Τέσσερις Παρακλητικοί Κανόνες εις τον Άγιο Απόστολο και Ευαγγελιστή Ιωάννη τον Θεολόγο
Παρακλητικός Κανών εις τον Άγιο Απόστολο και Ευαγγελιστή Ιωάννη τον Θεολόγο
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 8 Μαΐου και 26 Σεπτεμβρίου Εορτάζεται η Μετάστασις
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Eἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς μαθητὴς ἠγαπημένος Κυρίῳ, καὶ Ἀποστόλων Θεολόγε ἀκρότης, καὶ τῶν πιστῶν προστάτης ἑτοιμότατος, πάσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἀνάγκης καὶ πταισμάτων ἄφεσιν, καὶ φῶς Θεῖον ὑψόθεν, αἴτει ἡμῖν τοῖς πίστει ἀκλινεῖ, τῇ ἱερᾷ σου πρεσβείᾳ προστρέχουσι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Kαὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Σὴν ἀρωγὴν ἡμῖν μάκαρ δίδου. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίᾳ τῇ θείᾳ καταγαυσθείς, σοφέ Θεολόγε, ὡς Ἀπόστολος τοῦ Χριστοῦ, δεινῶν σοφισμάτων τοῦ βελίαρ, τοὺς προσιόντας σοι πόθῳ ἀπάλλαξον.
Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος μάκαρ, παθημάτων τὸν σκοτασμόν, τὸν ἐν τῇ ψυχῇ μου Θεολόγε, τῇ φωτοφόρῳ πρεσβείᾳ σου δίωξον.
Νοῦς ὤφθης ἀΰλων θεωριῶν, τῷ στήθει Κυρίου, Θεολόγε ἀναπεσών· διὸ τοῦ νοὸς ἡμῶν τὸν πόθον, πρὸς οὐρανίους ἐφέσεις ἀνύψωσον.
Θεοτόκιον.
Ἁγνόν με καὶ σώματι καὶ ψυχῇ, καὶ πάσῃ αἰσθήσει, καὶ ἐν λόγοις καὶ λογισμοῖς, συντήρει ὑπέραγνε Παρθένε, ἵνα ὑμνῶ τὰ πολλὰ μεγαλεῖά σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥῦσαι πάσης ἀνάγκης, καὶ συνοχῆς ἔνδοξε, καὶ τῶν ἐν τῷ βίῳ κινδύνων, καὶ περιστάσεων, ἡμᾶς δεόμεθα, καὶ τὰς ψυχὰς ἡμῶν πλῆσον, Ἰωάννη πάνσοφε, φωτὸς τῆς χάριτος.
Ὡς ἁγνείας δοχεῖον, ἐξ ἐναγῶν πράξεων, καὶ ἐξ ἐννοιῶν Θεολόγε, τῶν τοῦ ἀλάστορος, ἡμᾶς ἀπάλλαξον, καὶ θεοφρόνως ἀνύειν, τὴν ζωὴν ἐνίσχυσον, ἡμᾶς μακάριε.
Γεωργὸς εὐσέβειας, θεοειδὴς πέφηνας· ὅθεν γεωργεῖν Θεολόγε, θεῖα νοήματα, καὶ φόβον κρείττονα, πρὸς ἀληθῆ σωτηρίαν, ἡμᾶς καταξίωσον, τῇ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἡλιόμορφε Κόρη, Μῆτερ Θεοῦ ἄχραντε, τὴν ἐσκοτισμένην ψυχήν μου, τοῖς πλημμελήμασι, φώτισον δέομαι, φωτιστικῆ σου πρεσβεία, καὶ τὸν νοῦν μου κάθαρον, πάσης φαυλότητος.
Διάσωσον, ἡγαπημένε ἁπόστολε Ἰωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ σῇ πρεσβείᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμός, καὶ μέγα καταφύγιον, καὶ θεῖος πυρσός, ἀστράπτων φῶς τῆς χάριτος, ὑπάρχων ἡμῶν Ἅγιε, πρὸς λιμένας τοῦ θείου θελήματος, ἐκ θαλάσσης ὁδήγει χαλεπῆς, σοφὲ Ἰωάννη τοὺς τιμῶντάς σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοερῶς ἐπιφάνηθι, τοῖς ἐν τῷ Σπηλαίῳ τῷ σῷ προστρέχουσι, και παράσχου τούτοις Ἅγιε, τὰς τῆς ἀντιλήψεώς σου χάριτας.
Ἡ πρεσβεία σου γένοιτο, πηγὴ εὐφροσύνης καὶ παρακλήσεως, καὶ παθῶν ποικίλων λύτρωσις, μάκαρ Ἰωάννη τοῖς ἱκέταις σου.
Μὴ ἐλλείπῃς Ἀπόστολε, τὴν σεπτὴν Μονήν σου καὶ περιβόητον, περιέπειν τῇ σῇ χάριτι, καὶ τὴν νῆσον Πάτμον σκέπειν πάντοτε.
Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν αἴτησαι, καὶ πλημμελημάτων τὴν ἀπολύτρωσιν, Θεοτόκε ἀειπάρθενε, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέφος χαλεπόν, ἐπελθὸν ἡμῖν Ἀπόστολε, πολυτρόπων ἐν τῷ βίῳ ἀναγκῶν, διασκέδασον θερμῇ ἐπιστασίᾳ σου.
Μέγας ἀρωγός, τῶν πιστῶν ὤφθης Ἀπόστολε, ἐξαιρέτως δὲ τῆς Πάτμου βοηθός, ἣν διάσωζε ἐκ πάσης περιστάσεως.
Ἄνωθεν ἡμῖν, Θεολόγε δίδου πάντοτε, τοῖς προσφεύγουσι τῇ σκέπῃ σου πιστῶς, τῆς θερμῆς σου προστασίας τὰ δωρήματα.
Θεοτοκίον.
Κόπασον Ἁγνή, τῆς καρδίας μου τὸν τάραχον, καὶ εἰρήνην καὶ μετάνοιαν θερμήν, τῷ ραθύμῳ σου ἱκέτῃ δὸς καὶ σῶσόν με.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ἀκρότης, ὧν τῶν κλεινῶν Ἀποστόλων, ἐν τῷ στήθει τοῦ Χριστοῦ ἀνεκλίθης ὃν ἐκδυσώπει θερμῶς Θεολόγε, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν, καὶ ἐνάρετου ἀγωγῆς, καὶ σεμνῆς πολιτείας λαμπρότητα.
Ῥεόντων, ὑπερφρονεῖν θεοφρόνως, καὶ τῶν ἄνω ἐκζητεῖν τὰς ἀξίας, δίδου ἡμῖν τὴν ἰσχὺν Θεολόγε, τοῖς τῷ σεπτῷ σου ναῷ προσεδρεύουσι, καὶ τῷ Σπηλαίῳ σου σοφέ, ὕμνον θεῖον ἀεὶ σοὶ προσάγουσι.
Δυνάμει, τῶν ἱερῶν πρεσβειῶν σου, δυναμούμενοι ἀεὶ Ἰωάννη, οἱ τὴν ἁγίαν Μονήν σου οἰκοῦντες, ἐπιβουλῶν καὶ σκανδάλων τοῦ ὄφεως, περιγινόμεθα στεῤῥῶς, καὶ τὴν σὴν προστασίαν κηρύττομεν.
Θεοτοκίον.
Ἰλύος, ἁμαρτιῶν πολυτρόπων, καὶ παθῶν με ἀκαθάρτων Παρθένε, ὕδατι πλῦνον τῆς σῆς εὐσπλαχνίας, καὶ καθαρόν με παράστησον Ἄχραντε, τῷ μέλλοντι κρῖναι ἡμᾶς, φιλανθρώπῳ Υἱῷ σου καὶ Πλάστῃ μου.
