Παράκληση εις τον Άγιο Λαυρέντιο Κτίτορα της Ιεράς Μονής Παναγίας Φανερωμένης Σαλαμίνας
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 7 Μαρτίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς βοηθὸς καὶ πρεσβευτὴς πρὸς τὸν Κτίστην, τῶν προσιόντων τῇ θερμῇ σου πρεσβείᾳ, καὶ προσκυνούντων τὴν σεπτὴν Εἰκόνα σου, πάσης ἀπολύτρωσαι, ἐπηρείας καὶ βλάβης· ὅσιε Λαυρέντιε, καὶ παθῶν καὶ κινδύνων, καὶ τὴν σὴν σκέπην Πάτερ τὴν σεπτἠν, μὴ ἀντανέλῃς, ἀεὶ ἐκ τῆς ποίμνης σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ κανών οὗ ἡ ἀκροστιχίς·
Σὺ εἷ Λαυρέντιε ἡμῶν φύλαξ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Στεφάνῳ τῆς δόξης τῆς θεϊκῆς, κοσμούμενος Πάτερ, καθικέτευε ἐκτενῶς, παθῶν ἐκλυτροῦσθαι ἀδοξίας, τοὺς τῇ σῇ σκέπῃ Λαυρέντιε σπεύδοντας.
Ὑψόθεν μὴ παύσῃ περισκοπῶν, ταύτην τὴν Μονὴν σου, συμπαθείᾳ σου πατρικῇ, καὶ ταύτης μακρὰν ἀποδιώκων, τὰ τοῦ βελίαρ Λαυρέντιε σκάνδαλα.
Ἐλλάμψει τῶν θείων σου πρεσβειῶν, παθῶν τὴν ὁμίχλην, καὶ τὸν ζόφον τῶν ὀδυνῶν, Λαυρέντιε λῦσον καὶ παράσχου, φῶς ταῖς ψυχαῖς ἡμῶν Πάτερ οὐράνιον.
Θεοτοκίον.
Ἱκέτευε Πάτερ διὰ παντός, τὴν ἄχραντον Κόρην, ὡς θεράπων ταύτης πιστός, διδόναι τῆς χάριτος τὰ δῶρα, τῇ ἱερᾷ ταύτης Μάνδρᾳ ἑκάστοτε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Λαμπρυνόμενος φέγγει, τῷ νοητῷ Ὅσιε, λάμπρυνον ἡμῶν τὰς καρδίας, φωτὶ τῆς χάριτος, ταῖς φωτοφόροις σου, πρὸς τὸν Χριστὸν ἱκεσίαις, καὶ πταισμάτων αἴτησαι, ἡμῖν συγχώρησιν.
Ἀνωτέρους ἁπάσης, τοῦ δυσμενοῦς φύλαττε, Πάτερ ἐπηρείας καὶ βλάβης, τοὺς καταφεύγοντας, τῇ ἀντιλήψει σου, καὶ δίδου τούτοις εἰρήνην, καὶ βίου βελτίωσιν, μάκαρ Λαυρέντιε.
Ὑπερμὰχει ἀπαύστως, τῆς σῆς Μονῆς Ἄγιε, τῆς ὡς θησαυρὸν κεκτημένης, τὴν θείαν κάραν σου, τὰς κατ’ αὐτῆς χαλεπὰς, ἀεὶ βουλὰς ἀποτρέπων, τῇ θερμῇ πρεσβείᾳ σου, Πάτερ πρὸς Κύριον.
Θεοτοκίον.
Ῥήσεσί σου ὑπείκων, πίστει θερμὴ Ἄχραντε, εὕρατο τὴν σὴν παναγίαν, Εἰκόνα Δέσποινα, ὁ σὸς Λαυρέντιος, ὡς θησαυρὸν κεκρυμμένον οὗ λιταῖς διὰσωζε, ταύτην τὴν Μάνδραν σου.
