Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Ιωάννη εκ Κονίτσης ο εν Βραχωρίου

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 23 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὐψωθείς.
Ὡς Νεομάρτυς ἀληθὴς τοῦ Σωτῆρος, καὶ κοινωνὸς τῆς ὑπὲρ νοῦν εὐφροσύνης, ὑπὲρ ἡμῶν ἱκέτευε ἑκάστοτε, πάσης ἡμᾶς ῥύεσθαι, προσβολῆς καὶ ἀνάγκης, καὶ παντοίων θλίψεων, Ἰωάννη θεόφρον, καὶ τῶν πταισμάτων ἄφεσιν λαβεῖν, τοὺς τῇ σεπτῇ σου, πρεσβείᾳ προστρέχοντας.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χάριν πιστοῖς Ἰωάννη αἴτει. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρὰν ἡμῖν αἴτει τὴν ἀληθῆ, καὶ λύσιν πταισμάτων, καὶ τῆς λύπης ἀπαλλαγήν, τοῖς πίστει παμμάκαρ Ἰωάννη, τῇ πρὸς Χριστὸν ἱκεσίᾳ σου σπεύδουσιν.

Ἀθλήσας νομίμως ὑπὲρ Χριστοῦ, πάσης ἀνομίας καὶ κινδύνων παντοδαπῶν, ἀπήμονας τήρει Νεομάρτυς, τοὺς τῇ θερμῇ σου πρεσβείᾳ προστρέχοντας.

Ῥαντίσματι Μάρτυς τῶν ἱερῶν, αἱμάτων σβέσον, παθημάτων πυρκαϊάν, ἡμῶν Ἰωάννη ἀθλοφόρε, τὸν Ζωοδότην ἡμῖν ἱλεούμενος.

Θεοτοκίον.
Ἱλύος με λύτρωσαι τῶν παθῶν, ἡ τῆς ἀπαθεῖας ἡμῖν τέξασα τὴν πηγήν, καὶ κάθαρον Κόρη τὴν ψυχήν μου, τῶν οἰκτιρμῶν τοῦ Υἱοῦ σου τοῖς νάμασι.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Νέος ὤφθης ὀπλίτης, πλάνης λιπὼν σύνδεσμον, τοῦ Παμβασιλέως τῆς δόξης, ἀθλήσας ἄριστα, ὅθεν με σύνδησον, τούτου τῇ θείᾳ ἀγάπῃ, Ἰωάννη ἔνδοξε, ταῖς ἱκεσίαις σου.

Πλήρης ὤν Ἰωάννη, τῆς θεϊκῆς χάριτος, οἷα νεομάρτυς Κυρίου, πλήρωσον δέομαι, φωτὸς τοῦ κρείττονος, τὴν σκοτισθεῖσαν ψυχήν μου, καὶ πόῤῥω ἀπέλασον, σκότους τὸν ἄρχοντα.

Ἱλασμὸν τῶν πταισμάτων, καὶ τῶν παθῶν ἴασιν, αἴτει Ἰωάννη τρισμάκαρ, τοῖς καταφεύγουσι, τῇ ἀντιλήψει σου, καὶ τὸν Σωτῆρα δυσώπει, τῆς μελλούσης κρίσεως, ἡμᾶς λυτρώσασθαι.

Θεοτοκίον.
Σαρκωθεὶς ἀποῤῥήτως, ὁ τοῦ παντὸς αἴτιος, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων Θεοχαρίτωτε, πύλην σε ἔδειξε, πρὸς ἀσφαλῆ σωτηρίαν, ἄγουσαν Πανάμωμε τοὺς σὲ δοξάζοντας.

Διάσωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἰωάννη, τοὺς τῇ σκέπῃ τῶν πρεσβειῶν σου προστρέχοντας, δυσχερῶν τῶν ἐν βίῳ καὶ πάσης βλάβης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστῷ τῷ Θεῷ ὦ Ἰωάννη πρέσβευε, διδόναι ἡμῖν, πταισμάτων τὴν συγχώρησιν, καὶ παθῶν ἐκλύτρωσιν, καὶ εἰρήνης ἀτρέπτου τὰς χάριτας, καὶ τῆς μελλούσης ζωῆς μετασχεῖν, τοὺς μέλποντας Μάρτυς τὴν σὴν ἄθλησιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τοῦ ἐχθροῦ τὰ βουλεύματα, τὰ μανιωδῶς ἀεὶ τεκταινόμενα, καθ’ ἡμῶν Μάρτυς κατάργησον, ταῖς πρὸς τὸν Σωτῆρα ἱκεσίαις σου.

Οἱ τὴν θείᾳ Εἰκόνι σου, πίστει προσιόντες χάριν λαμβάνουσιν, Ἰωάννη μεγαλύνοντες, τὸν σὲ ἐν τοῖς ἄθλοις ἐνισχύσαντα.

Ἵνα θείας χρηστότητος, θείων διαδόσεως μετασχοίημεν, Ἰωάννη καθικέτευε, τοῦ ἐλέους ἄβυσσον τὸν Κύριον.

Θεοτοκίον.
Σωτηρίας ἀξίωσον, τοὺς τῇ σῇ προστρέχοντας ἀγαθότητι, Θεοτόκε ἀειπάρθενε, ἡ Χριστὸν τεκοῦσα κόσμον σῴζοντα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵθυνον ἡμῶν, τὴν ζωὴν ταῖς ἱκεσίαις σου, πρὸς λιμένα ἐντολῶν τῶν τοῦ Χριστοῦ, Ἰωάννη ταραχώδους ἐκ συγχύσεως.

Ὡς θεῖον βλαστόν, μακαρίζει σε ἡ Κόνιτσα, ἣν θερμαῖς σου μεσιτείαις πρὸς Χριστόν, Ἰωάννη πάσης θλίψεως ἀπάλλαττε.

Ἄνωθεν ἀεί, Βραχωρίου πόλει πάρεχε, εὐλογίαν καὶ εἰρήνην εὐσταθῇ, Ἰωάννη ἣν ἡγίασας τοῖς ἄθλοις σου.

Θεοτοκίον.
Νόμῳ τοῦ Θεοῦ, τῆς σαρκός μου καθυπόταξον, τὰς κινήσεις Θεοτόκε δυσωπῶ, καὶ εἰρήνευσον ψυχῆς μου τὴν κατάστασιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νεκρώσας, τὸν εὑρετὴν τῆς κακίας, προσελθὼν ἀπὸ ψυχῆς τῷ Σωτῆρι, καὶ ὑπὲρ τούτου ἀθλήσας ἀνδρείως, τὴν νεκρωθεῖσαν ψυχήν μου τοῖς πάθεσι, πρὸς μετανοίας τὰς ὁδούς, Ἰωάννη ἐξέγειρον δέομαι.

Ἡ πόλις, τοῦ Βραχωρίου τιμᾷ σε, ὡς προστάτην καὶ ἀγλάισμα θεῖον, πλέον δὲ ταύτης ἡ Κόνιτσα χαίρει, ἡ σῇ πατρὶς Ἰωάννη μακάριε, αἷς εὐλογίαν ἐκ Θεοῦ, καὶ εἰρήνην ἐξαίτει καὶ ἔλεος.

Αἱμάτων, τοῖς σταλαγμοῖς κατασβέσας, Ἰωάννη τῆς κακίας τὴν φλόγα, τὸν τῆς ψυχῆς μου πυρσὸν ἀμελείᾳ, ἤδη σβεσθέντα ὑπάναψον δέομαι, ἔργων ἁγίων τῶ φωτί, ἵνα σκότους ῥυσθῶ παραβάσεων.

Θεοτοκίον.
Ἰάτρευσον, τῆς ψυχῆς μου τὸ ἄλγος, καὶ τὴν κάκωσιν τοῦ σώματος Κόρη, ἡ τὸν Σωτῆρα τοῦ κόσμου τεκοῦσα, τὸν τὴν ἀρχαίαν πληγὴν ἰασάμενον, καὶ δίδου μοι εὐθυπορεῖν, πρὸς ὁδοὺς τὰς εὐθείας καὶ σῶσόν με.

Διάσωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἰωάννη, τοὺς τῇ σκέπῃ τῶν πρεσβειῶν σου προστρέχοντας, δυσχερῶν τῶν ἐν βίῳ καὶ πάσης βλάβης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Μαρτυρικῇ παῤῥησίᾳ πρὸς Κύριον, ὡς νεομάρτυς Χριστοῦ ἀξιάγαστος, κινδύνων παντοίων καὶ θλίψεων, καὶ ὀδυνῶν ἀνωτέρους διάσῳζε, τοὺς σὲ Ἰωάννη γεραίροντας.

Προκείμενον
Δίκαιος ὠς φοίνιξ ἀνθήσει…
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. κα΄ 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πλάνην τὴν σκοτόμαιναν, καταλιπὼν θείῳ πόθῳ, ἀνδρικῶς ἐνήθλησας, ὑπὲρ τοῦ Παντάνακτος θερμῷ ἔρωτι, καὶ ζωῆς κρείττονος, κατηξιώμενος, Νεομάρτυς ἀξιάγαστε, ἀπαύστως πρέσβευε, πάσης συμφορᾶς καὶ κακώσεως, καὶ πάσης περιστάσεως, καὶ ἐπιβουλῆς τοῦ ἀλάστορος, ἀτρώτους τηρεῖσθαι, τοὺς μέλποντας τὴν ἄθλησιν τὴν σήν, δι’ ἧς Χριστὸν ἐμεγάλυνας τὸν σὲ θαυμαστώσαντα.

Σῶσον ὀ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῷ τῆς νίκης στεφάνῳ, ὡς νικήσας τὸν ὄφιν Μάρτυς τετίμησαι, διὸ κἀμὲ νικῆσαι, τὴν πλάνην τοῦ βελίαρ, Ἰωάννη ἐνίσχυσον, καὶ ἐναρέτως Χριστῷ, λατρεῦσαι μέχρι τέλους.

Ἐντολῶν τοῦ Σωτῆρος, γεωργεῖν Ἰωάννη χάριν τὴν ἄφθονον, ἀμέμπτῳ πολιτείᾳ, ἐνίσχυσον λιταῖς σου, τοὺς ἐν πίστει προσπίπτοντας, τῇ θήκῃ τῇ ἱερᾷ, τῶν θείων σου λειψάνων.

Ἴδε Μάρτυς ὑψόθεν, τοὺς τῇ θείᾳ Εἰκόνι καὶ τοῖς λειψάνοις σου, προσπίπτοντας και πλήρου, αὐτῶν ἐν συμπαθείᾳ, τὰς αἰτήσεις μακάριε, ὡς παῤῤησίαν πολλήν, πρὸς τὸν Σωτῆρα ἔχων.

Θεοτοκίον.
Γνοὺς τὸν δόλον τοῦ πλάνου, ἐξ αὐτοῦ Θεοτόκε οὐκ ἀπεπήδησα, ἀλλ’ ἄφρονι καρδίᾳ, αὐτῷ κατεδουλώθην, σὺ οὖν Κόρη μὲ λύτρωσαι, τῆς τυραννίδος αὐτοῦ, τῆς ὀλεθριωτάτης.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εὕρατο χάριν, Προυσιωτίσσης ἡ Μάνδρα, τῶν λειψάνων σου παμμάκαρ τῇ εὑρέσει, ἐξ ὧν ἡμῖν χάρις, ἁγιασμοῦ βλυστάνει.

Ῥοῦν ἁμαρτίας, στῆσον ταῖς σαῖς ἱκεσίαις, κατακλύζοντα ἀθλίως τὴν ψυχήν μου, καὶ χαρίτων ὄμβοις, κατάρδευσόν με Μάρτυς.

Ἄθλων ἁγίων, λαβὼν τὰ ἔπαθλα Μάρτυς, πάσης θλίψεως, καὶ πάσης καχεξίας, ἀσινεῖς συντήρει, τοὺς σὲ ἀνευφημοῦντας.