Διάσωσον, ἡγαπημένε ἁπόστολε Ἰωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ σῇ πρεσβείᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἐπιστήθιος φίλος Ἀπόστολε, τῷ Διδασκάλῳ Χριστῷ ἀεὶ πρέσβευε, λυτροῦσθαι ἡμᾶς πάσης θλίψεως, καὶ ἐπηρείας δεινῆς τοῦ ἀλάστορος· σὺ γὰρ ἡμῶν μέγας ὑπέρμαχος.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα Οἰκουμένης τὰ ῤήματα αὐτοῦ.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ εἰς ἣν δε χειρῶν αὐτοῦ ἀναγγελεῖ τὸ στερέωμα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιθ΄ 25-27, κα΄ 24-25).
Τῷ καιρῷ ἐκείνῳ εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι, ἴδε ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Οὖτος ἐστιν ὁ Μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ γράψας ταῦτα· καὶ οἴδαμεν, ὅτι ἀληθὴς ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλά, ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθεμένοι.
Μύστης θεοδίδακτος, ἠγαπημένος παρθένος, φίλος ἐπιστήθιος, τῷ Χριστῷ Ἀπόστολε ἀναδέδειξαι· πρὸς αὐτὸν ἔχων οὖν, πολλὴν παῤῥησίαν, καθικέτευε δεόμεθα, ῥύεσθαι πάντοτε, νόσων καὶ κινδύνων καὶ θλίψεων, ψυχῆς ὁμοῦ καὶ σώματος, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ ἐν μετανοίᾳ, βιοῦν ἡμᾶς ἀξίωσον σοφέ, ὡς ἂν τῆς ἄνω λαμπρότητος, μέτοχοι γενώμεθα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δόξης θείας ἐκφάντωρ, τῆς Ἁγίας Τριάδος ὤφθης Ἀπόστολε· διό με ἀδοξίας, παθῶν τῶν ἀκαθάρτων, ἀπολύτρωσαι δέομαι, καὶ λάμπρυνόν μου τὸν νοῦν, φωτὶ τῆς ἀπαθείας.
Οἱ προσπίπτοντες πίστει, τῷ σεπτῷ σου Σπηλαίῳ σοφὲ Ἀπόστολε, ἐν ᾧ τὸ τοῦ Σωτῆρος, ἐν Πνεύματι Ἁγίῳ, Εὐαγγέλιον ἔγραψας, πληροῦνται ἁγιασμοῦ, ὑμνοῦντές σου τὴν χάριν.
Ὑποφῆτα τῶν ἄνω, τοῦ Θεοῦ μυστηρίων θεῖε Ἀπόστολε, ἀπόστειλον ὑψόθεν, ἡμῖν ταῖς σαῖς πρεσβείαις, φῶς καὶ χάριν καὶ ἔλεος, καὶ τῶν γηΐνων ἡμᾶς, ἀνύψωσον φροντίδων.
Θεοτοκίον.
Γνώμην θείαν μοι δίδου, καὶ καρδίαν εὐθεῖαν καὶ νοῦν θεόφρονα, ὡς ἂν ἐν μετανοίᾳ καὶ πάσῃ εὐσεβείᾳ, τὸν ὑπόλοιπον βίον μου, διατελέσω, Ἁγνή, καὶ τύχω θείας δόξης.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχει σε Πάτμος, μέγαν προστάτην καὶ κλέος· διὰ τοῦτό σοι προσπίπτει καθ’ ἑκάστην, τὴν σὴν Θεολόγε, ἀντίληψιν αἰτοῦσα.
Ῥείθροις ἀΰλοις, τῶν ἱερῶν πρεσβειῶν σου, ἀποκάθαρον ἡμῶν τὰς διανοίας, ὅπως Ἰωάννη, ὑμνῶμέν σου τὴν χάριν.
Ἄνωθεν ἴδε, τοὺς εὐλαβῶς προσιόντας, τῷ Σπηλαίῳ σου ὦ τῶν ἀῤῥήτων μύστα, καὶ παράσχου τούτοις, τὴν σὴν εὐλογίαν.
Θεοτοκίον.
Σὲ τὴν τεκοῦσαν, τὸν Βασιλέα τῆς δόξης, ἱκετεύομεν παρθένε Θεοτόκε, ὅπως τῆς θερμῆς σου, τύχωμεν προστασίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεις πᾶσι βρύων, μάκαρ Ἰωάννη, τὰ τῶν ψυχῶν ἡμῶν ἴασαι τραύματα, σωματικῶν ἀλγηδόνων ἡμᾶς λυτρούμενος.
Μὴ παύσῃ ἐποπτεύων, ταύτην σου τὴν νῆσον, ἀνακειμένην πιστῶς τῇ σῇ χάριτι, τοὺς ἐν αὐτῇ κατοικοῦντας σκέπων μακάριε.
Ὁ φίλος τοῦ Κυρίου καὶ ἠγαπημένος καὶ ἐπιστήθιος μάκαρ Ἀπόστολος, τοῦτον φιλεῖν ὁλοψύχως κἀμὲ ἀξιωσον.
Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, τῶν δεσμῶν τῆς ὕλης, καὶ τῆς τοῦ κόσμου ἀνάδειξον σχέσεως, καὶ τῇ ἀγάπῃ τῇ θείᾳ Παρθένε σύνδεσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀποστόλων ἡ καλλονή, καὶ θεολογίας, θεηγόρος μυσταγωγός· χαίροις Ἰωάννη, Χριστῷ ἠγαπημένε, τῶν εὐσεβῶν προστάτης ὁ ἑτοιμότατος.
Ὅλος ἀνακείμενος τῷ Χριστῷ, ὡς τῆς παρθενίας, καὶ ἀγάπης σκεῦος λαμπρόν, τούτου ἐν τῷ στήθει, ἀνέπεσας Θεόφρον, καὶ ἐξ αὐτοῦ ἠρύσω, σοφίας ἄβυσσον.
Δίκτυα καὶ πλοῖα καταλιπών, θερμῶς Ἰωάννη, ἠκολούθησας τῷ Χριστῷ, καὶ φωτὸς τοῦ Θείου, δεξάμενος τὴν αἴγλην, ἀνθρώπους ζωγρῶν ὤφθης, λόγῳ τῆς χάριτος.
Τῷ Σταυρῷ ἱστάμενος τοῦ Χριστοῦ, παρ’ αὐτοῦ ἐδέξω, τὴν τεκοῦσαν αὐτὸν ἁγνῶς, καὶ υἱὸς ἐδείχθης, θετὸς τῆς Θεοτόκου· ὦ δόξης Ἰωάννη, ἧς κατηξίωσαι.
Χαίρει Θεολόγε Πάτμος ἐν σοί, καὶ ὥσπερ λιμένα, ἀκλυδώνιστον ἀληθῶς, τὴν σεπτὴν Μονήν σου, πλουτοῦσα ἐκλυτροῦται, τρικυμιῶν τοῦ βίου, τῇ προστασίᾳ σου.
Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, πολλὴν Θεολόγε, καθικέτευε ἐκτενῶς, ῥύεσθαι κινδύνων, καὶ πάσης δυσχερείας, τοὺς ἐπικαλουμένους τὴν σὴν ἀντίληψιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μέγας ἀντιλήπτωρ καὶ φρουρός, ὤφθης τῆς Χριστοῦ Ἐκκλησίας, ὥσπερ αὐτοῦ Μαθητής, Ἰωάννη ἔνδοξε, θεολογίας πηγή· διὰ τοῦτο προσπίπτομεν, τῇ σῇ προστασίᾳ, καὶ πιστῶς βοῶμέν σοι, ἀπὸ βαθέων ψυχῆς· σκέπε καὶ διάσωζε πάντας, ταῖς σαῖς ἱκεσίαις παμμάκαρ, πάσης προσβολῆς καὶ περιστάσεως.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ὦ Ἰωάννη Χριστῷ Ἠγαπημένε
Γεράσιμον πλήρωσον θείας ἀγάπης.
