Παρακλητικός Κανών εις τον Άγιον Ιωάννην τον Χρυσόστομον

† Εορτάζεται στις 13 Νοεμβρίου
και στις 27 Ιανουαρίου η Ανακομιδή των λειψάνων

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τῷ Χρυσοστόμῳ Ἰωάννῃ προσέλθωμεν, καὶ τῇ εἰκόνι τῇ αὐτοῦ προσκυνήσωμεν, ἀπὸ βαθέων κράζοντες ψυχῆς ἐν στεναγμοῖς· σπεῦσον καὶ διάσωσον, ἀπὸ πάσης ἀνάγκης, ῥῦσαι τὰς ψυχὰς ἡμῶν, τῆς δαιμόνων κακίας· σοῦ γὰρ πρεσβεία ἡ πρὸς τὸν Θεόν, μεγάλην ἔχει τὴν δύναμιν Ἅγιε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα τὰ παρόντα Τροπάρια·

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀρχὴν σοφίας τοῦ Θεοῦ ποιούμενος φόβον Χρυσόστομε, ἐντολὰς ἁπάσας, δι’ Αὐτὸν ἐτήρησας, καὶ τῆς ἀγάπης ἔφθασας, τὴν ἀκρώρειαν Πάτερ, ὧνπερ μετόχους ἀνάδειξον, καὶ ἡμᾶς ταῖς θείαις πρεσβείαις σου.

Ἐν ἐγκρατείᾳ τῆς σαρκὸς ἐνέκρωσας, πάθη Χρυσόστομε, καὶ εἰς ἀπαθείας, ὕψος ἀνελήλυθας· διό σε ἱκετεύομεν, καὶ ἡμᾶς τοὺς σοὺς δούλους, παθῶν ἁπάντων ἐκλύτρωσαι, τῆς ψυχῆς ὁμοῦ καὶ τοῦ σώματος.

Ἐκ νεαρᾶς τῆς ἡλικίας Ἅγιε, σὺ τὴν ταπείνωσιν, ἀγαπήσας λίαν, ἔπαρσιν ἐμίσησας, ἀλλὰ καὶ ἡμᾶς πρέσβευε, τὰ φρονήματα πάντα, τὰ ὑψηλὰ ἀποστρέφεσθαι, καὶ τοῖς ταπεινοῖς συναπάγεσθαι.

Θεοτοκίον.
Ἐν ταῖς ἀγκάλαις τὸν Χριστὸν βαστάζουσα, ἔλεγες Ἄχραντε· ὦ γλυκύ μου σπλάγχνον, ἐπεί με μητέρα Σου, γενέσθαι κατηξίωσας, δέομαί Σου Υἱέ μου, πάσης ἀνάγκης διάσωσον, τοὺς ἐμοὶ προσφεύγοντας δούλους Σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σοὶ τὸ ζῆν κατὰ Παῦλον ἦν ὁ Χριστὸς Ἅγιε, καὶ τὸ ὑπὲρ Τούτου τεθνάναι, κέρδος λελόγισται· διὸ κἀμὲ τῇ σαρκί, θανεῖν Χριστὸν ἐκδυσώπει, καὶ ζῆν ἐν τῷ Πνεύματι, πάτερ Χρυσόστομε.

Ἀπογνώσεως ὤφθης ἐκκοπτικὸς πέλεκυς, τῆς δέ μετανοίας ἐδείχθης, κῆρυξ Χρυσόστομε· διὸ ἀξίωσον, μετανοεῖν με γνησίως, ἐφ’ οἷς ἐπλημμέλησα, λόγοις καὶ πράξεσιν.

Εἰληφὼς ἐξουσίαν παρὰ Χριστοῦ Ἅγιε, λύειν καὶ δεσμεῖν ἁμαρτίας ἐμοῦ διάλυσον, ἁμαρτιῶν τὴν πληθύν, καὶ τοῦ Κυρίου τῷ φόβῳ, σύνδησόν με πάνσοφε, θεῖε Χρυσόστομε.

