Παρακλητικός Κανών εις τον Άγιο Ευσεβέστατο Βασιλέα Ιωάννη Βατάτζη τον Ελεήμονα

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 4 Νοεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Πανεὐλαβέστατον, γενναῖον καὶ πρᾶον  ὡς Βυζαντίου συμπαθῆ βασιλέα σαφῶς φιλελεήμονα, πτωχείαν Χριστοῦ ἀγαπῶντα μέλψωμεν Ἰωάννην Βατάτζην, οὗ Αὐτὸς ἠφθάρτισε θεῖον σκῆνος βοῶντες· τοὺς ἐν πτωχείᾳ πάντας ἀρετῶν  εὐχῶν σου πλούτῳ πλουσίους ἀνάδειξον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἰωάννη Βατάτζῃ, φιλελεήμονι, δέησις. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰκάνωσον ἔθνος τὸ εὐλαβὲς Ἑλλήνων, Βατάτζη ἀντιστῆναι ἐπιβουλῇ ἐχθρῶν Ἰωάννη τὸ προσφεῦγον, σαῖς διαθέρμοις πρὸς Κτίστην δεήσεσι.

Ὠς κέρας χρηστότητος τῶν ἠθῶν, φανὸν εὐσεβείας καὶ ὑπέρμαχον τῶν πτωχῶν, Βατάτζη, τιμῶντες, Ἰωάννη, σὲ ἀκλινῶς σὰς λιτὰς ἐκδεχόμεθα.

Ἀνάκτων ἐνθέων καὶ ταπεινῶν ὡς κλέος σε πάντες ἀνυμνοῦντες πανευλαβῶς, Βατάτζη, βοῶμεν, Ἰωάννη· δεῖξον ἡμᾶς ταπεινώσεως ἔκτυπα.

Θεοτοκίον.
Ναοὺς ἀπαθείας καὶ ἀρετῆς ἀνάδειξον πάντας, τοὺς τιμῶντάς σε, ἀγαθή, ναὲ ἀχειρότευχτε ἁγνείας, Θεογεννῆτορ σεμνή, καὶ χρηστότητος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νικηφόρως ἀνῦσαι τὴν σωστικὴν δίοδον, ἄναξ Ἰωάννη Βατάτζη, πάντας ἀξίωσον, τοὺς ἀνυμνοῦντας λαμπρῶς, σὴν ἀκραιφνῆ πολιτείαν, πίστιν τε συμπάθειαν καὶ ἀγαθότητα.

Ἡλιόφωτε ἄναξ, τῆς ἀρετῆς μέλαθρον, Ἰωάννη, ζόφον, Βατάτζη, τάχος διάλυσον, παθῶν τῶν ὕμνοις φαιδροῖς, ὑμνολογούντων σε μάκαρ, καὶ ἀγρύπνῳ χάριτι καταφευγόντων σου.

Βοηθὸς ἐν ἀνάγκαις γενοῦ ἡμῖν τάχιστος, Βυζαντίου κλέισμα μέγα, ἄναξ περίδοξε, ὁ βασιλείαν τὴν σὴν κατακοσμήσας, Βατάτζη, εὐποιίας πράξεσιν, ἄνερ φιλόχριστε.

Θεοτοκίον.
Ἀγλαόμορφε Μῆτερ, Χριστιανῶν καύχημα, κεχαριτωμένη Παρθένε, Θεογεννήτρια, εὐλόγει πάντας ἡμᾶς καὶ καθαγίαζε ἔργα, τῶν μακαριζόντων σε ὕμνοις ἀείποτε.

Διάσωσον  ἐκ τῶν ἐχθρῶν ἐπηρείας Ἑλλήνων γένος, Ἰωάννη θεοειδές, Βατάτζη, ἑκάστοτε τὸ σπεῦδον σῇ χάριτι ἐν κινδύνοις.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν  καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Σεπτὲ βασιλεῦ, Βατάτζη χαριτώνυμε, ἐλέους πηγὴ καὶ κρήνη ἀγαθότητος, Ἰωάννη ὄλβιε,  ἐξ ἐχθρῶν ἐπιβούλων διάσωσον Ἑλλήνων γένος ὕμνοις μελιχροῖς γεραῖρον σὴν μνήμην τὴν ὑπέρλαμπρον.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ταπεινὸν Πάτερ, φρόνημα, καὶ τὴν εἰς τὰ θεῖα δεικνὺς προσήλωσιν, θεαρέστως ἐβασίλευσας, ὁ Θεὸς ἡμῖν ἐξιλεούμενος.