Παρακλητικός Κανών εις τον Άγιο Απόστολο και Ευαγγελιστή Ιωάννη τον Θεολόγο
Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Ὠς τοῦ Δεσπότου μαθητής, Ἰωάννη, καὶ τῆς Μητρὸς Αὐτοῦ υἱὸς κατὰ χάριν, τὴν ποίμνην ταύτην φύλαττε τιμῶσάν σε πιστῶς, θεῖον ἐνδιαίτημα τῆς ἀγάπης δεικνύων, ἣν γραφαῖς καὶ ἔργοις σου, ὑπηχεῖς Ἐκκλησίᾳ, καὶ μοναζούσας δεῖξον κοινωνούς, τοῦ Παραδείσου, εὐχαῖς ταῖς ἁγίαις σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Μονήν σου σκέπε, ἐν Μαζαρακίῳ, Θεολόγε. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Μονήν σου περίσῳζαι ἱεράν, ἐν Μαζαρακίῳ, τὴν τιμῶσάν σε εὐλαβῶς, καὶ ταύτης εὐλόγει μοναζούσας, ὦ Θεολόγε, πρεσβεύων πρὸς Κύριον.
Ὃν ἔδειξας πόθον πρὸς τὸν Χριστόν, ὅτε ἐκ δικτύων, σὲ ἐκάλεσε μαθητήν,ψυχαῖς ἡμετέραις, Θεολόγε, ἀειφλεγῆ καὶ αὐξάνοντα τήρησον.
Νικήσας σειρήνας τὰς κοσμικάς, ὀπίσω Κυρίου, Ἰωάννη, διψητικῶς, ὡς ἔλαφος ἔδραμες ἀγάπῃ, ἧς ἐργατρίας ἡμᾶς δεῖξον, Ἅγιε.
Θεοτοκίον.
Ἡ ποίμνη σου αὕτη θερμῶς βοᾷ, Παρθένε ἁγνείαν, χρισταγάπητον δὸς ἡμῖν, συμπρέσβυν λαβοῦσα Θεολόγον, τὸν παρθενίας δειχθέντα κειμήλιον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νοερῶς ἁλιεύειν τὸν Ἰησοῦν, ἅγιε, μάκαρ Θεολόγε, σὴν ποίμνην, ἀεὶ ἀξίωσον, ἰχθὺν ὃν ἤγρευσας, τῆς σῆς ἀγάπης δικτύοις, καὶ πιστοῖς μετέδωκας, γραφαῖς ἁγίαις σου.
Σάλον δίωκε μάκαρ, τοῦ πονηροῦ δαίμονος, ὥσπερ ἐν τῇ λίμνῃ τὸν σάλον, Χριστὸς ἐκόπασεν, καὶ εἰρηνεύουσαν, ἀδιασείστῳ ἀγάπῃ, ποίμνην σου ἐπώνυμον, ἀεὶ συντήρησον.
Ὁ Ἀμνός, Θεολόγε, ὁ τοῦ Πατρὸς γένοιτο, καὶ ἡμῖν ἡ μόνη γλυκύτης, ἡ ὑπὲρ ἔννοιαν, καθάπερ γέγονε, καὶ σοὶ ἐν ὥρᾳ δεκάτῃ, ὅτε θεῖος Πρόδρομος, Αὐτὸν ὑπέδειξεν.
Θεοτοκίον.
Ὑπὲρ πάσας φιλοῦσα, τὰς ἀρετὰς Δέσποινα, τὴν χριστοειδῆ παρθενίαν, ἣν καὶ Ἀπόστολος, ἐν βίῳ ἤσκησεν, ἡμῖν ὡς δῶρον παράσχου, τὰς ψυχὰς καθαίρουσα, ῤύπων τοῦ δαίμονος.
Διάσωσον, τὴν θείαν ποίμνην σου, ἔνδοξε Θεολόγε, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ δολίου ἀλάστορος, καὶ δεῖξον ταύτην τοῦ Χριστοῦ, κατοικίαν ἀρίστην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ Μαθητά, παρθένε, ἐπιστήθιε, τὴν ποίμνην Μονῆς, Μαζαρακίου φύλαττε, ἀπὸ πάσης μανίας τοῦ δράκοντος, καὶ ἐργαστήριον δεῖξον ταύτην ἀξιόθεον, θείας ἀγάπης, ἀσκήσεως καὶ νήψεως.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Σταυρωθείσας ἐκούσιον, διὰ σταυρωθέντα Δεσπότην Κύριον, Θεολόγε, ὧ παρέστηκας, δεῖξον καὶ ἡμᾶς παρεστηκυῖας σοι.
Καρδιῶν θεῖον ἔρωτα, ταῖς σαῖς ἱκεσίαις ἡμῖν ὑπάναψον, Θεολόγε, καὶ πρὸς Κύριον, τὸν καλὸν Νυμφίον ἡμᾶς σύναψον.
Ἐν ἀσκήσει χαρίτωσον, καὶ διακονίαις ἡμᾶς εὐλόγησον, Θεολόγε, χέων ἄνωθεν, μνήμην τοῦ Κυρίου χαροπάροχον.
Θεοτοκίον.
Πλουτισθεῖσαι, Πανάμωμε, κλήσει μονοτρόπου ζωῆς βοῶμέν σοι· μιμητρίας σου ἀνάδειξον, Μάνδρας Θεολόγου ἀσκητρίας σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἐν τοῖς πειρασμοῖς, τὴν καρδίαν ἡμῶν γλύκανον, ἐνθυμήσει πρώτου ζήλου τοῦ Θεοῦ, καὶ συντόμως, Θεολόγε, λύτρου θυγατέρας σου.
Ἒπαρον ἡμῶν, τὸν βαρὺν ζυγὸν θελήματος, καὶ ἀξίωσον μιμεῖσθαι Ἰησοῦ, Θεολόγε, ἄφατον ταπείνωσιν.
Νοῦν ναὸν Χριστοῦ, Θεολόγε ἡμῶν ἔνδειξον, ἐν ᾧ εὔοσμον θυμίαμα εὐχῆς, ἀενάου, νοερῶς Αὐτῷ προσφέρεται.
Θεοτοκίον.
Μήτηρ ἐξ Υἱοῦ, Θεολόγῳ ὤφθης Δέσποινα, ὅθεν κόρας σου ἡμᾶς πνευματικάς, υἱοθέτει, ταῖς πρεσβείαις τούτου, Πάναγνε.
ᾨδὴ στ΄. Τήν δέησιν ἐκχεῶ.
Ἀγάπης σε μαθητὴν καὶ κήρυκα, σὲ εἰδότες, Θεολόγε, βοῶμεν· ταύτην ἡμῖν, οὐρανόθεν χορήγει, ὅπως Θεὸν ἀγαπῶσαι καὶ ἄνθρωπον, τελείωσιν πνευματικήν, ὡς ποθοῦμεν καλῶς ἐπιτύχωμεν.
Ζῶν Ἅγιε, ἐν τῷ θείῳ ἔρωτι, πρὸς Χριστὸν σωματικῶς μετετέθης, διδοὺς ἡμῖν, ὑποθήκην ἁγίαν, πῶς δεῖ φιλεῖν Ἰησοῦν ἀξιέραστον, καὶ ἐκ πασῶν τῶν ἡδονῶν, τῆς παρούσης ζωῆς ὑπεραίρεσθαι.
