Παρακλητικός Κανών εις τον Άγιον Νέον Ιερομάρτυρα Κύριλλον του Λούκαριν

Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου

†Εορτάζεται στις 27 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ κάτωθι Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀλεξανδρείας ὁ σοφὸς ἀρχιθύτης, Βασιλευούσης ὁ λαμπρὸς κυβερνήτης, Πατριαρχῶν ὦ Κύριλλε, ἡ θεία καλλονή, ἀρετῶν κοσμούμενος, μυστικῇ εὐκοσμίᾳ, τοῦ Χριστοῦ τοῖς στίγμασιν, ἱερῶς ἐλαμπρύνθης· ὃν ἐκδυσώπει Πάτερ ἐκτενῶς, ὑπὲρ ἡμῶν τῶν τελούντων τὴν μνήμην σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστοῦ παραστάδος ἀξιωθείς, ὡς Ἱερομάρτυς, Πάτερ Κύριλλε εὐκλεής, αὐτὸν ἐκδυσώπει παῤῥησίᾳ, ἐλεηθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.

Θεὸν μεγαλύνας ἐπὶ τῆς γῆς, ταῖς ποιμαντικαῖς σου, Πάτερ Κύριλλε ἀρεταῖς, αὐτὸν μὴ ἐλλίπῃς ἱκετεύων, ἵνα ῥυσθῶμεν παθῶν τῆς χειρώσεως.

Τρυφῆς κοινωνήσας τῆς θεϊκῆς, ὡς ἐν πατριάρχαις, Μάρτυς Κύριλλε εὐκλεής, πρεσβεύων μὴ παύσῃ τοῦ δοθῆναι, παραπτωμάτων ἡμῖν τὴν συγχώρησιν.

Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, Ἄχραντε παρθένε, χάριτός σου τῆς μητρικῆς, τὴν ἐν ἁμαρτίας σκοτοδίνῃ, ἐζοφωμένην ἀθλίως καρδίαν μου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκκλησίας ἐδείχθης, ἀρχιερεὺς πάνσοφος, καὶ περικλεὴς Ἀθλοφόρος, τοῦ Παντοκράτορος, στῦλος τῆς πίστεως, καὶ Ὀρθοδόξων προστάτης· διὰ τοῦτο πάντες σε, τιμῶμεν Κύριλλε.

Τὸν Χριστὸν ἀγαπήσας, ἀπὸ παιδὸς Κύριλλε, τοῦ Εὐαγγελίου τῷ λόγῳ, σαὐτὸν ἐῤῥύθμισας· ὅθεν ἀξίωσον, ἔνθεον βίον ἀνύειν, τοὺς ἀνευφημοῦντάς σου, τὰ προτερήματα.

Οὐρανῶν βασιλείας, ἀξιωθεὶς Κύριλλε, οἷα μιμητὴς τοῦ Δεσπότου, θεομακάριστος, ἡμᾶς δεόμεθα, τοὺς ἐπὶ γῆς σε τιμῶντας, ἀπὸ πάσης λύτρωσαι, νόσου καὶ θλίψεως.

Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων σου, ὡς ἂν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές σε, τὴν Θεομήτορα.

Διάσωσον ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων, τοὺς τῇ σεπτῇ σου πρεσβείᾳ προστρέχοντας, Κύριλλε πάτερ θεόφρον Ἱερομάρτυς.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Λαοῦ τοῦ πιστοῦ, ἀξίως προϊστάμενος, Μαρτύρων τιμῆς, καὶ δόξης κατηξίωσαι· διὰ τοῦτο πρέσβευε, τῷ Δεσπότῃ ἔνδοξε Κύριλλε, ἵνα ἐχθρῶν ῥυσθῶμεν ἀπειλῆς, οἱ ὕμνον κροτοῦντες σοὶ ἐπάξιον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς σοφίας δεξάμενος, Κύριλλε τὴν ἔλλαμψιν ἐν καρδίᾳ σου, ὡς φωστὴρ ἐν στερεώματι, τῷ τῆς Ἐκκλησίας ἐξανέτειλας.

Εἰρηναῖον καὶ ἄλυπον, βίον ἐν σεμνότητι καταξίωσον, διανύειν ἡμᾶς Κύριλλε, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Σηπεδόνας τοῦ σώματος, καὶ ψυχῆς νοσήματα τῶν τιμώντων σε, χειρουργίᾳ τῆς σῆς χάριτος, ἴασαι τελείως πάτερ Κύριλλε.

Θεοτοκίον.
Ῥυπωθέντα τοῖς πταίσμασι, ῥείθροις με ἀπόπλυνον τῆς σῆς χάριτος, ἵνα Μῆτερ Ἀειπάρθενε, τόκον σου δοξάζω τὸν ἀμόλυντον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στῦλος ἀῤῥαγής, εὐσεβείας ἀναδέδειξαι, πάτερ Κύριλλε ἐν βίῳ σου παντί, ὑπὲρ ταύτης σθεναρῶς ἀγωνισάμενος.

