Παρακλητικός Κανών εις τον Άγιο Ιωάννη τον Ελεήμων

Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη

†Εορτάζεται στις 12 Νοεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ἰωάννην ἐπισκόπων τὸ κλέος, πανευλαβῶς ἐγκωμιάσωμεν ὕμνοις, θεοφιλῶς δὲ εἴπωμεν αὐτῷ ἐν χαρᾷ, στήριξον ταῖς ἱκεσίαις σου, εὐσεβεῖς ἐλεήμονας, φώτισιν διδοὺς αὐτοῖς, ἐλεεῖν ἐν ἀγάπῃ, ἐπιμελεῖσθαί τε τῶν ἐνδεῶν, ὡς ἐκδιδάσκει, Χριστὸς ὁ φιλάνθρωπος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τὴν Θεοτόκον ἐν ᾠδαῖς εὐφημοῦμεν, καὶ μεγαλύνομεν Αὐτῇ ἐκβοῶντες· τὴν Ἐκκλησίαν στήριξον Παρθένε σεμνή, φρούρησον ἐν τῇ δυνάμει σου, Ὀρθοδόξων συστήματα, σῶσον τοὺς τιμῶντάς σε ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἐκ κινδύνων πλείστων χαλεπῶν, σὺ γὰρ ὑπάρχεις, βροτῶν ἡ ἀντίληψις.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανὼν, οὗ ἠ ἀκροστιχίς·
Ἰωάννῃ Ἐλεήμονι, ἔπαινος τοῦ Νικοδήμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἰσχὺν τὴν τοῦ Πνεύματος ἐκζητῶ, ὑμνῆσαι ἀξίως, Ἰωάννην τὴς ἀρετῆς, ὑπόδειγμα θεῖον τῆς ἀγάπης, καὶ τοῦ ἐλέους πηγὴν ἀνεξάντλητον.

Ὦ Πάτερ φιλάνθρωπε καὶ σεπτέ, Χριστοῦ Ἰωάννη, ἀφομοίωμα ἀληθές, ἱκέτευε Λόγον ὑπὲρ δούλων, ἐπιθυμούντων μιμεῖσθαι τὸ ἔργον σου.

Ἀγάπης ἀπαύγασμα ἱερόν, τῆς Ἀλεξανδρείας, ἱεράρχης θεοφιλής, πενήτων τροφεὺς καὶ ὑποφήτης, Χριστιανῶν Ἰωάννη γεγένησαι.

Θεοτοκίον.
Ναὸς ἀνεδείχθης ὑπερφυής, τοῦ Λόγου Παρθένε, ὡς κυήσασα ἐν γαστρί, ἐκ Πνεύματος θείου τὸν Σωτῆρα, τῶν πεπτωκότων βροτῶν Παναμώμητε.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Νικητὴς Ἰωάννη πρὸς οὐρανὸν ἔδραμες, εἰς σαββατισμὸν Παραδείσου, ὡς ἐλεήμων σεπτός, καθικετεύων Χριστὸν τοῦ ἐνισχύειν ἐν ἔργοις, τῆς ἀγάπης ἅπαντας, τοὺς σὲ γεραίροντας.

Ἠξιώθης δεχθῆναι ὑπερφυὲς ὅραμα, εἰς τὸ ἐλεεῖν Ἰωάννη, σὲ προσκαλοῦν ἀληθῶς, τοὺς ἀδελφοὺς τοῦ Χριστοῦ, τοὺς ἐνδεεῖς καὶ ἀθλίους, ὑπὲρ ὧν ἐσταύρωται, Χριστὸς ὁ Κύριος.

Ἐνδεῶν ἀνεδείχθης ὁ φροντιστὴς ἔνδοξε, καὶ ἀδικουμένων προστάτης, καὶ πενομένων τροφεύς, φιλανθρωπίας Χριστοῦ, ὦ Ἰωάννη ὁ κήρυξ, καὶ ἡμῶν μακάριε, Ἅγιον πρότυπον.