Ἀνέπεσας, ἐν τῷ Δείπνῳ ἅγιε, Θεολόγε, τῇ καρδίᾳ Κυρίου, ἐξ ἧς κρουνούς, μυστικῶς ἐξαντλήσας, Θεολογίας τὸν κόσμον ἐνέπλησας, τῆς ἀληθείας τοῦ Χριστοῦ, ἧς ἡμᾶς μαθητρίας ἀνάδειξον.
Θεοτοκίον.
Ῥυπώσασαν, τὸ ἀρχαῖον ἔνδυμα, ἀνθρωπότητα καθῇρας, Παρθένε, παρθενικῶς, τὸν Σωτῆρα τεκοῦσα, καὶ παρθενίαν τῷ κόσμῳ διδάξασα, εἰς ἣν ἐκάλεσας ἡμᾶς, Θεολόγου τῷ βέλει τοξεύσασα.
Διάσωσον, τὴν θείαν ποίμνην σου, ἔνδοξε Θεολόγε, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ δολίου ἀλάστορος, καὶ δεῖξον ταύτην τοῦ Χριστοῦ, κατοικίαν ἀρίστην.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὠς στρουθία πρὸς σὲ κατεφύγομεν, Θεολόγε, ζητοῦσαι τὸν Κύριον, ὅθεν δίδου, τὴν σὴν ἀγάπην μόνιμον ψυχαῖς, καὶ πῦρ τὸ ἀειφλεγές, τοῦ θείου ἔρωτος ἡμῖν, ταῖς Μονήν σου οἰκήσασιν, ἵνα Πόλεως θείας, ὡς ἐν Ἀποκαλύψει, γέγραφας πάνυ ἀκριβῶς, Ἰωάννη, ἐπιτύχωμεν.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιθ΄25-27, κα΄24-25).
Τῷ καιρῷ ἐκείνῳ, εἱστήκεισαν παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ Μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς Μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν Μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα, ὃν ἠγάπα, λέγει τῇ Μητρὶ αὐτοῦ· Γύναι, ἰδοὺ ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ· Ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα. Καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἒστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.
Δόξα.
Ταῖς τοῦ Θεολόγου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμεναι, τὴν κοσμικὴν ζάλην μάκαρ, Ἰωάννη, ἤλθομεν, ἐν Μονῇ ἁγίᾳ σου ζωὴν θέλουσαι, μοναστῶν ἰσάγγελον, καὶ θείαν ἀγάπην, ἵνα τύχωμεν θεώσεως, καὶ τὸν Παράδεισον, εὕρωμεν εὐχαῖς παναγίαις σου, ἔνθα μετὰ πάντων Ἀγίων τὸν Χριστὸν χαρμονικῶς, ψυχῶν Νυμφίον ὀψώμεθα, οὗ ζυγὸν ὑπήλθομεν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀληθῶς θεολόγος, ὁ εὐχόμενος πέφυκεν ὥσπερ οἴδαμεν, διὸ ὦ Θεολόγε, εὐχὴν καὶ νῆψιν δίδου, ταπειναῖς θυγατράσι σου, ἵνα τὸ Πνεῦμα Θεοῦ, ἡμᾶς ἐπισκιάζῃ.
Κλῆμα θείας ἀμπέλου, ἡ Μονή σου ὑπάρχει Χριστοῦ Ἀπόστολε, ἥνπερ εὐκληματοῦσαν, καὶ βότρυας ἐκφέρειν, ἀρετῶν καταξίωξον, καὶ Βασιλείας γλυκύν, πίνειν τὸν θεῖον οἶνον.
Ἵνα ἓν ὦμεν σῶμα, ὡς ὁ Κύριος θέλει Μονήν σου φύλαττε, παμμάκαρ Θεολόγε, ἐκ πάσης ἐπηρείας, διαβόλου ἀπρόσβλητον, καὶ διατήρει ἡμᾶς, ἀσκεῖσθαι φιλαδέλφως.
Θεοτοκίον.
Ὠς σὺ Μήτηρ ἐγένου, κατὰ φύσιν Κυρίου Ἀειμακάριστε, ἀξίωσον γενέσθαι, σὰ τέκνα θεοτόκους, καὶ βαστάζειν ἐν χάριτι, ἐν ταῖς ψυχαῖς μυστικῶς, ὡς βρέφος τὸν Δεσπότην.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θὲς ὡς σφραγῖδα, ὦ Θεολόγε, ἀγάπην, τὴν ἁγίαν ψυχαῖς μοναζουσῶν σου, ἵνα ὦμεν τέκνα, Χριστοῦ αὐτοαγάπης.
Ἐν εὐθηνίαις, καὶ πειρασμοῖς τῷ Σωτῆρι, ἀκολούθους δεῖξον, Θεολόγε, τὰς Μαζαρακίου, Μονῆς σου ἀσκητρίας.
Ὁδὸς εὐθεῖα, πρὸς τὸν Παράδεισον πέλει, ὁ πλησίον ὡς εἶπας, Θεολόγε, ὅθεν ἡμῖν δίδου, ταύτην καλῶς βαδίσαι.
Θεοτοκίον.
Λύπην καὶ φόβον, ἐκ τῶν ψυχῶν ἡμῶν πόῤῥω, Θεοτόκε, δίωξον διδοῦσα, τὴν Θεοῦ ἀγάπην, κατὰ τὸν Θεολόγον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οὐράνιον Πατρίδα, ὡς σοὶἐν ἐκστάσει, ἀπεκαλύφθη, Ἀπόστολε, χάρισαι, ἡμῖν Μονήν σου οἰκούσαις, καὶ γεραιρούσαις σε.
Γρηγόρως τοῦ Νυμφῶνος, καταξιωθῆναι, ὦ Ἰωάννη, τὸν Κύριον πρέσβευε, τὰς εὐλαβῶς ἀσκουμένας, Μονῇ ἁγίᾳ σου.
Ἐν Πόλει τῇ Ἀγίᾳ, οὖ ὁ Ἐσφαγμένος, Ἀμνὸς Θεοῦ, Ἰωάννη, προΐσταται, Μαζαρακίου παρθένους, στῆναι ἀξίωσον.
Θεοτοκίον.
Ἀγνὴ Παρθενομῆτορ, σὺν τῷ Θεολόγῳ, τὴν Ἰερὰν ταύτην Μάνδραν φυλάττετε, ὡς ἐργαστήριον θεῖον, καὶ χρισταγνότητος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς Θεολογίας τὸν ἀρχηγόν, καὶ ἀγάπης θείας, τὸν ἐξαίρετον μυητήν, τῆς Ἀειπαρθένου υἱὸν τὸν κατὰ χάριν, τὸν μέγαν Ἰωάννην, πόθῳ ὑμνήσωμεν.
Παρθενίας τέμενος ἱερόν, καὶ χριστοαγνείας, Ἰωάννη, πέλων λαμπρός, ταῖς σαῖς μοναζούσαις, Μονῆς Μαζαρακίου, ὁλοτελῆ τὴν χάριν, δίδου ἁγνότητος.
Σκέπε τὴν ἁγίαν ταύτην Μονήν, ἥτις σε γεραίρει, Θεολόγε, ἀπὸ ψυχῆς, καὶ τὰς ἀσκουμένας, ἁγιασμοῦ τοῦ θείου, πλήρωσον ἱκετεύων, ἠγαπημένον σοι.
Πόλιν οὐρανίαν τὴν σὴν Μονήν, δεῖξον Θεολόγε, ὡς ἑώρακας θαυμαστῶς, ἐν ἀποκαλύψει, ἔνθαπερ ἀσιγήτως, ψάλλωμεν φιλαγγέλως, τὸ Ἀλληλούια.