Θεοτοκίον.
Μέγα ὄντως ὑπάρχει τὸ Σὸν Ἁγνὴ καύχημα, ὅτι τὸν Υἱὸν τοῦ ἀνάρχου, Πατρὸς ἐγέννησας, Ὃν ἐκδυσώπησον, ἧς περ ἀπώλεσα θείας, ἀξιῶσαι χάριτι, υἱοθεσίας με.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Χρυσολόγε, ὅτι σὲ ἐν πειρασμοῖς ἀεὶ προβαλλόμεθα, μεσίτην πρὸς τὸν Θεὸν καὶ Σωτῆρα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πολλοῖς ἐν δεινοῖς κυκλούμενοι οἱ δοῦλοι σου, πρὸς σὲ τὸν ἡμῶν, προστάτην καταφεύγομεν, Ἰωάννη θεῖε Χρυσόστομε, δράμε πρόσπεσον Χριστῷ τῷ Θεῷ, καὶ ἵλεων Αὐτὸν ἡμῖν ποίησον.

ᾨδὴ δ΄. Σύ μου ἱσχύς, Κύριε.
Τῆς προσευχῆς, τῆς νοερᾶς σὺ διδάσκαλος, ἀνεδείχθης· ὅθεν καταξίωσον, ἡμᾶς πνοήν, φῶς καὶ ἡδονήν, γλυκυτάτην θέρμην, τὸ Ἰησοῦ ἔχει ὄνομα, καὶ μελετᾶν ἀπαύστως, ἐν καρδίᾳ καὶ λέγειν, Ἰησοῦ Ἰησοῦ μου γλυκύτατε.

Ἐκριζωτής, φιλαργυρίας μὲν γέγονας, τοῦ δ’ ἐλέους, φυτοκόμος ἄριστος· διὸ σοφέ, τῶν ψυχῶν ἡμῶν, τὴν φιλαργυρίαν, ἐκρίζωσον καὶ ἐμφύτευσον, τὴν ἐλεημοσύνην, πρὸς τοὺς πένητας πάντας, τὴν Θεῷ ὁμοιοῦσαν τὸν ἄνθρωπον.

Λόγοι οἱ σοί, κηρία μέλιτος πέλουσι, καὶ αἱ βίβλοι, σοῦ θεῖε Χρυσόστομε, μάννα ὑπάρχουσι γλυκασμοῦ, ξύλον ζωῆς θείας, καὶ ὕδωρ ὄντως νεκρέγερτον, ἐν αἷς ἀξίωσόν με, ἐντρυφᾶν ἀενάως, καὶ ζωὴν τὴν ἀθάνατον δρέπεσθαι.

Θεοτοκίον.
Σοῦ τὸ γλυκύ, καὶ θεῖον ὄνομα Δέσποινα, φῶς ὑπάρχει, τοῦ νοὸς καὶ ἔλλαμψις, ἔρως ψυχῆς, γλώττης γλυκασμός· διὸ κολληθήτω, ἐμῇ πνοῇ τοῦτο δέομαι, καὶ χείλη μου ψαλλέτω, καὶ καρδία βοάτω· Μαριάμ, Μαριὰμ ἀειπάρθενε.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὁ λαμπρὸς ἑωσφόρος, ὁ χρυσοφανὴς καὶ χρυσαυγίζων ἥλιος, ὁ χρυσαῖς ἀκτίσι, τῶν χρυσέων σου λόγων τὴν σύμπασαν, καταυγάσας κτίσιν, σκότος καταύγασον νοός μου, ἵνα κάλλη τὰ θεῖα φαντάζηται.

Ὥσπερ Ἄγγελος ἄλλος, ἐπὶ γῆς ἐβίωσας πάτερ Χρυσόστομε, κἂν διὰ τὴν σάρκα, τῶν Ἀγγέλων βραχὺ τὶ ἠλάττωσαι· ὅθεν τοὺς τὸ σχῆμα, ἡμᾶς φοροῦντας τῶν Ἀγγέλων, τοὺς Ἀγγέλους μιμεῖσθαι ἐνίσχυσον.

Πειρασμῶν τὰς νιφάδας, σὺ ὑπέμεινας Πάτερ ὡς πύργος ἄσειστος, θλίψεις ἐξορίας, ἀλλ’ εὐχαῖς σου ἡμᾶς ἐνδυνάμωσον, ὑπομένειν πάντας, τοὺς πειρασμοὺς ἐπερχομένους, ἐκ δαιμόνων ἀνθρώπων καὶ φύσεως.