Θεοτοκίον.
Λόγου Μῆτερ ὁρῶν σε ἐν οὐρανοῖς πέλουσαν, πᾶσιν ἀναγγέλλω σὴν δόξαν, καὶ τὰ θαυμάσια, διὸ σοῦ δέομαι, ἐν ταπεινώσει καρδίας, τοῦ τηρεῖν με ἄτρωτον, βελῶν τοῦ ὄφεως.

Καταύγασον, τὸν νοῦν ἡμῶν καὶ καρδίαν ὦ Ἱεράρχα, ἵνα πάντες τῶν ἐνδεῶν ἐν ἔργοις φροντίζομεν, ὡς σὺ Ἰωάννη παντελεῆμον.

Στερέωσον, τοὺς τὸν Υἱόν σου δοξάζοντας Θεοτόκε, ἐν τῇ πίστει τῇ ἀληθεῖ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Πενήτων πατὴρ Χριστοῦ τὸ ἐκτύπωμα, πιστῶν ἀρωγός, τῶν ἔργων ὁ διδάσκαλος, Ἰωάννης ὁ ἔνθεος, Ὀρθοδόξου πίστεως πρόμαχος, ἐν οὐρανοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύει ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπόθησας Ἅγιε τῆς Σιὼν τὸν πλοῦτον καὶ τὴν ἀνάπαυσιν, διὸ Λόγῳ διηκόνησας, ἐνδεέσι βοηθῶν ἐν χάριτι.

Ἡλιόμορφον Κύριον, Ἐλεῆμον λόγοις σου καθικέτευσον, τοῦ στηρίξαι τοὺς τιμῶντάς σε, ἐν ἀγάπῆς ἔργοις καὶ ἁγιότητος.

Μιμηθεὶς τὸν Θεάνθρωπον, Ἰωάννη τούτῳ κατηκολούθησας, ἐλεῶν ἐν ἱλαρότητι, καὶ διδάσκων ἔργῳ τὸ φιλάνθρωπον.

Θεοτοκίον.
Ὄντως χάριν δεδώρησαι, τῷ βροτείῳ γένει Θεοχαρίτωτε, ὡς γεννήσασα τὸν Κύριον, καὶ Θεὸν τοῦ σύμπαντος Πανάχραντε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νοῦν τε καὶ ψυχήν, τῇ σῇ χάριτι καθάρισον, ἵνα ὁρῶ ὦ Πάτερ τὸν Ἰησοῦν, ἐν ἀδελφῶν ἐλαχίστων, τῷ βίῳ πάντοτε.

Ἴθυνον κλεινέ, τῆς ψυχῆς ἡμῶν τὸ φρόνημα, Ἀλεξανδρείας Ἰωάννη πρὸς τὸν Χριστόν, ἵνα ἐν ἔργοις εὐχαῖς σου, πένητας θρέψωμεν.

Εὔφρανον ἡμᾶς, τῇ σῇ χάριτι τρισόλβιε, φιλανθρωπίαν διδάσκων θεοφιλῆ, ὦ Ἰωάννη, ἐλέους Θεοῦ ἐπώνυμε.

Θεοτοκίον.
Πόματι ζωῆς, Ζωοδόχε σὺ κατάρδευσον, τοὺς προσκυνοῦντας τὸν Τόκον σου ἁγνή, τὸν Ζωοδότην, καὶ Κύριον πάσης κτίσεως.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀμάραντον, ἐκ Θεοῦ ἐδέξατο, Ἰωάννης ἐλεήμων τὸ στέφος, ἐν τῇ ζωῇ τῇ ἀγήρῳ καὶ θείᾳ, συνευφραινόμενος Λόγῳ παντάνακτι, αὐτοῦ λιταῖς ὦ Ἰησοῦ, ἡμῖν τὴν χάριν σου δώρησαι.

Ἰσχύι σου, τὴν ψυχήν μου κράτυνον, ποντουμένην ἐν ταῖς ζάλαις τοῦ βίου, ὅτι πρὸς σὲ Ἰωάννη προσκλίνω, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος γόνατα, καὶ δέομαι ἐν πειρασμοῖς· ἐκ παθῶν σαῖς πρεσβείαις διάσωσον.