Ἒγγραψον ἐν βίβλῳ ἡμᾶς ζωῆς, τὰς καταφυγούσας, Θεολόγε, τῇ σῆ Μονῇ, καὶ ἐν Παραδείσῳ, τὸ πρόσωπον Κυρίου, πρεσβείαις σου ταῖς θείαις, ἰδεῖν ἀξίωσον.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὠς Θεολογίας ἀετός, σκέπασον χρυσαῖς πτέρυξί σου, τὴν Ἰεράν σου Μονήν, Ἰωάννη ἔνδοξε, καθικετεύων Χριστόν, ὅπως θείαν ἀγάπησιν, ἐμβάλλῃ καρδίαις, τῶν ὧδε τὴν ἄσκησιν τῆς ἀρετῆς τελουσῶν, ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρα, δείξῃ κοινωνοὺς τῶν Ἀγίων, καὶ τοῦ Παραδείσου κατοικήτορας.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Θεῷ Λόγῳ, Χριστῷ σοι Ἠγαπημένῳ,
Θεολόγε, πρέσβευε ὑπὲρ Μονῆς σου.
Παρακλητικός Κανών εις τον Άγιο Απόστολο και Ευαγγελιστή Ιωάννη τον Θεολόγο
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς Ἀποστόλων ἐγκαλλώπισμα θεῖον, καὶ τῆς ἀγάπης ἱερὸς ὑποφήτης, ἠγαπημένε τῷ Χριστῷ Ἀπόστολε, πάσης περιστάσεως, καὶ ἀνάγκης καὶ βλάβης, ἅπαντας ἀπάλλαξον, τοὺς θερμῶς προσιόντας, τῇ σῇ σεπτῇ πρεσβείᾳ εὐλαβῶς, ὦ Ἰωάννη τοῦ Πνεύματος ὄργανον.
Δόξα.
Τοῦ Θεολόγου τῷ ναῷ νῦν προσδράμωμεν, καὶ τῇ εἰκόνι τῇ αὐτοῦ προσκυνήσωμεν, ἀπὸ καρδίας κράζοντες καὶ βάθους ψυχῆς· φίλε ἐπιστήθιε, τοῦ Χριστοῦ Ἰωάννη· πάσης περιστάσεως, καὶ κινδύνων παντοίων, τοὺς σοὺς οἰκέτας λύτρωσαι ἡμᾶς· ἵνα σὲ πόθῳ ἀεὶ μεγαλύνωμεν.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἠγαπημένε ἅπαντας σκέποις. Γερασίμου.
ᾨδὴ α΄. ᾽Ηχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἡλίου τῆς δόξης ταῖς ἀστραπαὶς, σοφὲ Ἰωάννη λαμπρυνόμενος μυστικῶς, δίωξον τὸ νέφος τῶν παθῶν μου, καὶ φωτισμῷ νοητῷ με καταύγασον.
Γαλήνην ἐν βίῳ δίδου ἡμῖν, σοφὲ Ἰωάννη, καὶ εἰρήνην παρὰ Χριστοῦ, τοῖς πίστει καὶ πόθω προσιοῦσι, τῇ ἱερᾷ σου πρεσβεῖα πρὸς Κύριον.
Ἀγάπης ὧν θεῖος μυσταγωγός, σοφὲ Ἰωάννη, ἐν ἀγάπῃ εἰλικρινεῖ, φύλαττε ἡμᾶς τῇ σῇ πρεσβείᾳ ἐπιβουλῆς ἁπάσης λυτρούμενος.
Θεοτοκίον.
Παρθένος καὶ Μήτηρ πέλεις ἁγνή, Θεὸν τετοκυῖα, ἑν ἁγνείᾳ ὑπερφυῶς, διὸ τὰ πολλά σου μεγαλεῖα, θεοκυῆτορ Παρθένε δοξάζομεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ θερμή σου πρεσβεία, ἡ πρὸς Χριστὸν ἅγιε, γένοιτο ἡμῖν Θεολόγε, πηγὴ χρηστότητας, δρόσον οὐράνιον, τῆς θεϊκῆς εὐσπλαγχνίας, πᾶσιν ἐπιῤῥαίνουσα, τοῖς σὲ γεραίρουσι.
Μέγας ὤφθης προστάτης, καὶ βοηθὸς ἔτοιμος, εὑαγγελιστὰ Ἰωάννη, τοῖς καταφεύγουσι, τῇ ἀντιλήψει σου· πάσης γὰρ βλάβης λυτροῦσαι, καὶ παρέχεις ἅπασι, χάριν καὶ ἔλεος.
Ἐκ δεινῶν συμπτωμάτων, καὶ συμφορῶν ἐνδοξε, καὶ ἐπερχομένων κινδύνων, καὶ περιστάσεων, ἡμᾶς ἀπάλλαξον, ταῖς πρὸς Θεόν σου πρεσβείαις, Θεολόγε πάνσοφε, ὡς συμπαθέστατος.
Θεοτοκίον.
Νοῦν μοι γρήγορον δίδου, καὶ καθαρὰν ἔννοιαν, ὡς ἂν τὰ νοήματα πάντα, τοῦ πολεμήτορος, δι’ ὧν μολύνει με, θᾶττον ἐκτρέπω Παρθένε, καὶ πληρῶ τὸ θέλημα, τοῦ Παντοκράτορος.
Διάσωσον ὴγαπημένε Ἀπόστολε Θεολόγε, πολυτρόπων ἐπιφορῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης ἡμῖν, καὶ θεῖον καταφύγιον, Χριστοῦ μαθητά, καὶ Θεολόγε πάνσοφε, ἔσο τοῖς καταφεύγουσι, τῷ ἁγίῳ ναῷ σου ἑκάστοτε, λύσιν πταισμάτων καὶ πάσης φθορᾶς, αἰτούμενος τοῖς σὲ μακαρίζουσιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐκ ποικίλων στενώσεων, καὶ πολυειδῶν σκανδάλων τοῦ ὄφεως, ἀνωτέρους ἡμᾶς φύλαττε, Εὐαγγελιστὰ Χριστοῦ Ἀπόστολε.
Ἀθυμία συνέχει με, θλίβουσα Ἀπόστολε τὴν καρδίαν μου, ἀλλὰ ταύτης με ἀπάλλαξον, ὡς θερμὸς μεσίτης μου πρὸς Κύριον.
Δρόσον ἄϋλον ὄμβρησον, θείας παρακλήσεως ἡμῖν Ἅγιε, ὡς νεφέλη καταψύχουσα, Θεολόγε καύσωνα τῶν θλίψεων.
Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, ἡ τὸν Θεὸν Λόγον ἀφράστως τέξασα, τὴν ψυχήν μου ἀποκάθαρον, ἑξ ἐπινοιῶν τοῦ παναλἀστορος.
ᾨδἠ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἐχθροῦ, καθ’ ἡμῶν τὰ μηχανήματα, ἐν εἰρήνῃ κυβερνῶν ἡμᾶς ἀεί, Ἰωάννη Θεολόγε παμμακἁριστε.
Τοὺς πανευλαβῶς, τῇ Καλύβῃ σου καταφεύγοντας, Ἰωάννη πάσης πλήρωσον χαρᾶς, τὰς αἰτήσεις εὐμενῶς αὐτῶν δεχόμενος.
Ἄλυπον ζωήν, ἐν ἀγάπῃ καὶ σεμνότητι, καὶ παντοίων ἐπιδόσει ἀρετῶν, διανύειν ἡμᾶς πάνσοφε ἐνίσχυσον.
Θεοτοκίον.