Θεοτοκίον.
Ὀμβροτόκον νεφέλην, Σὲ ὁ ἐπουράνιος ὄμβρος ἀνέδειξε, παναγία Κόρη, ἐπομβρίζουσα χάριτας ἅπασιν· ὅθεν δέομαί Σου, τῇ σκληροτάτῃ μου καρδίᾳ, κατανύξεως δάκρυα ὄμβρισον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὡς ἔσωσας, Ἰωάννη ἄπειρα, βροτῶν πλήθη τοῖς παγχρύσοις σου λόγοις, οὕτως ἡμᾶς προσβολῆς ἀπὸ πάσης, τοῦ διαβόλου εὐχαῖς σου ῥυσάμενος, ὀψώνιον ὡς ἐκλεκτόν, τῷ Χριστῷ σεσωσμένους προσάγαγε.

Ὡς ἔκτεινας, βροτοκτόνου λέοντα, τοῦ Σταυροῦ τῷ ἀηττήτῳ σημείῳ, οὕτως ἡμῶν τὸν θυμὸν κτεῖνον Πάτερ, κατὰ τοῦ πέλας δεινῶς ὠρυόμενον, καὶ φθόνον τὸν ψυχοβλαβῆ, ὃς τοῦ φόνου Πατὴρ ὀνομάζεται.

Ἰάτρευσον, ἀσθενείας σώματος, καὶ τοῦ πνεύματος ἡμῶν Χρυσολόγε· σὺ γὰρ πολλῶν ἰατρὸς ἀνεδείχθης, ζῶν καὶ θανὼν χειρουργίᾳ τῆς χάριτος, ἐντεῦθεν καὶ θαυματουργός, Ἰωάννη ἐκλήθης ἀοίδιμε.

Θεοτοκίον.
Ὑπάρξασα, φλογοφόρον ὄχημα, καὶ λαβὶς ἀνθρακοφόρος Παρθένε, τὸν τῆς ψυχῆς τῆς ἐμῆς φλέξον ῥύπον, καὶ κατακρίσεως κάθαρον χείλη μου, ὡς ἄν Σε γλώττῃ καθαρᾷ, καὶ καρδίᾳ γεραίρω Πανύμνητε.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Χρυσολόγε, ὅτι σὲ ἐν πειρασμοῖς ἀεὶ προβαλλόμεθα, μεσίτην πρὸς τὸν Θεὸν καὶ Σωτῆρα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἰατρὲ τῆς ψυχῆς καὶ τοῦ σώματος ἄμισθε, τῶν ἐν ζάλῃ λιμὴν γαληνὲ καὶ ἀχείμαστε, Ἰωάννη θεῖε Χρυσόστομε, τοὺς δούλους σου ἡμᾶς, σπεῦσον θεράπευσον ταχύ, τοὺς κατ’ ἄμφω ἀσθενεῖς, πρὸς σὲ γὰρ καταφεύγομεν, πράϋνον τρικυμίας, στῆσον τὰς καταιγίδας, τῶν ἐπερχομένων δεινῶν, Χρυσολόγε τῇ ποίμνῃ σου.

Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμένῃ.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄ 9-16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν· καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσι καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Οὐρανὲ χρυσόμορφε, Χριστὸν ὡς ἥλιον ἔχων, καὶ ἀρετὰς κύκλωθεν, ὡς ἀστέρας λάμποντας νέε Πρόδρομε, τῶν Γραφῶν θάλασσα, μετανοίας κῆρυξ, μετὰ Παῦλον Παῦλε δεύτερε, στόμα τῆς χάριτος, καὶ βυθὲ σοφίας βαθύτατε, Χρυσόστομε μακάριε, σὲ ἀπὸ ψυχῆς ἱκετεύομεν, πρόφθασον καὶ ῥῦσαι, ἡμᾶς ἀπὸ παντοίων πειρασμῶν, καὶ σωτηρίας ἀξίωσον, θείαις μεσιτείαις σου.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς χρυσήλατος σάλπιγξ, ἡ τιμία σου γλῶσσα Πάτερ σαλπίσασα, ἀνέστησε κειμένους, ἐν τάφοις ἀμελείας, ἧς κἀμὲ ἐξανάστησον, καὶ προθυμίαν θερμήν, ἐν τοῖς καλοῖς μοι δίδου.

