Παρακλητικός Κανών εις τον Άγιο Ιερομάρτυρα Καρτέριο

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας


†Εορτάζεται στις 8 Ιανουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρὀντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Καρτερικῶς ὑπὲρ Χριστοῦ ἐναθλήσας, κατὰ τὴν κλῆσιν ἐδοξάσθης ἀξίως, ἱερομάρτυς ἅγιε Καρτέριε· ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, τοὺς πιστῶς προστρέχοντας, τῇ θερμῇ σου πρεσβείᾳ, καὶ τῶν πταισμάτων αἴτει ἱλασμόν, παρὰ Κυρίου, ἡμῖν τοῖς τιμῶσί σε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Καρτερίαν ὦ Πάτερ μοι αἴτει. Γερασίμου.

ᾨδὴ α΄ Ἦχος πλ, δ΄. Ὑγρὰν διοδεύσας.
Κινδύνων παντοίων ἀπαλλαγήν, Καρτέριε αἴτει, καὶ εἰρήνην παρὰ Θεοῦ, τοῖς πίστει καὶ πόθῳ ἐξαιτοῦσι, τὴν σὴν θερμὴν προστασίαν μακάριε.

Ἀθλήσας νομίμως ὑπὲρ Χριστοῦ, Καρτέριε πάσης ἀνομίας καὶ ῥυπαρᾶς, πράξεως ἀπάλλαξόν με Πάτερ, καὶ μετανοίας με τρόποις βελτίωσον.

Ῥεόντων ἁπάσης ἐπιφορᾶς, Καρτέριε μάκαρ, ἀνωτέρους δεῖξον ἡμᾶς, καὶ τρῶσον ἡμᾶς τὰς διανοίας, τῇ τοῦ Σωτῆρος ἀγάπῃ δεόμεθα.

Θεοτοκίον.
Τοῖς πάθεσι Κόρη νυχθημερόν, μολύνομαι οἴμοι! καὶ τὸ σῶμα καὶ τὴν ψυχήν· σὺ οὖν λύτρωσαί με Θεοτόκε, τῆς χαλεπῆς τυραννίδος τοῦ ὄφεως.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐναθλήσας καθεῖλες, τὸν πονηρὸν δράκοντα, ὅθεν δυσωποῦμεν, τῆς τούτου ἡμᾶς κακώσεως, ῥῦσαι Καρτέριε, τῇ πρὸς Χριστόν σου πρεσβείᾳ, καὶ ἐξαίτει ἅπασι, πταισμάτων ἄφεσιν.

Ῥυπωθεὶς τῇ κακίᾳ, γέλως ἐχθροῦ πρόκειμαι, ἀλλ᾽ Ἱερομάρτυς Κυρίου, ἀξιοθαύμαστε, τῆς συνεχούσης με, ἔξεως λύτρωσαι τάχος, καὶ πρὸς καθαρότητα, βίου ὁδήγησον.

Ῥαντισμῷ τῶν θερμῶν σου, ἱκεσιῶν Ἅγιε, σβέσον τῶν παθῶν μου τὴν φλόγα, τὴν ψυχολέτειραν, καὶ τῇ καρδίᾳ μου, τὸ πῦρ τῆς θείας ἀγάπης, ἄναψον Καρτέριε, τὸ ζωοδώρητον.

Θεοτοκίον.
Ἴδε ἄνωθεν Κόρη, ἐν συμπαθεὶ ὄμματι, πτῶσιν τὴν δεινὴν τῆς ψυχῆς μου, καὶ θᾶττον ῥῦσαί με, τῆς τοῦ ἀλάστορος, ἐπιφορᾶς ἀκαθάρτου, καὶ τῆς μετανοίας με τρόποις βελτίωσον.