Ἀκακίᾳ κοσμούμενος, καὶ ψυχῆς ἀνδρείᾳ, Βατάτζη ἔνδοξε, ἐν τῷ Βυζαντίῳ ἔλαμψας,  πρεσβευτὰ ἡμῶν πρὸ Κτίστην ἔνθερμε.

Τῶν Ἑλλήνων ὑπέρμαχε, Ἰωάννη ἄναξ, Βατάτζη, λύτρωσαι ἐπηρείας καὶ κακότητος, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Θεοτοκίον.
Ζάλην πράυνον δούλων σου,  τῶν παθῶν καὶ νέκρωσον τὰ σκιρτήματα τῆς σαρκὸς ἡμῶν Μητρόθεε, κεχαριτωμένη παμμακάριστε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἣμαρ χρυσαυγὲς  ἐξανάτειλον τοῖς Ἕλλησιν  ἐκλυτρώσε ὡς ἐχθρῶν ἐπιβουλῆς τοῖς τιμῶσί σε, Βατάτζη γενναιότατε.

Φλόγα ἱερὰν εὐσεβείας διατήρησον ἀνημμένην, Ἰωάννη, τῆς ἡμῶν, ηὐγασμένων ἐκ φωτὸς σῆς γενναιότητος.

Ἳλεων ἡμῖν τὸν Θεάνθρωπον ἀπέργασαι, Ἰωάννη, Βυζαντίου βασιλεῦ,  ὁ σφραγίσας βασιλείαν σου χρηστότητι.

Θεοτοκίον.
Λάμψον μοι τὸ φῶς, κεχαριτωμένη Δέσποινα, σοῦ Υἱοῦ, τοῦ Φωτοδότου Ἰησοῦ, διαλύοντος παθῶν ἡμῶν τὴν ζόφῶσιν.

ᾨδὴ  ς΄. Τὴν δέησιν.
Εὐκλείας σου ἐκ τοῦ ὕψους, ἔνδοξε Ἰωάννη, ἐλεῆμον, Βατάτζη, πέμψον ἡμῖν τοῦ Θεοῦ τὰ ἐλέη καὶ δὸς τοῖς Ἕλλησι ῥῶσιν καὶ δύναμιν, πατάξαι φρύαγμα ἐχθρῶν, ἐπηρμένον ἀνόμων, μακάριε.

Λαμπάδα μοι μετανοίας ἄναψον, καὶ ἀγάπης πρὸς Θεὸν καὶ πλησίον, ὁ ἀστραπαῖς σου ἐλεημοσύνης  καταφωτίσας λαόν σου, φωτόλαμπρε, τοῦ Βυζαντίου βασιλεῦ,  Ἰωάννη Βατάτζη, κραυγάζω σοι.

Εὑλόγησον τοὺς λαμπρῶς τιμῶντάς σε, βασιλέων, Ἰωάννη Βατάτζη,  περικλεῶν ἐγκαλλώπισμα θεῖον,  Μονῆς Σωσάνδρων δομῆτορ φιλόθεε, οὗ ἀφθαρσίᾳ θαυμαστῶς ὁ Θεὸς ἐπεβράβευσε σκήνωμα.

Θεοτοκίον.
Ἠ ἄγρυπνος ἀρωγὸς τῶν δούλων σου καὶ τοῦ ἔθνους τῶν Ἑλλήνων προστάτις, φρούρει καὶ σκέπε τοὺς σὲ ἀνυμνοῦντας καὶ ἐξ ἐχθρῶν τῆς μανίας διάσωσον τοὺς ἐν κινδύνοις χαλεπαῖς, καταφεύγοντας χάριτι θείᾳ σου.