Διάσωσον πάσης ἀνάγκης Λαυρέντιε θεοφόρε, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Δοξάσας Χριστόν, ἐπὶ τῆς γῆς Λαυρέντιε, καὶ δόξης τυχών, ἐν οὐρανοῖς τῆς κρείττονος, αὐτὸν ἀεὶ ἱκέτευε, γεηρῶν φρονημάτων καὶ θλίψεων, καὶ πταισμάτων καὶ νόσων δεινῶν, λυτροῦσθαι ἡμᾶς τοὺς σὲ γεραίροντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐν τῇ σῇ Πάτερ χάριτι, καὶ τῇ προσδοκίᾳ τῆς προστασίας σου καυχωμένη πάσης θλίψεως, ὴ πληθὺς πιστῶν ἀπαύστως ῥύεται.
Νοσημάτων ἀπάλλαξον, τῶν κατὰ ψυχὴν καὶ σῶμα Λαυρέντιε, τοὺς προσπίπτοντας τῇ κάρᾳ σου, τῇ χαριτωθείσῃ Θείῳ Πνεύματι.
Τοῦ ἐχθροῦ τὰ ὁρμήματα, τοῦ κατὰ τῶν δούλων σου ἐπιπίπτοντος, κατασύντριψον Λαυρέντιε, τῇ σοὶ δεδομένῃ Πάτερ χάριτι.
Θεοτοκίον.
Ἱερὸν φροντιστήριον, τῇ Μητρὶ τοῦ Λόγου ἀνέθου Ἅγιε, ἣν δυσώπει ταῖς ψυχαῖς ἡμῶν, δοῦναι οὐρανίαν θείαν ἔλλαμψιν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔπιδε σοφέ, πατρικῷ ίλέῳ ὄμματι, τοὺς προστρέχοντας τῇ σκέπῃ σου πιστῶς, καὶ παρὰσχου τούτοις Πάτερ τὰ αἰτήματα.
Ἤνυσας στεῤῥῶς, τοὺς ἀγῶνας τῆς ἀσκήσεως· ἔνθεν δίδου καὶ ἡμῖν ταῖς σαῖς λιταῖς, ἰσχὺν Πὰτερ, θεοφρόνως πολιτεύεσθαι.
Μέγαν ἀρωγόν, κεκτημένοι σε Λαυρέντιε, ἐκ μεγάλων συμφορῶν καὶ πειρασμῶν, τῇ μεγίστῃ σου πρεσβείᾳ ἐκλυτρούμεθα.
Θεοτοκίον.
Ὤφθης μυστικῶς, Λαυρεντίῳ τῷ θεόφρονι, Θεοτόκε καὶ ἐνέπλησας αὐτόν, εὐφροσύνης καὶ φωτὸς τοῦ ὑπὲρ ἔννοιαν.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ναμὰτων, τῶν μυστικῶν θεοφόρε, ἡμῖν ὄμβρησον ῥανίδας ὑψόθεν, καὶ τῶν παθῶν ἡμῶν σβέσον τὴν φλόγα, καὶ τὴν διψῶσαν ψυχὴν ἡμῶν πότισον, ἵνα βλαστήσῃ τῷ Χριστῷ ἀρετῶν τὰ ὡραῖα βλαστήματα.
Φωτὶ μέν, τῶν ἱερῶν πρεσβειῶν σου, ἀποδίωξον ἐχθρὸν τὸν ζοφώδη, τὸν καθ’ ἡμῶν ὡρυόμενον Πάτερ, τῷ δὲ πυρὶ τῆς ἐν σοὶ θείας χάριτος, πρὸς ἀρετῶν ἡμῶν τὸν νοῦν, ἐργασίαν σωτήριον θέρμανον.
Ὑψίστου, θεράπων ὅσιος ὤφθης, τῇ ἁγίᾳ σου ζωῇ θεοφόρε· διὸ ἡμᾶς ἐναγῶν φρονημάτων, καὶ ἐννοιῶν ἀκαθάρτων ἀπάλλαξον, Λαυρέντιε θαυματουργέ, διεγείρων ἡμᾶς πρὸς τὰ κρείττονα.
Θεοτοκίον.
Λυχνία, χρυσοειδὴς θείας δόξης, Θεοτόκε ἀειπάρθενε Κόρη, τῆς μητρικῆς σου ἀεὶ προμηθείας, τὰς δαψιλεῖς χορηγίας πρυτάνευε, ταύτῃ τῇ Μάνδρᾳ σου Ἁγνή, ἣν ὁ θεῖος Λαυρέντιος ἵδρυσε.