Διάσωσον ἱερομάρτυς Καρτέριε πάσης βλάβης, ταῖς θερμαῖς σου πρὸς τὸν Σωτῆρα δεήσεσι, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Δοξάσας Χριστόν, τοῖς θείοις σου παλαίσμασι, πολλῶν παρ᾽ αὐτοῦ, χαρίτων κατηξίωσαι, Καρτέριε μακάριε· διὰ τοῦτο πιστῶς σου δεόμεθα· μὴ διαλίπης πρεσβεύειν Χριστῷ, διδόναι ἡμῖν τὸ θεῖον ἔλεος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀθλητὴς ἐνθεώτατος, ὥφθης τοῦ Σωτῆρος πάτερ Καρτέριε, ὃν ἱκέτευε δεόμεθα, πάσης ἡμᾶς ῥύεσθαι στενώσεως.

Νοσημάτων καὶ θλίψεων, καὶ ἐπηρειῶν παντοίων τοῦ ὄφεως, ἀνωτέρους ἡμᾶς φύλαττε, ταῖς σαῖς ἀντιλήψεσι Καρτέριε.

Ὡς νικήσας τὸν δράκοντα, τοῖς σοῖς ὑπὲρ φύσιν θείοις παλαίσμασι, νικητὰς ἡμᾶς ἀνάδειξον, κατ᾽ αὐτοῦ Καρτέριε δεόμεθα.

Θεοτοκίον.
Πληγωθεὶς τὴν διάνοιαν, ταῖς ἐπιβουλαῖς ἐχθροῦ τοῦ ἁλάστορος, τῇ σῇ σπεύδω ἀγαθότητι, ἵνα τύχω Κόρη τῆς ἰάσεως.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄνωθεν ἡμᾶς, ἐποπτεύων συμπαθέστατα, ὡς κλεινὸς Ἱερομάρτυς τοῦ Χριστοῦ, μὴ ἐλλίπῃς δυσωποῦμέν σε Καρτέριε.

Ταῖς Ἀγγελικαῖς, στρατιαῖς συνευφραινόμενος, σὺν αὐταῖς ἀπαύστως πρέσβευε Χριστῷ, πάσης βλάβης ἡμᾶς ῥύεσθαι Καρτέριε.

Ἔπιδε ἡμῖν, ὡς θεράπων Χριστοῦ ἅγιος, τὰ αἰτήματα ἡμῶν ἀποπληρῶν, καὶ παρέχων ἡμῖν λύσιν πάσης θλίψεως.

Θεοτοκίον.
Ῥύπων χαλεπῶν, τὴν ψυχήν μου ἀποκάθαρον, τοῦ ἐλέους σου τοῖς ῥείθροις δυσωπῶ, Θεοτόκε ἡ ἐλπὶς τῆς σωτηρίας μου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μαρτύρων, ὑπεισελθὼν τοὺς ἀγῶνας, πρὸς ὁδὸν τῶν θεϊκῶν μαρτυρίων, ταῖς πρὸς Χριστὸν ἱκεσίαις ὁδήγει, ἱερομάρτυς παμμάκαρ Καρτέριε, τοὺς ποιόντας εὐλαβῶς, τῇ θερμῇ σου πρεσβείᾳ ἑκάστοτε.

Οὐράνωσον, γεωθέντα τὸν νοῦν μου, τῶν πολλῶν ἁμαρτιῶν ταῖς ἰδέαις, τῆς ἐναρέτου ζωῆς ἐν τῇ πράξει, ἱερομάρτυς Καρτέριε ὅσιε, καὶ ῥῦσαί με ὡς συμπαθής, πονηρᾶς συνηθείας καὶ ἕξεως.

Ἰσχύι, τῇ τοῦ Χριστοῦ ἀριστεύσας, ἐν ἀγῶσι τῆς ἀθλήσεως Πάτερ, ἰσχὺν καὶ δύναμιν θείαν ἐξαίτει, κατὰ παθῶν πολυτρόπων Καρτέριε, τοῖς παρεστῶσιν εὐλαβῶς, τῇ σεπτῇ καὶ ἁγίᾳ Εἰκόνι σου.

Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις ἀσυγκρίτως Παναγία παρθένε, τὸν Ποιητὴν καὶ Θεὸν τετοκυῖα, τῆς ἁγιότητος Κόρη τὴν ἄβυσσον, διὸ ἐκκάθαρον κἀμέ, ἐξαγίστων καὶ λόγων καὶ πράξεων.

Διάσωσον ἱερομάρτυς Καρτέριε πάσης βλάβης, ταῖς θερμαῖς σου πρὸς τὸν Σωτῆρα δεήσεσι, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἱερομάρτυς Κυρίου Καρτέριε, ἐγκαρτερεῖν ἡμᾶς πάντας ἐνίσχυσον, ποικίλαις τοῦ βίου στενώσεσιν, ὡς ἂν πταισμάτων συγχώρησιν λάβωμεν, ταῖς σαῖς πρὸς Χριστὸν παρακλήσεσι.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἀγίοις Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιβ΄8 – 12).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ, ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ. Ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε, πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μύστης ἐνθεώτατος, Εὐαγγελίου ἐγένου, καὶ σοφὸς διδάσκαλος, ὅσιε Καρτέριε θείας πίστεως, καὶ στεῤῥῶς ἤθλησας, ὑπὲρ τῆς ἀγάπης, τοῦ Σωτῆρος πανσεβάσμιε, διὸ καὶ μέτοχος, τῆς αὐτοῦ εὐκλείας γενόμενος, διὰ παντός, ἱκέτευε, πάσης συνοχῆς καὶ κακώσεως, ἅπαντας ῥυσθῆναι, τοὺς μέλποντας τὴν ἄθλησιν τὴν σήν, καὶ τὸν Χριστὸν μεγαλύνοντας, τὸν σὲ θαυμαστώσαντα.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱλασμὸν ἡμῖν αἴτει, καὶ παθῶν ἀκαθάρτων τὴν ἀπολύτρωσιν, καὶ πόνων θεραπείαν, καὶ πᾶσι σωτηρίαν, τοῖς βοῶσιν Καρτέριε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τὸν Σωτῆρα κηρύξας, καὶ ἐχθροῦ θριαμβεύσας τὰ μηχανήματα, αὐτοῦ τῆς κακουργίας, ἀπάλλαξον ἐν τάχει, τοὺς βοώντας Καρτέριε· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ἐναθλήσας νομίμως, τῶν ἀνόμων ἠκύρωσας τὰ βουλεύματα, διὸ ἡμᾶς ἐκ νόμων, καὶ λόγων τε καὶ ἔργων, ἀνωτέρους συντήρησον, Καρτέριε ἱερέ, τῇ σῇ ἐπιστασίᾳ.

Θεοτοκίον.
Ἰατρὸν ἡ τεκοῦσα, καὶ Σωτῆρα τοῦ κόσμου Χριστὸν τὸν Κύριον, ἰάτρευσον τὸ ἄλγος, ψυχής μου τῆς ἀθλίας, καὶ βοῶντά με οἴκτειρον· χαῖρε Παρθένε ἁγνή, ἁμαρτωλῶν προστάτις.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γενοῦ μοι Μάρτυς, καταφυγὴ ἐν ἀνάγκαις, ἐκλυτρούμενος δεινῶν ἐπηρειῶν με, ἵνα σε γεραίρω, Καρτέριε παμμάκαρ.

Ἔχων μεγίστην, πρὸς τὸν Χριστὸν παῤῥησίαν, καθικέτευε Κἀρτέριε ἀπαύστως, ὑπὲρ τῶν τιμώντων, τοὺς θείους σου καμάτους.

Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τοῖς προσπίπτουσι τῇ θείᾳ σου Εἰκόνι, καὶ σὲ ἀνυμνοῦσι, Καρτέριε θεόφρον.