Σάρκα προσλαβὼν, ἀσυγχύτως ἐξ αἱμάτων σου, Θεοτόκε ὁ Θεὸς ὑπερφυῶς, ἀνωτέραν πάσης κτίσεως, σε ἔδειξεν.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σοφίας, τῆς Θεϊκῆς, ὡς δοχεῖον, Θεολόγε μαθητὰ καὶ παρθένε, σοφιστειῶν χαλεπῶν τοῦ βελίαρ, καὶ ψυχοφθόρων σκανδάλων ἁπάλλαττε, τοὺς προσιόντας εὐλαβῶς, τῇ ἅγια Καλύβῃ σου ἑκάστοτε.
Κυμάτων, τῶν ἐν τῷ βίῳ τὴν ῥύμην, τῇ γαλήνῃ τῆς θερμῆς σου πρεσβείας, στῆσον σοφὲ Μαθητὰ τοῦ Σωτῆρος, καὶ πρὸς λιμένα με θεῖον κυβέρνησον, τῶν προσταγμάτων τοῦ Χριστοῦ, ἵνα λάβω πταισμάτων συγχώρησιν.
Νεκρῶσαι, ἐν τῇ ἀγάπη τῇ θεία, ἅπαννόημα φθαρτόν και γεῶδες, ἠγαπημένε Χριστῷ Ἰωάννη, τὰς διανοίας ἡμῶν ἐνδυνάμωσον, καὶ τὴν ἐνάρετον ζωήν, γεωργῆσαι ἡμᾶς καταξίωσον.
Θεοτοκίον.
Παλάτιον, τοῦ Δεσπότου τῶν ὅλων, καὶ πολύφωτος ναὸς ἀνεδείχθης, τοῦτον τεκοῦσα ἀφράστως Παρθένε, ἀνακαινίζοντα κόσμον δι’ ἔλεος, διὸ ἀνάδειξον κᾀμέ, τῆς αὐτοῦ θείας χάριτος σκήνωμα.
Διάσωσον ἡγαπημένε Ἀπόστολε Θεολόγε, πολυτρόπων ἐπιφορῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἰτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἠγαπημένε Κυρίου Ἀπόστολε, τῶν ἀποῤῥήτων θεάμων καὶ σύσκηνε, πιστῶν ἀντιλῆπτορ θερμότατε, καὶ Ἐκκλησίας θεμέλιε, ἀσειστε, ἡμῶν Ἰωάννη προΐστασο.
Προκείμενον.
Εἰς πάσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιθ΄25-27, κα΄24-25).
Τῷ καιρῷ ἐκείνῳ, εἱστήκεισαν παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ Μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς Μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν Μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα, ὃν ἠγάπα, λέγει τῇ Μητρὶ αὐτοῦ· Γύναι, ἰδοὺ ὁ υἱός σου. Εἶτα λέγει τῷ μαθητῇ· Ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα. Καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἒστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.
Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μύστα ἐνθεώτατε, τοῦ Βασιλέως τῆς δόξης, Θεολόγε πάνσοφε, Ὀρθόδοξων στήριγμα ἀδιάσειστον, χαλεπῶν θλίψεων, καὶ πάσης ἀνάγκης, καὶ μανίας τοῦ ἀλάστορος, ἀτρώτους φύλαττε, τοὺς εἰλικρινῶς σε γεραίροντας, καὶ δίδου ἡμῖν πάντοτε, τὴν σὴν θερμοτάτην ἀντίληψιν, ὡς ἔχων μεγίστην, Ἀπόστολε τὴν χάριν ἐκπληροῦν, τῶν εὐλαβῶς προσιόντων σοι, πάντα τὰ αἰτήματα.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ πεσῶν ἐν τῷ στήθει, τοῦ Σωτῆρος Ἀπόστολε θεοδόξαστε, σοφίας οὐρανίου, καὶ χάριτος τῆς Θείας, τοὺς βοῶντας ἀξίωσον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰατὴρ νοσημάτων, καὶ παθῶν ἀκαθάρτων, γενοῦ Ἀπόστολε, τῶν πόθῳ προσιόντων, Καλύβῃ σου τῇ ἁγία, καὶ βοώντων ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σκέπη ἔσο καὶ φύλαξ, Θεολόγε τοῖς πόθῳ σε μακαρίζουσι, μεσίτης πρὸς Θεὸν δέ, Ἀπόστολε θεόφρον, τοῖς ἐν πίστει κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ
Θεοτοκίον.
Γεωργεῖν Θεοτόκε, τοῦ Κυρίου τὸν φόβον δίδου μοι δύναμιν, ὡς ἂν πιστῶς ὁδεύσω, τῶν ἐντολῶν τὴν τρίβον, ὁ βοῶν σοὶ ἑκάστοτε· χαῖρε Παρθένε ἅγνή, τοῦ κόσμου προστασία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν τῷ ναῷ σου, τῷ ἱερῷ προσιόντες, τὰ αἰτήματα λαμβάνομεν ταχέως, καὶ σὲ ἀνυμνούμεν, θεόφρον Θεολόγε.
Ῥῶσιν παράσχου, κατὰ ψυχὴν τε καὶ σῶμα, τοῖς προστρέχουσι τῇ θείᾳ ἀρωγῇσου, καὶ σὲ ἀνυμνοῦσι, παμμάκαρ Θεολόγε.
Ἐξ ἀκηδίας, καὶ χαλεπῆς ῥαθυμίας, ἡμᾶς λύτρωσαι παμμάκαρ Ἰωάννη, ὡς ἂν εὐπροθύμως δουλεύσωμεν Κυρίῳ.
Θεοτοκίον.
Σκέπασον Κόρη, ἐκ τῶν βελῶν τοῦ δολίου, τοὺς προσπίπτοντας τῇ θείᾳ σου πρεσβεία, καὶ ὑπερυψοῦντας, τὸν ἀφραστόν σου τόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλύος ἁμαρτίας, ῥείθροις Ἰωάννη, τῶν ἱερῶν πρεσβειῶν σου ἀπόπλυνον, τοὺς ὁλοτρόπως αἰτοῦντας τὴν σὴν βοήθειαν.
Μεγίστων χαρισμάτων, κατηξιωμένος, ὦ μαθητἀ Θεολόγε θεσπέσιε, μεγάλων πόνων ἀτρώτους ἡμᾶς διάσωζε.
Ἰδού τῇ σῇ εἰκόνι, πίστει παρεστῶτες, ἀπεκδεχόμεθα μάκαρ τὴν χάριν σου, ἣν ἡμῖν δίδου ἀπαύστως ὦ χαριτώνυμε.
Θεοτοκίον.
Ὑψώσασα τὸν νοῦν μου, ἐκ τῶν χαμαιζήλων, τῆς μετανοίας τῷ φέγγει καταύγασον· σοὶ γὰρ τυχεῖν σωτηρίας ἐλπίζω Ἄχραντε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς θεολογίας τὸν ἀρχηγὸν τὸν ἠγαπημένον Ἰωάννη καὶ μαθητὴν τὸν ἐπὶ τὸ στῆθος Χριστοῦ ἀναπεσόντα τὸν μέγα Θεολόγον ὕμνοις τιμήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον Ἦχος β΄.