Νοῦν ἔμφρονα, σοῖς ἱκέταις χάρισαι, Ἰωάννη ἐλεήμων λιταῖς σου, πρὸς τὸν Χριστόν, ἵνα πόθῳ διώκω, τὴν τοῦ ἐλέους χαρὰν τὴν σωτήριον, ἣν εἴληφας σὺ θαυμαστῶς, ἀναπαύων ψυχὰς τῶν πενήτων σου.

Θεοτοκίον.
Οὐράνιαι, στρατηγίαι τέρπονται, τὴν σὴν δόξαν καθορῶσαι Παρθένε, ὅτι ἐν σοὶ ὁ Θεὸς ἐσαρκώθη, καὶ οἱ βροτοὶ δι’ Αὐτοῦ ἐλυτρώθημεν, ἀνῆλθες δὲ εἰς οὐρανούς, δευτερεῖα Τριάδος κατέχουσα.

Καταύγασον, τὸν νοῦν ἡμῶν καὶ καρδίαν ὦ Ἱεράρχα, ἵνα πάντες τῶν ἐνδεῶν ἐν ἔργοις φροντίζομεν, ὡς σὺ Ἰωάννη παντελεῆμον.

Στερέωσον, τοὺς τὸν Υἱόν σου δοξάζοντας Θεοτόκε, ἐν τῇ πίστει τῇ ἀληθεῖ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.

Ἰωάννη ἐλέους ἐγένου ἐπώνυμος, φιλανθρώπων δὲ πάντων διδάσκαλος ἔνθεος, καὶ πιστῶν τῆς Ὀρθοδοξίας πρότυπον σεπτόν, διὸ ἔλαβες ἐν οὐρανοῖς, τὴν Βασιλείαν τοῦ Θεοῦ, καὶ χαρὰν ἀνεκλάλητον, δίδαξον σαῖς πρεσβείαις, τὴν ἐλεημοσύνην, τοῖς εὐφημοῦσί σε πιστῶς, καὶ τιμῶσί σου τὸ ὄνομα.

Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κέφ. ια΄ 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Χαῖρε θεοτίμητε, Ἀλεξανδρείας τὸ κλέος, Ἱεράρχα ἔνθεε, Ὀρθοδόξων καύχημα καὶ ἀγλάισμα, ἐν χαρᾷ ἔδωκας, τοῖς πτωχοῖς τὸν πλοῦτον, καὶ τὸ δίκαιον ἀπένειμας, τοῖς πᾶσιν ἄριστα, Εὐαγγελικῶς θεοπρόβλητε, πτωχείαν θεοδίδακτον, ὄντως Ἐλεῆμον ἠγάπησας, ὅθεν ὑπὲρ πάντων, πενήτων δεομένων σεαυτόν, περιχαρῶς κατατέθυκας, Ἰωάννη ἔνδοξε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σεπτῶς ἀνευφημοῦμεν Ἰωάννου τὸν βίον ἐκλιπαροῦντες αὐτόν, διδάξαι ἡμᾶς πάντας, λιταῖς αὐτοῦ ἀγάπην, ἵνα σύμψυχοι ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τῇ χάριτι Κυρίου κατεστόλισε πάσαις ταῖς ἀρεταῖς τὴν ψυχήν, ὁ μέγας Ἐλεήμων, καὶ ἔψαλλεν ἐνθέως, σὺν ἀπόροις πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ θεῖος Ἰωάννης ἡ πηγὴ τοῦ ἐλέους ἐν οὐρανοῖς κατοικεῖ, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ἐλεούντων, καὶ βοώντων πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ὑπέρτιμε Μαρία ἐλευθέρωσον πάντας ἐκ τῶν τοῦ πλάνου δεσμῶν, καὶ πύλη μετανοίας, ὑπάνοιξον Παρθένε, τοῖς βοῶσι πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νενεκρωμένας, ἐξ ἀμελείας καρδίας, σαῖς πρεσβείαις ἀνάστησον Πάτερ, τοῦ τιμᾶν ἐν ἔργοις, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἰσχύι Λόγου, ὁ Ἐλεήμων στηρίζει, τοὺς ἐν θλίψει δεινῶς τρυχομένους, σὺν αὐτῷ ὑμνοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Κατατρυφῶντες, τῆς βιοτῆς Ἰωάννου, ἐγκωμίοις αὐτὸν εὐφημοῦμεν, καὶ Χριστὸν ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Ὁ Λόγος Κόρη, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ἐσαρκώθη ὑπὲρ τῶν ἀνθρώπων, ὑφ’ ὧν ἀνυμνεῖται, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Διέσωσας ἐκ πλάνων, Πάτερ τὸν λαόν σου, ἀγωνισθεὶς ἐν δυνάμει ὡς στόμα Χριστοῦ, ὃν μεγαλύνειν ἐν ἔργοις, ἡμᾶς ἀξίωσον.