Θεοτοκίον.
Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, ἀειπάρθενε Μαρία Θεοτόκε, σῶσόν μὲ σὸν δοῦλον, χειρῶν τῶν τοῦ βελίαρ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνὼν σὺν τοῖς Ἀγγέλοις, σὺν αὐτοῖς δυσώπει, ἱερομάρτυς Καρτέριε ἅγιε, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει μακαριζόντων σε.

Ἰλύος ἁμαρτίας, κάθαρον τὸν νοῦν μου, καθαρτικαῖς σου πρεσβείαις Καρτέριε, καὶ καθαρᾶς πολιτείας ἐργάτην δεῖξόν με.

Μαρτύρων καὶ Ὁσίων, ἰσότιμος πέλων, ἱερομάρτυς Καρτέριε ἔνδοξε, τὰς ἱκεσίας προσδέχου ἡμῶν δεόμεθα.

Ὁδόν με διανύειν, ἀρετῶν τὴν θείαν, καὶ ἀποκλίνειν ἐχθροῦ ἅπαν βούλευμα, ἐνίσχυσόν με Καρτέριε ἱκετεύω σε.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, κεχαριτωμένη, τὴν ῥυπαράν μου καρδίαν ἐκκάθαρον, ἐκ πονηρῶν ἐνθυμήσεων, καὶ προλήψεων.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χάριτος τῆς θείας σκεῦος λαμπρόν, σεαυτὸν τελέσας, διὰ βίου εἰλικρινοῦς, τοῦ Εὐαγγελίου, διδάσκαλος ἐδείχθης, καὶ ἤθλησας ἀνδρείως, πάτερ Καρτέριε.

Τῇ σῇ ἐπινεύσας θείῳ ζωῇ, ὁ πάντων Δεσπότης, ἐν ὁράματι μυστικῶς, ὥφθη σοι παμμάκαρ, καὶ θείας σε ἰσχύος, καὶ χάριτος πλουσίας, Πάτερ ἐνέπλησε.

Χαίροις ὁ ἀνδρείως ὑπὲρ Χριστοῦ, τοὺς μεγίστους ἄθλους, διανύσας καρτερικῶς, Καρτέριε πάτερ, ὡς ἄσαρκος ἐν ὕλῃ, φανεὶς ἐν τοῖς ἀγῶσι, Πνεύματος χάριτι.

Πᾶσαν καταβέβληκας τοῦ ἐχθροῦ, τὴν δύναμιν Πάτερ, ἀσθενείᾳ τῇ τῆς σαρκός· διὸ τῆς σαρκός μου, θεράπευσον τὰ πάθη, τῇ σῇ ἐπιστασίᾳ, θεῖε Καρτέριε.

Πυρὸς καὶ σιδηροῦ θείᾳ ῥοπῇ, κρατήσας θεόφρον, ἐν ἀγῶσι σου τοῖς στεῤῥοῖς, τῆς ὑπερκοσμίου, εὐκλείας τε καὶ δόξης, λαμπρῶς κατηξιώθης, πάτερ Καρτέριε.

Θείας ἀπολαύων μάκαρ ζωῆς, καὶ δόξης ἀλήκτου, ἐν σκηνώμασιν οὐρανῶν, καρτερίαν δίδου, ὑπομονήν τε πᾶσαν, ἐν τῷ παρόντι βίῳ, ἡμῖν Καρτέριε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίρων τὴν ἀΐδιον χαράν, σὺν ταῖς τῶν Ἁγίων χορείαις, ἐν οὐρανίοις σκηναῖς, ἅγιε Καρτέριε ἱερομάρτυς Χριστοῦ, ἐκτενῶς καθικέτευε, τὸν πάντων Δεσπότην, πάσης ἡμᾶς ρύεσθαι, βλάβης καὶ θλίψεως, ἄφεσιν πταισμάτων δὲ δοῦναι, καὶ πειρατηρίων καὶ πόνων, τὴν ταχεῖαν λύσιν τοῖς τιμῶσί σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Καρτερίαν δίδου μοι ἀεὶ ἐν βίῳ
Καρτέριε ἅγιε τῷ Γερασίμῳ.