Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Ηράκλειο πολιούχου Ηρακλείου Αττικής

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 18 Μαίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κληρονόμος τῆς ζωῆς τῆς ἀλήκτου, καὶ κοινωνὸς τῆς ὑπὲρ νοῦν εὐφροσύνης, Μεγαλομάρτυς Ἅγιε Ἡράκλειε, πάσης ἡμᾶς λύτρωσαι, δυσπραγίας καὶ λύπης, καὶ πάσης κακώσεως, καὶ σκανδάλων παντοίων, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου σοφέ, ὡς ἀντιλήπτωρ, ἡμῶν καὶ ὑπέρμαχος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σὺ εἶ Ἡράκλειε ἡμῶν φύλαξ. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Στεφάνῳ κοσμούμενος τῆς ζωῆς, Ἡράκλειε Μάρτυς, καθικέτευε ἐκτενῶς, ἐκ πάσης λυτροῦσθαι ἐπηρείας, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.

Ὑψίστου τῷ θρόνῳ παρεστηκώς, ὕψωσον τὸν νοῦν μου, τῆς γεώδους ἐπιφορᾶς, Ἡράκλειε Μάρτυς τοῦ Σωτῆρος, καὶ πρὸς ἀγάπην Αὐτοῦ θείαν πτέρωσον.

Ἐκ πάσης ἀνάγκης ῥύου ἡμᾶς, Ἡράκλειε Μάρτυς, τῇ θερμῇ σου ἐπισκοπῇ, τοὺς πίστει καὶ πόθῳ προσιόντας, τῇ πρὸς Χριστὸν ἱκεσίᾳ σου, Ἅγιε.

Θεοτοκίον.
Ἰσχὺν ἡμῖν δίδου κατὰ παθῶν, Κεχαριτωμένη, Θεοτόκε Μῆτερ Χριστοῦ, καὶ σύντριψον πᾶσαν τὴν μανίαν, τὴν καθ’ ἡμῶν κινουμένην τοῦ ὄφεως.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ θερμή σου πρεσβεία, πρὸς τὸν Χριστόν γένοιτο, τεῖχος καὶ ἀντίληψις θεία, καὶ ἱλαστήριον, Μάρτυς Ἡράκλειε, τοῖς ἀληθῆ σε προστάτην, κεκτημένοις Ἅγιε, καὶ ἀντιλήπτορα.

Ῥῶσιν σώματος δίδου, καὶ ψυχικὴν ἴασιν, καὶ πειρατηρίων παντοίων τὴν ἀπολύτρωσιν, Μάρτυς Ἡράκλειε, τοῖς εὐλαβῶς προσιοῦσι, ταῖς σαῖς ἀντιλήψεσι, καὶ σὲ γεραίρουσι.

Καθελὼν ἐναθλήσας, τὴν τοῦ ἐχθροῦ ἔπαρσιν, τούτου καθ’ ἡμῶν τὴν μανίαν, Μάρτυς κατάργησον, καὶ βίον ἥρεμον, δίδου ἡμῖν διανύειν, ἔνδοξε Ἡράκλειε, καθικετεύομεν.

Θεοτοκίον.
Ἀειπάρθενε Κόρη ἡ τὸν Θεὸν τέξασα, καὶ τῆς ἁμαρτίας τὴν ζάλην ἐξαφανίσασα, τὸν νοῦν μου λύτρωσαι, τῆς ἐμπαθοῦς συνηθείας, καὶ τῆς μετανοίας με, φωτὶ καταύγασον.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἡράκλειε Ἀθλοφόρε, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς ἀνυμνοῦντας τὰς θείας σου ἀριστείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὀ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ Ἀθλητὰ, Ἡράκλειε ἀήττητε, δυσώπει ἀεί, λυτροῦσθαι πάσης θλίψεως, τοὺς πίστει σε γεραίροντας, καὶ πταισμάτων διδόναι συγχώρησιν, καὶ κινδύνων δεινῶν ἀπαλλαγήν, τοὺς σπεύδοντας Μάρτυς τῇ σῇ χάριτι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λαμπρυνόμενος χάριτι, Ἅγιε Ἡράκλειε τῆς ἀθλήσεως, σκοτασμοῦ παθῶν ἀπάλλαξον, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Ἐξ ἐχθρῶν ἀοράτων με, τῆς μανίας λύτρωσαι Μάρτυς ἔνδοξε, καὶ ἀνδρῶν συκοφαντούντων με, ἅπασαν ἐπίνοιαν διάλυσον.

