ἀτρώτους φύλαττε, δίδου δὲ τῷ θείῳ ναῷ σου, τῆς σῆς εὐλογίας τὰς δόσεις, τοῦτον ἀπαλλάττων πάσης θλίψεως.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.