Διάσωσον ἐκ τῶν ἐχθρῶν ἐπηρείας Ἑλλήνων γένος, Ἰωάννη θεοειδές, Βατάτζη, ἑκάστοτε τὸ σπεῦδον σῇ χάριτι ἐν κινδύνοις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾽ ἐσχάτῶν τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν ἐλεήμονα, πρᾶον, φιλεύσπλαγχνον, σεμνόν, γενναῖον καὶ φίλεργον ἄνακτα νῦν Ἰωάννην Βατάτζην τιμήσωμεν ὡς πρεσβευτὴν πρὸς Θεὸν ἡμῶν ἔνθερμον  πᾶσι δωρούμενον ἄμετρον ἔλεος.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄ 9-16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ἁγίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βασιλεῦ θεόστεπτε, Νικαίας καύχημα μέγα, τρυχομένων στήριγμα, τῶν καμνόντων ἔρεισμα  καὶ βοήθεια ταχινῆ, ἔνθεε, τῶν ἐμπεριστάτων, Ἰωάννη χαριτώνυμε, Βατάτζῃ, πρόσδεξαι τὰς δεήσεις τῶν προσφευγόντων σοι, ἐν βίου περιστάσεσι καὶ ἀνάγκαις, ἄνερ στεῤῥόψυχε, αὶ παράσχου πᾶσιν εὐχαῖς σου τὰ ἐλέη τοῦ Θεοῦ, τοῦ φιλανθρώπου, οἰκτίρμονος καὶ παντελεήμονος.

Σῶσον, ὁ Θεὸς τὸν λαὸν σου…

ᾨδὴ  ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μἠ ἐάσῃς τὸ γένος, Ἰωάννη Βατάτζη, τὸ χριστεπώνυμον, εἰς τῶν ἐχθρῶν ἐνέδρας, πεσεῖν θανατηφόρους,  βασιλεῦ ἐνθεώτατε, ὁ βασιλείᾳ τῇ σῇ, Θεὸν σαφῶς δοξάσας.

Ὁλοθύμως σὴν μνήμην, Ἰωάννη Βατάτζη, τιμῶντες χάριν σου αἰτούμεθα τὴν θείαν καὶ σὲ παρακαλοῦμεν·  οὐρανόθεν ἐπόπτευε, Ἑλλήνων γένος πιστὸν τὸ νῦν δεινῶς πτωχεῦον.

Νικητᾶς Ἰωάννη, ἡ κατ ᾿ἐχθίστου, Βατάτζη, ἡμᾶς ἀνάδειξον, τοὺς σὲ ὑμνολογοῦντας, ὡς ἄνακτα Νικαίας, συμπαθῆ καὶ φιλάρετον, ὃν ἀφθαρσίᾳ Θεός,  ἐβράβευσε τοῦ σκήνους.

Θεοτοκίον.
Ἴθυνόν με πρὸς τρίβους, σωτηρίας παρθένε, Θεογεννήτρια, τὸν μεγαλύνοντά σε, ὡς ἀπλανῆ τοῦ κόσμου, πρὸς τοῦ πόλου ἰθύντειραν, σκηνὰς παμφώτους, ἁγνή, χαρίτων θείων σκεῦος.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Δίδου σὴν χάριν,  ἡμῖν ἐχθρὸν θριαμβεῦσαι, Ἰωάννη Βατάτζη, τοῖς πίστει, σὲ ὡς βασιλέα, θεόπνουν εὐφημοῦσιν.

Ἐλέους κρήνη, ὁ ἐποφθεὶς Ἰωάννη, πέμψον ἔλεος πᾶσιν ἀφθόνως, τοῦ Θεοῦ τοῖς ὕμνοις, τιμῶσί σου τὴν μνήμην.

Ἡ τῶν Ἑλλήνων, καταφυγὴ Ἰωάννη, ἐν δειναῖς τρικυμίαις, Βατάτζη, ἴθυνον τὸ ἔθνος, ἡμῶν πρὸ σωτηρίαν.

Θεοτοκίον.
Συνέτισόν με τὸν σὸν ἀσύνετον δοῦλον, Θεοτόκε, θερμῶς δυσωπῶ σε, Κεχαριτωμένη, τῆς σωφροσύνης κέρας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχῦος, Ἰωάννη, πλῆσον τὰς καρδίας ὡς βασιλέα τιμώντων σε ἔνθεον καὶ ταπεινὸν καὶ γενναῖον καὶ εὐσυμπάθητον.

Σοφίας οὐρανίου  ὁ πεπληρωμένος καὶ βασιλεύσας σεμνῶς χαριτώνυμε, σοφίας πλῆσον καρδίας τῶν ἀνυμνούντων σε.