Ἀπόστολε Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυναν ῥῦσαι λαὸν ἀναπολόγητον δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος· ὃν ἱκέτευε Θεολόγε καὶ ἐπίμονον νέφος, ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θείων Ἀποστόλων κορυφή, φίλτατε Θεοῦ Λόγου φίλε, ἴσθι ἀκέστωρ, φρουρὸς, ἀρωγός, ὑπέρμαχος καὶ φύλαξ ἄγρυπνος, θεοκῆρυξ Ἀπόστολε, τῶν σοὶ προσπιπτόντων, Θεολόγε μέγιστε, παρθένων κλέϊσμα, καὶ ἀνευφημούντων ἐκθύμως σὲ ὡς χαριτῶνυμον ὄντως, Ἰωάννη, Πνεύματος μυράλειπτρον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Παρακλητικός Κανών εις τον Άγιο Απόστολο και Ευαγγελιστή Ιωάννη τον Θεολόγο

Ψάλλεται τὴν 26ην Σεπτεμβρίου.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῷ Ἀποστόλῳ τοῦ Χριστοῦ νῦν προσδράμωμεν, δοξασθέντι οὐρανίοις χαρίσμασι καὶ μύστῃ Κυρίου εἰλικρινεῖ καὶ θερμῷ· Ἰωάννῃ πρόσπεσον τῷ τὸν ὅλων Δεσπότῃ, αἴτησαι δοθῆναι ἡμῖν ἀρετὴν καὶ ἀγάπην, καὶ τὴν ὁμόνοιαν τῷ ἔθνει παρασχεῖν, ἵνα ἡσύχως καὶ πράως βιώσωμεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Κυκλούμενος πάθεσι χαλεποῖς, καὶ πλήθει κακίας συνεχόμενος ἐκβοῶ· Ἰωάννη μάκαρ, δωρηταί μοι ἀπαλλαγὴν τῶν δεινῶν καὶ τῶν θλίψεων.
Κηρήξας ἀγάπην τὴν ἀρετήν, τὴν μείζονα πάντων χαρισμάτων καὶ δωρεῶν, ταύτην ἐξασκεῖν βοήθησόν μοι, ἐπίλεκτε φίλε τοῦ Παντοκράτορος.
Ἀγάπην τελείαν, εἰλικρινῆ, ἐν πᾶσι τοῖς ἔργοις καὶ τοῖς λόγοις διατηρεῖν, ἀξίωσον, μάκαρ Ἰωάννη· ταῖς πρὸς Θεὸν διαπύροις πρεσβείαις σου.
Θεοτοκίον.
Νοσοῦντά το σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καί προνοίας της παρά σου, ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰωάννη παμμάκαρ, ἀποστόλων καυχήμα, σοὶ ὡς Θεολόγῳ Κυρίου, προσπίπτω δεόμενος, θείαν κατάνυξιν, καὶ μετάνοιαν δός μοι, ἵνα σῳζόμενος πόθῳ γεραίρω σε.
Πηγὴ σοφίας ὑπάρχων καὶ θεϊκῆς χάριτος, στύλος Ἐκκλησίας παμμέγας καὶ ἀῤῥαγέστατος ταύτην εἰρήνευσον, καὶ τῇ ψυχῇ μου δώρησαι, τὴν θερμὴν ἀγάπησιν τοῦ Παντοκράτορος.
Βοηθὸν καὶ προστάτην ζωῆς ἐμῆς τίθημι, σὲ ῆγαπημένε Κυρίου καὶ ἐπιστήθιε, φίλε καὶ μύστα, τῶν θεολόγων ἀκρότης, τῆς Ἀσίας κῆρυξ καὶ Πάτμου ἀγλάϊσμα.
Θεοτοκίον.
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἑξεταζομένῳ Παρθένε, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω θησαυρὸν Πανάμωμε τὸν ἀδαπάνητον.
Διάσωσον ἀπόστολε Ἰωάννη, τοὺς σοὺς ἱκέτας ἀπὸ πάσης συμφορᾶς καὶ περιστάσεως, καὶ λιταῖς σου θλίψεως, ἀπάλλαξον.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἰωάννη σοφέ, Ἀπόστολε ἔνδοξε, υἱὲ τῆς βροντῆς καὶ Θεολόγε ἄριστε, δεινῶν τὴν ἀπαλλαγὴν καὶ πταισμάτων ἄφεσιν, αἴτησαι, τὸν σὸν Διδάσκαλον ἡμῖν παρασχεῖν, τοῖς πόθῳ τελοῦσι τὴν μνήμην σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θεολογίας τὴν σάλπιγγα, μύστην ἀποῤῥήτων θεσπέσιον, καὶ δογματιστὴν τελειότατον, ὕμνοις ἐγκωμίων εὐφημήσωμεν.
Καλλυνόμενος ἁγνότητι, καὶ τῶν ἀρετῶν ταῖς λαμπρότησιν, τοῦ δεσμοῦ τῆς ὕλης ἐκβέβηκας, καὶ ἀνεπτερώθης πρὸς οὐράνια.
Τῆς ἁγνείας ἀπάνθισμα, καὶ τῆς θεολογίας ἐνδιαίτημα τῆς σοφίας τὸ ὄργανον, νῦν πνευματικῶς ἀνευφημήσωμεν.
Θεοτοκίον.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.
ᾨδὴ ε΄. Φῶτισον ἡμᾶς.
Φύλαττε σοφὲ, ἀτρώτους πάντας τοὺς δούλους σου, ἐκ κινδύνων καὶ νόσων ὀχληρῶν, τοὺς προσιόντας προφρόνως τῇ θείᾳ σκέπῃ σου.
Ἄνωθεν ἡμᾶς, Ἰωάννη παμμακάριστε, ἐπίβλεψον στοργῇ σου τῇ πατρικῇ, καὶ τὸν βἱον πρὸς εὐθείας τρίβους κατεύθυνον.
Λύτρωσαι ἡμᾶς ἐκ πειρατηρίων, ἀπόστολε Ἰωάννη ἀξιάγαστε, καὶ εἰς νυμφῶνα τοῦ Κυρίου σου εἰσάγαγε.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξίώσασα, καὶ τὴν ὑγίειαν τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾨδὴ ς΄. Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον.
Ἰσάγγελον ἐπὶ γῆς πολιτείαν, διανύσας ἀπόστολε Κυρίου, τὸ ὑπὲρ νοῦν μυστήριον κηρύττεις, καὶ φανεροῖς σαφῶς πάντα τὰ ἀπόῤῥητα, προσέρχομαί σοι οὖν πιστῶς, ταῖς πρεσβείαις σου ῥῦσαί με θλίψεων.
Τοὺς δούλους σου, Ἰωάννη πανεύφημε, ἀπάλλαξον λιταῖς σου ἐκ νόσων, καὶ πειρασμῶν ὀλεθρίων καὶ πόνων, καὶ διανύσαι ὁσίως ἀξίωσον, σωφρόνως καὶ ἀγγελίκῶς, τὸν βίον ταῖς θερμαῖς πρεσβείαις σου.
Ναὸς χρηματίσας τῆς ἁγίας Τριάδος, Ἰωάννη φίλε Κυρίου, ψυχὴν καὶ σῶμα παρθένον φυλάξας, μεσίτης Θεοῦ καὶ ἀνθρώπων γενόμενος, ῥῦσαί με νόσων χαλεπῶν, καὶ πυρὸς τῆς γεέννης ταῖς πρεσβείαις σου.
Θεοτοκίον.
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ σωτῆρα τοῦ κόσμου καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς Ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Διάσωσον Ἰωάννη ἀπόστολε, τοὺς σοὺς ἱκέτας ἀπὸ παντοίων συμφορῶν καὶ κινδύνων, ταῖς πρεσβείαις σου ταῖς ἱεραῖς πρὸς Κύριον.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.
Προστάτην τῶν πιστῶν ἀκαταίσχυντον, ἰάτῆρα τῶν ἀσθενούντων ἑτοιμότατον, ὁ τῶν ὅλων Δεσπότης ἀνέδειξε Κύριος, μὴ οὖν παρίδῃς τοὺς κλαυθμούς, καὶ τοὺς ἐκ βάθους στεναγμοὺς τῶν πιστῶς ἐκβοώντων σοι· σκέπε τοὺς σὲ τιμῶντας, φύλαξον ταῖς λιταῖς σου, ἀσαλεύτους καὶ στεῤῥοὺς ἐν τῇ πίστει τῇ Ὀρθοδόξῳ.