Ἴδε ταύτην τὴν πόλιν σου, τὴν ἀνακειμένην τῇ προστασίᾳ σου, καὶ παράσχου ταύτῃ Ἅγιε, τῶν σῶν ἀντιλήψεων τὰς χάριτας.

Θεοτοκίον.
Ἐκ γαστρός Σου ἀνέτειλε, τῆς δικαιοσύνης Κόρη ὁ Ἥλιος, Οὗ ταῖς αἴγλαις φωταγώγησον, τὴν ἐσκοτισμένην μου διάνοιαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤθλησας στεῤῥῶς, καὶ καθεῖλες τὸν ἀντίπαλον, οὗ τῆς ῥύμης ἀπολύτρωσαι ἡμᾶς, τοὺς προστρέχοντας Ἡράκλειε τῇ σκέπῃ σου.

Μέγας ἀρωγός, Ἡρακλείου ὤφθης πόλεως· διὰ τοῦτο οἱ ἐν ταύτῃ εὐσεβεῖς, καταφεύγομεν Ἡράκλειε τῇ σκέπῃ σου.

Ὥσπερ ἀθλητής, τοῦ Χριστοῦ ἀκαταγώνιστος, ἀγωνίζεσθαι καλῶς δίδου ἰσχύν, τοῖς ὑμνοῦσί σε Ἡράκλειε πανθαύμαστε.

Θεοτοκίον.
Νέκρωσον Ἁγνή, τῆς σαρκός μου τὰ κινήματα, ἡ τεκοῦσα τὴν ζωὴν τὴν ἀληθῆ, τὴν νεκρώσασαν τὸν ὄφιν τὸν ἀρχέκακον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Φωστῆρά σε, εὐσεβείας εἰδότες, ὦ Ἡράκλειε Χριστοῦ Ἀθλοφόρε, ἀπὸ ψυχῆς σοι βοῶμεν παμμάκαρ· δίδου ἡμῖν φωτισμὸν θείας χάριτος, καὶ τὰ νυκτώδη ἀφ’ ἡμῶν, τῶν παθῶν ἀποδίωξον φάσματα.

Ὑδάτων, πεπληρωμένος ἀΰλων, τῶν τοῦ Πνεύματος πλουσίων χαρίτων, βλῦσον ἡμῖν ζωῆς ὕδωρ τὸ θεῖον, ταῖς ἐπομβρίαις τῶν σῶν παρακλήσεων, Ἡράκλειε τοῖς ἐν δεινῇ, τῶν παθῶν ἀνομβρίᾳ στενάζουσι.

Λεόντων, τῶν νοητῶν καθ’ ἑκάστην, καθ’ ἡμῶν ὠρυομένων τὰς μύλας, τῇ σιδηρᾷ σου πρεσβείᾳ καὶ θείᾳ, σύντριψον θᾶττον παμμάκαρ Ἡράκλειε, καὶ διατήρησον ἡμῶν, τὴν ζωὴν ἐν εἰρήνῃ δεόμεθα.

Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως Θεοτόκε Παρθένε, ὡς τετοκυῖα τὸν τούτων Δεσπότην· ὅθεν κἀμὲ παντὸς ἄγους ἀπόπλυνον, καὶ ἁγιότητα ζωῆς, γεωργεῖν με ἐνίσχυσον Ἄχραντε.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἡράκλειε Ἀθλοφόρε, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς ἀνυμνοῦντας τὰς θείας σου ἀριστείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὀ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς ἱεροῖς σου ἀγῶσιν Ἡράκλειε, μαρτυρικῶν δωρεῶν κατηξίωσαι, ἐξ ὧν ἡμῖν δίδου ἑκάστοτε, τοῖς σὲ θερμὸν ἀντιλήπτορα ἔχουσιν, αἰτούμενος πᾶσι θεῖον ἔλεος.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, Ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι΄ 32-36, ια΄ 1).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἔχων πρὸς τὸν Κύριον, μαρτυρικὴν παῤῥησίαν, Ἀθλητὰ Ἡράκλειε, Ὅν λαμπρῶς ἐκήρυξας καὶ ἐδόξασας, ἐκτενῶς πρέσβευε, σὺν τοῖς σοῖς συνάθλοις, τῶν πταισμάτων δοῦναι ἄφεσιν, καὶ ἀπολύτρωσιν, πάσης συμφορᾶς καὶ κακώσεως, ἡμῖν τοῖς εὐφημοῦσί σε, καὶ τὴν σὴν ζητοῦσι βοήθειαν· σὺ γὰρ ἡμῶν πρέσβυς, καὶ ἕτοιμος μεσίτης πρὸς Χριστόν, καὶ ἀῤῥαγὲς περιτείχισμα, ταύτης τῆς μερίδος σου.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ξένος ὤφθης τοῦ κόσμου, τῇ στεῤῥᾷ σου ἀθλήσει Μάρτυς Ἡράκλειε, καὶ ξένων χαρισμάτων, παρὰ Χριστοῦ μετέσχες, περιέπων τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Γενναιότητι γνώμης, κατεπάλαισας Μάρτυς τὸν πολυμήχανον· ἐντεῦθεν ἀπαλλάττεις, αὐτοῦ τῆς ἐπηρείας, τοὺς βοῶντας Ἡράκλειε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐν τῇ σῇ προστασίᾳ, ἡ παροῦσά σου πόλις καυχᾶται Ἅγιε, καὶ πίστει καταφεύγει, τῇ σῇ ἐπιστασίᾳ, ἐκβοῶσα Ἡράκλειε· σύ μου ταχὺς βοηθός, καὶ πύργος ἀσφαλείας.

Θεοτοκίον.
Ῥυπωθεὶς ἁμαρτίας, τοῦ Θεοῦ ἐμακρύνθην ὁ ἄνους Δέσποινα· ἀλλὰ Σὺ Θεοτόκε, ἀπόπλυνόν με αὖθις, καὶ Χριστῷ με οἰκείωσαι, τῷ Σῷ εὐσπλάγχνῳ Υἱῷ, ἵνα Σε μεγαλύνω.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀθλήσας Μάρτυς, καὶ δοξασθεὶς κατ’ ἀξίαν, ἀδοξίας με παθῶν τῶν ἀκαθάρτων, κάθαρον λιταῖς σου, Ἡράκλειε θεόφρον.

Σκέπη καὶ τεῖχος, γενοῦ Ἡράκλειε Μάρτυς, τῆς τῇ κλήσει σου πόλεως καυχωμένης, ἐξ αὐτῆς διώκων, τὴν συστροφὴν σκανδάλων.

Ἴασαι Μάρτυς, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ ἀνάστειλον τὴν ῥύμην ἁμαρτίας, δι’ ἧς καθυπείκω, ἐχθροῦ τῇ τυραννίδι.

Θεοτοκίον.
Μῆτερ Κυρίου, καὶ ἀειπάρθενε Κόρη, τὴν ῥυπῶσάν μου καρδίαν ἐμπαθείᾳ, πλῦνον δυσωπῶ Σε, ἐλέους Σου τοῖς ῥείθροις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οἱ πίστει προσιόντες, τῇ σῇ προστασίᾳ, τῶν αἰτημάτων καρποῦνται τὴν πλήρωσιν, καὶ εὐφροσύνης πληροῦνται θείας Ἡράκλειε.