Φώτισον ἡμῶν, τῶν πιστῶν τρισμάκαρ Κύριλλε, τὰς καρδίας τῇ φαιδρᾷ μαρμαρυγῇ, τῆς δοθείσης σοι ὑψόθεν θείας χάριτος.

Νεῦσον συμπαθῶς, ταῖς λιταῖς τῶν προσιόντων σοι, Πάτερ Κύριλλε λυτρούμενος αὐτούς, ἐκ παντοίας δυσπραγίας καὶ κακώσεως.

Θεοτοκίον.
Ἴδε συμπαθῶς, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, καὶ παράσχου μοι ὑγιείαν σταθηράν, ἡ τὸν μέγαν ἰατρὸν Χριστὸν κυήσασα.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
‘Υψώμασιν ὀρθοδόξοις Κύριλλε, ὡς σοφὸς Ἀρχιερεὺς διαπρέπων, ἐν διδαχαῖς σου τρισμάκαρ καὶ ἔργοις, τῶν κακοδόξων καθεῖλες τὸ φρύαγμα, καὶ ἐστερέωσας τοῦ σοῦ, θεολέκτου ποιμνίου τὸ φρόνημα.

Ἐπάκουσον θεομάκαρ Κύριλλε, τῆς δεήσεως ἡμῶν Πάτερ ταύτης, καὶ τυραννίδος παθῶν ἀκαθέκτων, δεῦρο ἡμᾶς ἀπαλλάττων βοῶντάς σοι· Πατριαρχῶν χαίροις κανών, καὶ Μαρτύρων τερπνὸν ἐγκαλλώπισμα.

Προστρέχομεν, εὐσεβῶς σοι Κύριλλε, καὶ βοῶμέν σοι ἐκ βάθους καρδίας· Ἱερομάρτυς Χριστοῦ βακτηρίᾳ, τῆς ἀληθῶς κραταιᾶς προστασίας σου, πρὸς σωτηρίου τὴν νομήν, τοὺς εἰς σὲ ἀφορῶντας ὁδήγησον.

Θεοτοκίον.
Λαμπρότατον τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα. Ὅθεν τῆς χάριτος τὸ φῶς, τῇ ζοφώδῃ ψυχῇ μου ἀνάτειλον.

Διάσωσον ἀπὸ κινδύνων παντοίων καὶ νοσημάτων, τοὺς τῇ σεπτῇ σου πρεσβείᾳ προστρέχοντας, Κύριλλε Πάτερ θεόφρον Ἱερομάρτυς.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἰεραρχίας κοσμήσας τὸ ἔνδυμα, τοῦ μαρτυρίου σου Πάτερ τοῖς στίγμασι, Χριστὸς ὁ Θεός σε ἐδόξασεν, ὃν παῤῥησίᾳ ἱκέτευε Κύριλλε, σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.

Προκείμενον. Ἦχος δ΄.
Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.
Στίχος. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 16)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Βίον οὐρανόφρονα, δι’ ἀρετῆς κεκτημένος, Ἱεράρχης γέγονας, Ἐκκλησίας Ὅσιος, παμμακάριστε· ὡς δὲ χρηστότατος, ποιμὴν Ὀρθοδόξων, τοῦ ποιμνίου προϊστάμενος, πρὸς τὸ μαρτύριον, ἐν ἀγαλλιάσει ἐχώρησας, καὶ φρύαγμα ἐπάτησας, τῶν ἐχθρῶν τῆς πίστεως Κύριλλε· ὅθεν τοὺς ὑμνοῦντας, τοὺς ἄθλους καὶ ἀγῶνάς σου πιστῶς, τῆς προστασίας σου πάντοτε, δίδου τὰ γνωρίσματα.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μαρτυρίου τὸν δρόμον, διανύσας προθύμως, ὁ θεοφόρος ποιμήν, τὴν μάνδραν ἐν ὑψίστοις, ἐπέβης τῶν Μαρτύρων, ἔνθα νῦν ἀγαλλόμενος, μὴ διαλλίπῃς ἡμῶν, Κύριλλε μνημονεύων.

Ἔχοντές σε ἐν βίῳ, ἀληθῆ παραστάτην, σπεύδομεν Πάτερ σοφέ, πρεσβείας σου ἁγίας, τῇ κραταιᾷ δυνάμει, ἱκετεύοντες Κύριλλε· ἄνωθεν σκέπε ἡμᾶς, Ἅγιε καὶ εὐλόγει.

Ἴερῶν σου λειψάνων, τὴν μυρίπνοον θήκην, ὡς θησαυρὸν τιμαλφῆ, Μονὴ τῆς Ἀγκαράθου, ἐν κόλποις κεκτημένη, ἐπαγάλλεται Κύριλλε· αὐτὴν οὖν φρούρει ἀεί, καὶ φύλαττε εὐχαῖς σου.