Διὰσωσον πάσης ἀνάγκης Λαυρέντιε θεοφόρε, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντἀκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ταῖς σαῖς πρεσβείαις Λαυρέντιε ὅσιε, πάσης ἀνάγκης καὶ θλίψεως λύτρωσαι, τοὺς πίστει καὶ πόθῳ προσπίπτοντας, τῇ ἱερᾷ σου Εἰκόνι ἑκάστοτε, ἐξ ἧς χάρις ἄφθονος πρόεισι.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27 – 30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλος ἐνθεώτατος, ὑστέροις χρόνοις ὡράθης, βίον τὸν ἰσάγγελον, βιοτεύσας Ὅσιε πόθῳ κρείττονι· νῦν ζωῆς μέτοχος, τῆς ἐπουρανίου, χρηματίζων καὶ θεούμενος, θείαις μεθέξεσι πρέσβευε ἀπαύστως δεόμεθα, Λαυρέντιε μακάριε, ῥύεσθαι δεινῶν περιστάσεων, καὶ παθῶν ποικίλων, καὶ πάσης ἐν τῷ βίῳ συμφορᾶς, τοὺς εὐλαβῶς καταφεύγοντας, ταῖς σαῖς ἀντιλήψεσι.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀσθενοῦσαν ὡς πάλαι, τὴν γυναῖκα ἰάσω ταῖς ἰκεσίαις σου, καὶ νῦν συνεχομένους, ἡμᾶς ποικίλοις πόνοις, θεραπείας ἀξίωσον, ταῖς πρὸς Χριστόν σου λιταῖς, Λαυρέντιε τρισμὰκαρ.
Ξενοτρόπως τὸ βλέπειν, ἐχαρίσω θεόφρον τῷ πηρωθέντι ποτέ· καὶ νῦν ἡμῶν τὰς κόρας, τὰς τῆς ψυχῆς εὐχαῖς σου, θεοφόρε διὰνοιξον, τοῦ βηματίζειν ὀρθῶς, τὰς τρίβους τοῦ Κυρίου.
Γνώμη Πάτερ τελεία, τὸν ἐλθόντα ἰάσω δαιμόνων μάστιγος· καὶ νῦν ἡμᾶς μανίας, πνευμάτων ἀκαθάρτων, ἀπολύτρωσαι Ἄγιε, καὶ τῶν πταισμάτων ἡμῖν τὴν ἄφεσιν ἐξαίτει.
Θεοτοκίον.
Ἐπιστᾶσα Παρθένε, Λαυρεντίῳ τῷ θείῳ ὥσπερ ἠθέλησας, αὐτῷ ἀποκαλύπτεις, τὸν πάλαι σεπτὸν οἶκον, τῆς σῆς δόξης Πανὰχραντε, ὃν σοι ἐν πίστει θερμῇ, ἐδείματο καὶ αὖθις.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥάβδω θεόφρον, τῆς πατρικῆς ἀρωγῆς σου, καθοδήγησον πρὸς τρίβον σωτηρίας, τοὺς ἐπιζητοῦντας, τὴν σὴν ἐπιστασίαν.
Ἀρωματίζει, τοῦ Παρακλήτου τὴν χάριν, ἡ μυρίπνοος κάρα σου θεοφόρε, καὶ ἀποδιώκει, παθῶν δυσώδη βλάβην.
Σθένος παράσχου, τοῖς κατὰ γνώμην νοσοῦσιν, ὡς ἂν Ὅσιε προθύμῳ διανοίᾳ, βαίνωμεν ταῖς τρίβοις, ζωῆς τῆς αἰωνίου.
Θεοτοκίον.
Ἴσχυσε Κόρη, τῇ κραταιᾷ χάριτί σου, δυναμούμενος Λαυρέντιος ὁ θεῖος, τοῦ ἐχθροῦ συντρίψαι, τὴν ὀλεθρίαν κάραν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μονὰς τὰς οὐρανίους, κατοικῶν θεόφρον, τὴν ἱεράν σου Μονὴν ἀεὶ φύλαττε, ἐξ ἐπηρείας ἁπάσης πάτερ Λαυρέντιε.