Πατὴρ ὤφθης Πατέρων, διδασκάλων διδάσκαλος χρυσεπώνυμε· διὸ σοὺς νεωκόρους, ἡμᾶς ὡς μαθητάς σου, καὶ υἱοὺς διαφύλαττε, ἀπὸ παντὸς λυπηροῦ, καὶ βλάβης τοῦ βελίαρ.

Πλούσιος εἶ τρισμάκαρ, ὡς χρυσοῦν ἔχω στόμα χρυσῆν καρδίαν τε, κεχρυσωμένος ὅλος· διὸ τοὺς πενομένους, καλοῖς ἡμᾶς πλούτισον, τῆς θεωρίας ὁμοῦ, καὶ πράξεως τῷ πλούτῳ.

Θεοτοκίον.
Κόσμος εἶ δύο κόσμων, θεοκόσμητε Κόρη· διὸ τὴν ἄκοσμον, ψυχήν μου ἐν ἀγάπῃ, χαρᾷ ὑπακοῇ τε, καὶ πραότητι κόσμησον, καὶ οὐρανίου τυχεῖν, ἀξίωσόν με κόσμου.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Λύρα ὤφθης Πατρὸς Υἱοῦ κιθάρα, Παρακλήτου ψαλτήριον θεόφρον· διὸ κἀμὲ τῆς ὑπερθέου ποίησον, ὄργανον Τριάδος, ταῖς πρὸς τὴν Τριάδα, ἐνθέοις σου πρεσβείαις.

Ἔμπνους οἶκος, τὰς ἀρετὰς ἁπάσας, περιέχων ἐφάνης Ἰωάννη· διὸ κἀμὲ οἶκον σεπτὸν ἀνάδειξον, ἀρετῶν εὐχαῖς σου, καὶ πασῶν ἐργάτην, τῶν ἐντολῶν Κυρίου.

Πυρὸς στύλος, γενοῦ μοι Χρυσολόγε, καὶ δροσώδης καὶ σκιερὰ νεφέλη, λιποψυχοῦντα βίου περιστάσεσιν, ἀναψύχων Πάτερ, καὶ καθοδηγῶν με, εἰς γῆν ἐπαγγελίας.

Θεοτοκίον.
Ἴδοιμί Σε Θεόνυμφε Μαρία, ἐν τῇ ὥρᾳ θανάτου ῥυομένην, ψυχὴν ἐμὴν χειρὸς δαιμόνων Ἄχραντε, ἵνα τελωνάρχας, τοὺς ἐν τῷ ἀέρι, διέλθω ἀκωλύτως.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Διδάσκαλος ἐφάνης μελισταγής, παρθενίας Χρυσόστομε Ὅσιε· ὅθεν ἡμᾶς, Πάτερ ταῖς ἀγρύπνοις σου προσευχαῖς, ἐν παρθενίᾳ φύλαξον, ψυχῆς τε καὶ σώματος καὶ νοός, πασῶν αἰσθήσεών τε, δι’ ὧν τῆς παρθενίας, τὸ θεῖον κάλλος διαφθείρεται.

Ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, Ἰωάννη Χρυσόστομε πρέσβευε, ὅπως ἡμεῖς, πάσας ὑποσχέσεις τὰς φοβεράς, φυλάξαι δυνηθείημεν, ὥσπερ ὑπεσχέθημεν τῷ Χριστῷ, ἐνώπιον Ἀγγέλων, ἐνώπιον Ἁγίων, ὅτε τὸ σχῆμα ἐνεδύθημεν.

Προσδέχου χαριστήριον ὡς βραχύ, τὴν παροῦσαν ᾠδὴν Χρυσεπώνυμε, ἀνθ’ ὧν ἡμᾶς, σκέπεις περιθάλπεις καὶ προνοεῖς, καὶ ἀμοιβὴν κατάπεμψον, τὰς δραστικώτατας σου προσευχάς, δι’ ὧν πυρὸς γεέννης, λύτρωσαι ἡμᾶς Πάτερ, καὶ Βασιλείας καταξίωσον.