Θεοτοκίον.
Λυτρωτὴν τοῖς ἀνθρώποις, ὑπὲρ φύσιν Παρθένε, ἀπογεννήσασα, παθῶν τῆς τυραννίδος, εὐσπλάγχνως λύτρωσαί με, ἵνα πίστει κραυγάζω σοι· Χαῖρε Μαρία ἀγνή, Κυρία τῶν Ἀγγέλων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῆς Ἀγκαράθου, ἀγαλλιᾶται ἡ Μάνδρα, πάτερ Κύριλλε κατέχουσα ἐν κόλποις, τῶν ἡγιασμένων, λειψάνων σου τὴν θήκην.

Θεῖος προστάτης, γενοῦ καὶ ἄγρυπνος φύλαξ, τοῖς προστρέχουσι τῇ θείᾳ σου πρεσβείᾳ, Κύριλλε παμμάκαρ, καὶ σὲ ὑμνολογοῦσιν.

Ἐπίνευσόν μου, ὡς εὐμενὴς τῇ δεήσει, πάτερ Κύριλλε Χριστοῦ ἱερομάρτυς, εἰρήνην παρέχων, τελείᾳ τῇ ψυχῇ μου.

Θεοτοκίον.
Ὄλον με πλῆσον, τῆς θεαυγοῦς χάριτός σου, ἀπελαύνουσα τὸ σκότος τῶν κακῶν μου, ἵνα σε γεραίρω, τὴν Κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ποιμάνας τὸν λαόν σου, Κύριλλε ἀξίως, μαρτυρικῶς πρὸς Θεόν ἐξεδήμησας, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν εὐφημούντων σε.

Βοήθει ἐν τοῦ βίου, ταῖς ταλαιπωρίαις, καὶ χαλεπαῖς περιστάσεσι Κύριλλε, τοὺς εὐλαβῶς προσιόντας, τῇ ἀντιλήψει σου.

Ὁ πάντων Ὀρθοδόξων, μέγιστος προστάτης, καὶ ἀντιλήπτωρ ταχύτατος Κύριλλε, τῆς ἀρωγῆς σου τὴν χάριν, ἡμῖν πρυτάνευσον.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἁμαρτημάτων αἰσχρῶν ἀποκάθαρον, τοῦ μολυσμοῦ τὰς καρδίας, τῶν προστρεχόντων σοι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Κρητονήσου ἄνθος τερπνόν, καὶ Ἀλεξανδρείας, ποιμενάρχης περικλεής· Χαίροις πατριάρχης, σοφὸς τῆς Κωνσταντίνου, καὶ Ἐκκλησίας στῦλος, ἔνδοξε Κύριλλε.

Θρόνῳ διαπρέψας ἐν ὑψηλῷ, δόξῃ μαρτυρίου, ἐλαμπρύνθης περιφανῶς, Κύριλλε καὶ ὤφθης, φωστὴρ τῆς Ἐκκλησίας, φωτίζων καὶ λαμπρύνων, τοὺς προσιόντας σοι.

Χαίροις τῶν Πατέρων ὁ ζηλωτής, καὶ Ὀρθοδοξίας, ὁ γενναῖος προασπιστής· χαίροις εὐσεβείας, διδάσκαλος θεόπνους, πατριαρχῶν τὸ κλέος, ὅσιε Κύριλλε.

Πρέσβευε Κυρίῳ διηνεκῶς, τῷ δοξάσαντί σε, ἐν ὑψίστοις ὑπὲρ ἡμῶν, τῶν ἀσπαζομένων, λειψάνων σου τὴν θήκην, ἐξ ἧς ἐκβλύζει ῥεῖθρον, χάριτος Κύριλλε.

Δεῦτε εὐσεβάστως οἱ εὐσεβεῖς, ᾄδοντες τὸν ὕμνον, τῷ Κυρίλλῳ τῷ εὐκλεεῖ, ὅτι ἐν καθέδρᾳ, πατριαρχῶν ἐμπρέψας, Μαρτύρων ἀνεδείχθη, θεῖος ὁμότροπος.

Ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, ὡς ἱερομάρτυς, πάτερ Κύριλλε θαυμαστός, προστάτευε πάντων, τῶν σὲ ὑμνολογούντων, κινδύνων ἐκ παντοίων, αὐτοὺς ῥυόμενος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δόκιμος ἐργάτης γεγονώς, σὺ τοῦ μυστικοῦ ἀμπελῶνος, τῆς Ἐκκλησίας Χριστοῦ, ὤφθης καλλιέρημα, Θεῷ εὐπρόσδεκτον, καὶ αὐτοῦ εἰσελήλυθας, ἐν τῇ βασιλείᾳ, διαλάμπων στίγμασι, τοῦ μαρτυρίου σου· ὅθεν παῤῥησίαν ὡς ἔχων, Κύριλλε παμμάκαρ ἐξαίτει, ἔλεος καὶ χάριν τοῖς ὑμνοῦσί σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Κύριλλον προστρέχοντα τῇ ἀρωγῇ σου,
Κύριλλε περίσῳζε κακῶν παντοίων.

Χαιρετισμοί εις τον Άγιον Νέον Ιερομάρτυρα Κύριλλον του Λούκαριν

Εγκώμια εις τον Άγιον Νέον Ιερομάρτυρα Κύριλλον του Λούκαριν