Χρηστότητος δοχεῖον, μάκαρ Ἰωάννη, ἡμᾶς ἠθῶν τῆς χρηστότητος εὔοσμα, λείρια δεῖξον τοὺς ὕμνοις σε μακαρίζοντας.

Θεοτοκίον.
Μετὰ τοῦ Ἰωάννου, ἄνακτος ἐνθέου τοῦ Βυζαντίου Παρθένε, τὸν Τόκον σου, ὑπὲρ ἡμῶν ἐκδυσώπει τὸν πολυέλεον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄναξ ἐλεῆμον, περικλεές, εὐσεβὲς καὶ σῶφρον, Ἰωάννη, ὡς ἀληθῶς  Βασιλείας Ἄνω  ἐδείχθης, δοὺξ Βατάτζη, ἀξίως κληρονόμος, ἄνερ φιλόχριστε.

Ἐλεημοσύνης τὴν κορυφήν, Δούκα Ἰωάννην, τὸν Βατάτζην, πανευλαβῶς, ἀγαθοεργία οὗ μένει εἰς αἰῶνας ὁμοῦ σὺν τῇ πρὸς πάντας κάμνοντας πρόνοιαν.

Ἃνακτα χριστόφιλον οὗ λαμπρῶς, σκήνωμα τὸ θεῖον ἀγαθόδωρος Ἰησοῦς ὁ Θεὸς τῶν ὅλων, ἠφθάρτισε πρὸς δόξαν αὐτοῦ νῦν, Ἰωάννην, ἐγκωμιάσωμεν.

Γἕνος τῶν Ἑλλήνων ταῖς σαῖς εὐχαῖς φρούρει, Ἰωάννη, δοὺξ Βατάτζη, περικλεές, ἀναμένον πόθῳ  τὴν ἐξανάστασίν σου  πρὸς Βυζαντίου λύσιν ὑποδουλώσεως.

Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοὶ Ἄνακτα πενήτων τὸν προστάτην καὶ ὀρφανῶν, θεῖον Ἰωάννην, κοσμήτορα Νικαίας οὗ ἡ δικαιοσύνη  μένει αἰώνιος.

Δούκα Ἰωάννην, τὸ εὐανθὲς τοῦ Διδυμοτείχου ἴον θείαις αὐτοῦ ὀδμαῖς ἀρετῶν εὐφράναν Βυζάντιον ἐν ὕμνοις Βατάτζην, εὐσχημόνως ἀνευφημήσωμεν.

Τῶν ἐχθρῶν παντοίας ἐπιβουλῆς ῥῦσαι, Ἰωάννη, τῶν Ἑλλήνων ἔθνος λαμπρόν, τὸ προστρέχον πίστει, Βατάτζη, σαῖς πρεσβείαις  πρὸς Λόγον τοῦ Ὑψίστου τὸν πολυεύσπλαγχνον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Βασιλέα φιλάρετον ἐλεήμονα, τὸν ἑκουσίαν πτωχείαν, ποθοῦντα καὶ ἀγωγὴν, χριστοφίλητον ἐν ὕμνοις εὐφημήσωμεν, δούκα Βατάτζην, τὸν σεπτὸν, Ἰωάννην ὡς λαμπρὸν, ἐκτύπωμα εὐσεβείας, ὑπὲρ ἡμῶν δυσωποῦντα, θερμῶς τὸν εὔσπλαγχνον Παντάνακτα.

Ἔκτενὴς καὶ Ἀπόλυσις, μεθ᾽ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δούκα Ἰωάννην ἐκτενῶς μέλψωμεν πιστῶν αἱ χορεῖαι ὡς βασιλέα σεμνόν, ἄκακον, φιλάρετον ἤ καὶ συμπαθέστατον, τὸν φιλοῦντα τοὺς πένητας καὶ ἐμπεριστάτους κράζοντες· θειότατε Βατάτζη, πρόσδεξαι πάντων τὰς θερμὰς ἱκεσίας καὶ παράσχου Ἕλλησι ῥώμην ἄμφω καὶ ὑγίειαν καὶ δύναμιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ἑλλάδα ῥῦσαι, Ἰωάννη Βατάτζη,
ἐχθρῶν ἐπηρείας, Χαραλάμπης ψάλλει.