Ἠξίωσαι παμμάκαρ, τὸν Κτίστην θεᾶσθαι, καθικετεύεις δὲ Τοῦτον, ὑπὲρ τῶν θερμῶς, ἐπιποθούντων συντρέχειν, ἐν ἔργοις πένησιν.

Μεγάλυνον ψυχή μου, ἐν ὕμνοις Ἰωάννην, καὶ καθικέτευε τοῦτον πρεσβεύειν Χριστῷ, ὑπὲρ πιστῶν ἐλεούντων, μετὰ συνέσεως.

Ὁρῶν σὺν τοῖς Ἁγίοις, Χριστὸν Ἰωάννη, ἐπιδαψίλευσον πᾶσι ἀγάπην θερμήν, ἵνα συμπάσχωμεν πένησιν, ὡς ὁ Κύριος.

Θεοτοκίον.
Ὑμνοῦντες Θεοτόκε, Χριστὸν τὸν Υἱόν σου, καθικετεύομεν πάντες τοῦ δοῦναι ἡμῖν, τῶν ὀφλημάτων τὴν λύσιν, καὶ μέγα ἔλεος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε Ἰωάννην τὸν θαυμαστόν, πενήτων προστάτην, ἀρετῆς τε ὑπογραμμόν, τῆς φιλανθρωπίας, τὸν κήρυκα ἐν ἔργοις, τὸν θεῖον Ἐλεήμονα εὐφημήσωμεν.

Χαίροις τῶν πενήτων ὁ χορηγός, καὶ τῶν ἐν ἀνάγκαις ἀντιλήπτωρ καὶ βοηθός, θεῖε Ἰωάννη, τῆς ἐλεημοσύνης, ἐπώνυμος καὶ τύπος, Χριστοῦ ἀντίγραφον.

Χαίροις τῆς λιτότητος προβολεύς, μάκαρ Ἰωάννη, καὶ ἐλέους ὑπογραμμός, τῆς δικαιοσύνης, ὁ κῆρυξ καὶ ἐκφάντωρ, Χριστοῦ τοῦ Βασιλέως, τὸ ἀφομοίωμα.

Ὕμνοις εὐφημήσωμεν ἀδελφοί, θεῖον Ἰωάννην, οἱ ποθοῦντες θεοσεβῶς, τῆς φιλανθρωπίας, τὸ ἔργον ἐκτελέσαι, μιμούμενοι τὸν βίον, αὐτοῦ τὸν ἔνθεον.

Τῆς Ἀλεξανδρείας τὸν φρυκτωρόν, μέγαν Ἰωάννην, ἐλεήμονα καὶ σεμνόν, τιμήσωμεν ὕμνοις, διάκονον πενήτων, καὶ πάντων ὀρθοδόξων, τὸ ἐγκαλλώπισμα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε Ἰωάννην ἀδελφοί, τῶν Ἀλεξανδρέων τὸ κλέος, ἐν ἐγκωμίων ᾠδαῖς, πάντες εὐφημήσωμεν καὶ μεγαλύνομεν, τοῦ Χριστοῦ ἀφομοίωμα, πενήτων πατέρα, τῶν ἀδικουμένων δὲ προστάτην ἄμαχον, οὗτος, οὐρανίῳ παστάδι, χαίρει σὺν Ἀγγέλοις ἀπαύστως, ἀνυμνῶν Χριστὸν τὸν ὑπεράγαθον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.