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. Οἰ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. κα΄ 15-25)
Τῷ καιρῷ ἐκείνῳ ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν καὶ λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. λέγει αὐτῷ τὸ τρίτον· Σίμων Ἰωνᾶ, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ ὁ Ἰησοῦς· Βόσκε τὰ πρόβατά μου. ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι. ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ ἀκολούθει μοι. ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει, ἀλλ’ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς ἐστιν ἡ μαρτυρία αὐτοῦ. ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.
Δόξα.
Ταῖς τοῦ Θεολόγου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην εἰσδεξάμενος, τὴν οὐρανίαν σοφίαν, ἄγαλμα φαιδρότατον καὶ ναὸς τοῦ Κυρίου σου ἐχρημάτισας· σοφίας κατέσβεσας, τῆς Ἑλληνικῆς τε τὸ ἄθεον, καὶ τρανῶς ἐθεολόγησας, ἐν Ἀρχῇ ὁ Λόγος ἦν, ἐν τῇ ὑπ’ οὐρανὸν προσφθεγξάμενος, Χριστοῦ τὸ Εὐαγγέλιον, κηρύξας ἀληθῶς τὸ οὐράνιον, Ἰωάννη μάκαρ, εἰρήνη τῆς ἀθλίας μου ψυχῆς, μή με παρίδῃς δεόμενον, ταῖς λιταῖς σου σῶσόν με.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Παῖδες ‘Εβραίων.
Σῶσον Ἰωάννη σοὺς ἱκέτας, νοσημάτων καὶ πάσης ἀλγηδόνος, ταῖς λιταῖς σου σοφέ, πρὸς Δεσπότην κράζοντα· εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἰωάννη Ἀπόστολε Χριστοῦ, παρακάλει ὑπὲρ τῶν σὲ τιμώντων καὶ τῇ θείᾳ αἴγλη, λάμπρυνον, σοὺς ἱκέτας, εὐλογητὸς εἷ κράζοντας· ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Φύλαξον μάκαρ Ἰωάννη, σαῖς ἱκεσίαις, τῆς τοῦ βελίαρ ἀπάτης, καὶ νοῦν καθαρὸν δώρησαί σοῖς δούλοις, ὅπως ἁγίαζόμενοι κατὰ χρέος σὲ τιμῶμεν.
Θεοτοκίον.
Βλέψον ἱλέῳ ὀμμάτί σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω· καὶ δεινῶν συμφορῶν καὶ βλάδης καὶ κινδύνων καὶ πειρασμῶν με λύτρωσαι, ἀμετρήτῳ σου ἐλέει.
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Τῶν νοσημάτων, τῶν ψυχικῶν καὶ κινδύνων, ἰατῆρα σε γινώσκω Ἰωάννη, ῥῦσαι μάκαρ τὴν ψυχήν μου εὐχαῖς σου ἀκηδίας.
Τὰ πάθη τῆς ψυχῆς μου ἴασαι, σῇ μεσιτείᾳ Θεολόγε Ἰωάννη, ὅπως σε γεραίρω εἰς πάντας τοὺς αἰῶνας.
Μὴ διαλείπῃς παμμάκαρ ἱκετεύων, ὡς φύλαξ τῆς Μονῆς ὼ Ἰωάννη, ἀπαλλαγῆναι αὐτήν, ἀπὸ πάσης ὲπηρείας.
Θεοτοκίον.
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νοσήματα ποικίλα, διώκεις Ἰωάννη, καὶ ἀπελαύνεις δαιμόνων τὰς φάλαγγας, διὸ πόθῳ σὲ δοξάζομεν.
Ἀπόστολε Κυρίου, λιμένα σε εἰδότες, τῇ παναγίᾳ σου σκέπῃ προσφεύγομεν, ἐκ παντοίων κινδύνων λυτρούμενοι.
Τρισμάκαρ Θεολόγε, πυρὸς τοῦ τῆς γεέννης, τοὺς τιμῶντας τὴν μνήμην σου λύτρωσαι, σὺ εἶ τῆς Μονῆς ἡμῶν φροντιστὴς καὶ φύλαξ.
Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ τὸ τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν μετασκευάζουσα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν ἀγάπης θεῖον καθηγητήν, τῶν τε θαυμασίων χαριτόβρυτον τὴν πηγήν, λύτρωσαι κινδύνων καὶ ψυχικοῦ θανάτου, Ἰωάννη μάκαρ, τοὺς πόθῳ σε γεραίροντας.
Ἔμπλεως γενόμενος φωτισμοῦ καὶ χάριτος τῆς θείας ἀπολαύων τὰς ἀστραπάς, αἴτησαι εἰρήνην τῷ κόσμῳ δωρηθῆναι, πρεσβεύων τῷ Κυρίῳ ὑπὲρ τῶν τιμώντων σε.
Τὸν φωστῆρα πάντες τὸν φαεινόν, τὸν ἐξ ἁλιέων Θεολόγον τε καὶ σοφόν, ἀποστόλων κλέος, καὶ Ἐφεσίων δόξαν τῆς Πάτμου τὸν ποιμένα, ὕμνοις τιμήσωμεν.
Χαίροις τῆς σοφίας μυσταγωγός, καὶ τῶν ἀποῤῥήτων δημηγόρος ἑρμηνευτὴς, χαίροις τῆς Τριάδος λαμπρότατος ἐκφάντωρ, καὶ πάντων ὁ προστάτης καὶ ἡ βοήθεια.
Χαίροις ἀποστόλων θεία κρηπίς, χαίροις κῆρυξ μέγας τῆς ἀγάπης καὶ φωταυγής, χαίροις καὶ τῆς Πάτμου, ὁ φύλαξ καὶ προστάτης, καὶ πάσης οἰκουμένης δόξα καὶ καύχημα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Τροπάριον. Ἦχος β΄.
Ἀπόστολε Χριστῷ τῷ Θεῷ ἠγαπημένε ἐπιτάχυνον ῥῦσαι λαὸν ἀναπολόγητον, δέχεταί σε προσπίπτοντα ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν ἱκέτευε Θεολόγε καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι αἰτούμενος ἡμῖν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε φιλεόρτων ὁ χορός, ἀσματικοῖς ἐγκωμίοις, ψαλμοῖς καὶ ὠδαῖς, πάντες εὑφημήσωμεν τὸν Ἰωάννην φαιδρῶς, τὸν μέγαν ἀπόστολον, τῆς Πάτμου δόξαν, Ἀσίας καὶ Ἐφέσου τε τὸν χριστοκήρυκα, τούτῳ μετὰ πόθου βοῶντες· λύτρωσαι ταῖς θείαις λιταῖς σου, τῆς αἰωνιζούσης κατακρίσεως.
Ὅμοιον.
Χαίροις Θεολόγε ἀληθῶς, χαίροις τῆς Μητρὸς τοῦ Κυρίου υἱὸς παμπόθητος, σὺ γὰρ παριστάμενος ἐν τῷ Σταυρῷ τοῦ Χριστοῦ, τῆς ἐνθέου ἀκήκοας φωνῆς τοῦ Δεσπότου, ἴδε νῦν ἡ Μήτηρ σου πρὸς σὲ βοήσαντος· ὅθεν ἐπαξίως σὲ πάντες, ὡς Χριστοῦ Ἀπόστολον θεῖον καὶ ἠγαπημένον μακαρίζομεν.