Θεοτοκίον.
Σὺ εἶ Παρθένε, ἁμαρτωλῶν σωτηρία, καὶ προσφύγιον τῶν σὲ ὑμνολογούντων, ὅθεν κἀμὲ σκέπε, τῆς τοῦ ἐχθροῦ ἀπάτης.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχύι οὐρανίῳ, καθελὼν τὸν ὄφιν, ἐκ τῆς αὐτοῦ κακουργίας ἀπάλλαξον, ὦ Ἰωάννη τοὺς πόθῳ σε μακαρίζοντας.

Μονὰς τὰς οὐρανίους, νῦν περιπολεύων, τοὺς ἐπὶ γῆς σε τιμῶντας διάσῳζε, ἐπηρειῶν ὀλεθρίων Μάρτυς τοῦ ὄφεως.

Ὁδοὺς τὰς σωτηρίους, νῦν ἡμᾶς βαδίζειν, ὦ Ἰωάννη ὑψόθεν ἐνίσχυσον, ὡς ἄν εἰσέλθωμεν πόλιν εἰς τὴν οὐράνιον.

Θεοτοκίον.
Ὑψίστου χαῖρε Μῆτερ, Κεχαριτωμένη, χαῖρε Παρθένε ἡμῶν καταφύγιον, καὶ σωτηρία τοῦ κόσμου καὶ τεῖχος ἄσειστον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πλάνης διαῤῥήξας πάντα δεσμόν, τῷ Χριστῷ προσῆλθες, Ἰωάννη ἀπὸ ψυχῆς, καὶ αὐτοῦ τὸ πάθος, ἀθλητικῶς ζηλώσας, τῆς ἄνω βασιλείας, ὤφθης συμμέτοχος.

Ἄνθος εὐωδέστατον καὶ τερπνόν, ἐκ ῥίζης βλαστήσας, ἀκανθώδους καὶ δυσσεβοῦς, τὴν τῆς εὐσεβείας, ὀσμὴν ἔπνευσαν πᾶσιν ἀθλήσας Ἰωάννη, στεῤῥῷ φρονήματι.

Ἀβρύνεται Κόνιτσα εύσεβῶς, βλαστὸν κεκτημένη, Ἰωάννη σε θαυμαστόν, ᾗ ἀπαύστως δίδου, ταῖς πρὸς Χριστὸν λιταῖς σου, τῶν οἰκτιρμῶν τῶν θείων, θεῖα δωρήματα.

Ἐν τῷ Βραχωρίῳ περιφανῶς, ὑπὲρ τῆς ἀγάπης μαρτυρήσας, τῆς τοῦ Χριστοῦ, δίδου Βραχωρίταις, τῶν θείων πρεσβειῶν σου, παμμάκαρ Ἰωάννη, χάριν τὴν ἄφθονον.

Χαίροις τῶν Μαρτύρων ὁ κοινωνός, καὶ τῆς δυσσεβείας, καθαιρέτης ὁ ἰσχυρός, χαίροις ὁ ἀρτίως, ἡμῖν ἀποκαλύψας, τὰ λείψανά σου Μάρτυς, νεύσει τῇ κρείττονι.

Ἔχων παῤῤησίαν πρὸς τὸν Χριστόν, ὡς αὐτοῦ ὁπλίτης, Ἰωάννη νεοφανής, πρέσβευε ἀπαύστως, παθῶν καὶ πικρῶν νόσων, λυτροῦσθαι τοὺς τιμῶντας, τὴν θείαν μνήμην σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὄτε ἐκ τοῦ Ξύλου.
Κλῆσιν χαριτώνυμον πλουτῶν, Μάρτυς τοῦ Χριστοῦ Ἰωάννη ἀξιοθαύμαστε, χάριν ἡμῖν αἴτησαι καὶ θεῖον ἔλεος, καὶ παθῶν ἀπολύτρωσιν, παρὰ τοῦ Σωτῆρος, καὶ σωμάτων τὴν ἴασιν, καὶ θεραπείαν ψυχῶν, πᾶσι τοῖς προσπίπτουσι πόθῳ, καὶ ἀπὸ ψυχῆς αἰτουμένοις, τὴν σὴν προστασίαν καὶ ἀντίληψιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.