Οὐράνωσον τὸν νοῦν μου, θείᾳ ἀγαπήσει, Μεγαλομάρτυς Ἡράκλειε ἔνδοξε, καὶ τῶν πταισμάτων μου αἴτει Μάρτυς τὴν ἄφεσιν.

Ὑμνοῦντές σου τοὺς ἄθλους, Μάρτυς ἐκβοῶμεν· πλήρου ἡμῶν τὰ αἰτήματα ἅπαντα, ἡμῖν εἰρήνην βραβεύων καὶ χάριν ἄνωθεν.

Θεοτοκίον.
Ὑπέραγνε Παρθένε, Μῆτερ τοῦ Κυρίου, τὴν ἄναγνόν μου καρδίαν καθάγνισον, καὶ μετανοίας ἀκτῖσι τὸν νοῦν μου λάμπρυνον.

Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρων ὡμολόγησας τὸν Χριστόν, πρὸ κριτῶν ἀδίκων, καὶ ἠγώνισαι καρτερῶς, πολλῇ εὐτολμίᾳ, Ἡράκλειε θεόφρον· διὸ καὶ ἀφθαρσίας, στέφανον εἴληφας.

Ῥαβδισμοῖς τὸ σῶμά σου στομωθέν, Ἡράκλειε Μάρτυς, ξίφος ὤφθης ὡς ἀληθῶς, τῶν ἐχθρῶν συγκόπτον, τὸ σθένος καὶ τὸ θράσος, μαρτυρικοῖς ἀγῶσι, Πνεύματος χάριτι.

Φέρων τὸ οὐράνιον θεῖον πῦρ, οὐδόλως ἐφλέχθης, ἐν καμίνῳ τῇ τοῦ πυρός· διὸ ἡμῶν φλέξον, ἀκάνθας ἁμαρτίας, πυρὶ τῶν πρεσβειῶν σου, Μάρτυς Ἡράκλειε.

Χαίροις πολιοῦχος καὶ ἀρωγός, τῆς σεμνυνομένης, τῇ σῇ κλήσει ὡς ἀληθῶς, πόλεως θεόφρον, Ἡράκλειε ἣν ῥύου, ἐκ πάσης δυσπραγίας, καὶ περιστάσεως.

Ἄνθος ἐκ τῆς πόλεως Ἀθηνῶν, εὐῶδες ἐφύης, καὶ διέπνευσας μυστικῶς, κόσμῳ εὐωδίαν, Ἡράκλειε τὴν θείαν, ἀθλητικοῖς ἀγῶσι, Πνεύματος χάριτι.

Πάσης δυσχερείας καὶ συμφορᾶς, ἀπάλλαττε Μάρτυς, καὶ στενώσεων χαλεπῶν, καὶ παντοίας νόσου, Ἡράκλειε λιταῖς σου, τοὺς πίστει προσιόντας, τῇ προστασίᾳ σου.

Πίστει στρατευσάμενοι τῷ Χριστῷ, θεόπλοκος δῆμος, καὶ γενναῖος συνασπισμός, ὤφθητε ἐν ἄθλοις, ὀκτάριθμοι ὁπλῖται, ἐχθρῶν τὰς παρατάξεις, περιτρεψάμενοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἄθλοις, διαπρέψας ἱεροῖς, τῶν ὑπερκοσμίων ἐπάθλων, Μάρτυς Ἡράκλειε, παρὰ τοῦ Παντάνακτος, Χριστοῦ ἠξίωσαι, Ὅν δυσώπει δεόμεθα, ἐκ πάσης ἀνάγκης, καὶ παθῶν καὶ θλίψεων, καὶ νόσων ῥύεσθαι, πάντας τοὺς πιστῶς προσιόντας, τῇ σῇ προστασίᾳ καὶ σκέπῃ, καὶ ὑμνολογοῦντας τοὺς ἀγῶνάς σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.