Ὁδύνης κατὰ σῶμα, ῥῦσαι θεοφόρε, καὶ ψυχικῶν συντριμμάτων πρεσβείαις σου, τοὺς προσιόντας ἐν πίστει τῇ προστασίᾳ σου.
Ὑφέρπων μοι δολίως, συστροφὰς μοι πλέκει, ὁ ἀρχηγὸς τῆς κακίας Λαυρέντιε, ἀλλὰ σὺ πάτερ τῆς τούτου μανίας ῥῦσαί με.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Μῆτερ τοῦ Ὑψίστου, χαμαιπετῶν νοημάτων με λύτρωσαι, καὶ πρὸς ὑψώσεις ἁγίας τὸν νοῦν μου ὕψωσον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρων ὴγωνίσω ἀσκητικῶς, ἐν ὑστέροις χρόνοις, ἐν φρονήματι ταπεινῷ· ὅθεν ἀνυψώθης, πρὸς δόξαν τὴν ἀγήρω, Λαυρέντιε παμμάκαρ, Ἀγγέλων σύσκηνε.
Ὤφθη ἐπαλλήλως σοι ἡ ἁγνή, Μήτηρ τοῦ Κυρίου, φανεροῦσα πᾶσι σαφῶς, τὸν ἐγκεκρυμμένον, ἐν τῇ ψυχῇ σου πλοῦτον, ἧς Πάτερ ἀνεδείχθης, θεῖος διάκονος.
Εἰκὼν οὐρανίῳ Πάτερ ὀμφῇ, ἔπλευσας πρὸς νῆσον Σαλαμῖνος, τρόπῳ καινῷ, καὶ τῆς Θεοτόκου, Λαυρέντιε ἐγείρεις, τὴν πάλαι Μονὴν πλείστοις, πόνοις καὶ σκάμμασι.
Χαίρει Μεγαρέων πόλις ἡ σὴ, πατρὶς θεοφόρε, Σαλαμὶς δὲ πλέον αὐτῆς, γάνυται ὁσίως, ὡς καθαγιασθεῖσα, τοῖς θείοις σου ἱδρῶσι, πάτερ Λαυρέντιε.
Δῖδου πατρικῇ σου θείᾳ χειρί, Λαυρέντιε πάτερ, τοῖς τιμῶσί σε εὐλαβῶς, τῆς σῆς προστασίας, τὰς δόσεις τὰς ὰγίας, καὶ σκέπε ἡμᾶς πάσης ἐναντιότητος.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῇ σῇ ἀντιλήψει, πάσης ῥύου ἐπιβουλῆς, καὶ ὑγίειαν δίδου, ψυχῶν τε καὶ σωμάτων, καὶ ἄφεσιν πταισμάτων, ἡμῖν Λαυρέντιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μεγαρίδος τὸν γόνον καὶ Ἀσκητῶν ἐγκαλλώπισμα, τῆς Μονῆς φρουρὸν Σαλαμῖνος τὸν Λαυρέντιον ὑμνήσωμεν ἅπαντες, ἐν ὕμνοις συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικρινῶς· σαῖς λιταῖς τὴν σὴν πόλιν καὶ τὴν Μονὴν σου Πάτερ διαφύλαττε· δόξα τῷ σὲ δοξάσαντι Θεῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, πρέσβυν ἀκοίμητον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων παῤῥησίαν πρὸς Χριστόν, ὡς αὐτὸν δοξάσας ἐν κόσμῳ, βίου λαμπρότητι, ὅσιε Λαυρέντιε, Ἀγγέλων σύσκηνε, σὺν αὐτοῖς καθικέτευε, πταισμάτων καὶ νόσων, καὶ παθῶν καὶ θλίψεων, καὶ περιστάσεων, πάντας ἡμᾶς ῥύεσθαι Πάτερ, τοὺς εἰλικρινῶς προσιόντας, τῇ συμπαθεστάτῃ προστασίᾳ σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Παθῶν τε Λαυρέντιε καὶ πόνων ῥύου
Γεράσιμον φέροντα τὴν δε σοι οἴμην.