Θεοτοκίον.
Παράκλητον προβάλλομεν πρὸς Θεόν, Σὲ Παρθένε οἱ δοῦλοί Σου ἅπαντες· ὅθεν Ἁγνή, δέησιν προσάγαγε Σῷ Υἱῷ, Πατρί τε καὶ τῷ Πνεύματι, τῷ ἑνὶ τῶν πάντων Δημιουργῷ, Τριάδι τῇ Ἁγίᾳ, ἵνα ἡμᾶς οἰκτείρῃ, καὶ πάντας σώσῃ, κόσμου Σώτειρα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις οἰκουμένης θεῖε φωστήρ, Ἱεραρχῶν δόξα, Διδασκάλων ἡ κορωνίς, ῥήτωρ τῶν ῥητόρων, καὶ Ποιμὴν τῶν Ποιμένων, κλέος τῶν Θεολόγων, Πάτερ Χρυσόστομε.

Χαίροις ὁ χρυσόρειθρος ποταμός, ὁ τὴν οἰκουμένην, καταρδεύων νάμα χρυσοῦν· χαίροις τὴν γλῶτταν, χρυσοῦς καὶ τὴν καρδίαν, Χρυσόστομε τρισμάκαρ, Πατριαρχῶν ἡ κρηπίς.

Θείας εὐσπλαγχνίας ἐγγυητά, Χρυσόστομε Πάτερ, καὶ ἁπάντων ἁμαρτωλῶν, ἡ παρηγορία, καὶ τῶν χηρῶν προστάτα, καὶ πλουτιστὰ πενήτων, σκέπε τοὺς δούλους σου.

Νυμφικὸν ὡς κόσμον τῇ τοῦ Χριστοῦ, Ἐκκλησίᾳ μάκαρ, καταλέλοιπας τὰς χρυσᾶς, καὶ θείας σου βίβλους, ὡς πολυτίμους λίθους, ὡς ψέλλια χλιδῶνας, καὶ περιδέραια.

Νεῖλον χρυσοῤῥόαν καὶ πακτωλόν, χρυσοδίνην Πάτερ, σὲ γινώσκομεν ἀληθῶς, οὐκ Αἴγυπτον μόνην, ἀλλ’ ἅπασαν τὴν κτίσιν, ἀρδεύοντα τοῖς ῥείθροις, τῶν θείων λόγων σου.

Ποίμανον εἰς πόας ἀνθοποιούς, εἰς νομὰς δροσώδεις, εἰς λειμῶνας τοὺς ζωηρούς, εἰς τόπον τῆς χλόης, καὶ εἰς πηγὰς ὑδάτων, Χρυσόστομε τρισμάκαρ, ἡμᾶς τοὺς δούλους σου

Ῥεῖθρον ἀναβλύζει μελισταγές, ἡ γλῶσσά σου Πάτερ, κατανύξεως δὲ ἡδύ, γλεῦκος ἀποστάζει, τὸ χρύσεόν σου στόμα, καὶ πόμα νεκταρῶδες, κιρνᾷ τὰ χείλη σου.

Ἔχοντας ναόν σου τὸν ἱερόν, τοῦτον Χρυσολόγε, ὡς προπύργιον νοητόν, προσφεύγομεν τούτῳ, ἐν ὥρᾳ τῶν κινδύνων, καὶ ἐπηρείας πάσης, ἀπολυτρούμεθα.

Αἴτησαι εἰρήνην παρὰ Θεοῦ, ὁμόνοιαν σκέπην, μέχρι τέλους ὑπομονήν, ψυχῶν σωτηρίαν, ἡμῖν τοῖς σοῖς οἰκέταις, εἰς δόξαν τοῦ Κυρίου, θεῖε Χρυσόστομε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θεῖε, Ἱεράρχα τοῦ Χριστοῦ, πάνσοφε Χρυσόστομε Πάτερ, φωστὴρ παγκόσμιε, πάσης ἀπολύτρωσαι, βλάβης καὶ θλίψεως, ὁρατῶν ἀοράτων τε, ἐχθρῶν καὶ παντοίων, νόσων ἐλευθέρωσον, ψυχῆς καὶ σώματος, τοὺς τὴν ἱεράν σου εἰκόνα, κατασπαζομένους ἐν πίστει, ἡμᾶς καὶ τιμῶντας, τὸ σὸν ὄνομα.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Χαιρετισμοί εις τον Άγιο Ιωάννη τον Χρυσόστομο