Παρακλητικός Κανών εις τον Άγιο του Χριστού Μεγαλομάρτυρα Νικήτα
Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου
†Εορτάζεται στις 15 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ὑπερθαύμαστον Χριστοῦ στρατιώτη, τὸν καταισχύναντα ἐχθροῦ τὰς ἐφόδους, οἱ εὐσεβεῖς ὑμνήσωμεν κραυγάζοντες· Μάρτυς ἀκατάπληκτε, τοῦ Κυρίου Νικήτα, ταῖς πανευπροσδέκτοις σου, πρὸς Αὐτὸν ἱκεσίαις, ὡς συμπαθὴς διάσωσον ἡμᾶς, ἀπὸ κινδύνων, καὶ πάσης κακώσεως.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις·
Κυρίλλου
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνὼν τῶν Μαρτύρων ταῖς στρατιαῖς, ἐν τῷ οὐρανίῳ, στρατοπέδῳ Μάρτυς σοφέ, Νικήτα τὸν πάντων Βασιλέα, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς καθικέτευε.
Ἐξήνθησας Μάρτυς ἐξ ἀκανθῶν, μυρίπνοον ἄνθος, εὐωδίαν τὴν μυστικήν, Νικήτα παμμάκαρ ἀποπνέων, δι’ ἧς ψυχήν μου τὴν τάλαιναν μύρισον.
Ποικίλοις χειμάζομαι πειρασμοῖς· διὸ καταφεύγω, τῇ ἁγίᾳ σου ἀρωγῇ, Νικήτα παμμάκαρ ἀνακράζων· ἐλέησόν με εὐχαῖς ταῖς τιμίαις σου.
Θεοτοκίον.
Κυήσασα Ἅχραντε τοῦ Πατρός, τὸν ἄναρχον Λόγον, κόσμον ἔσωσας τῆς φθορᾶς· διό σε ἀεὶ ἀνευφημοῦμεν, πανευλαβῶς τὴν σὴν χάριν αἰτούμενοι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Στρατιώτης Κυρίου περιφανὴς πέφηνας, καὶ διὰ πυρὸς τὸν ἀγῶνα χαίρων ἐτέλεσας· ὅθεν Νικήτα ἡμῖν, πολεμουμένοις κακίᾳ, τοῦ ἐχθροῦ συμμάχησον, ὡς συμπαθέστατος.
Τῷ πυρὶ ὦ Νικήτα τῶν ἱερῶν ἄθλων σου, τὴν δαιμονικὴν τῶν εἰδώλων πλάνην ἐνέπρησας· ὅθεν πολύαθλε, τὰς τῶν παθῶν μου ἀκάνθας, τῷ πυρὶ κατάφλεξον, τῆς ἱκεσίας σου.
Ἐγκωμίοις τιμῶμεν τοὺς καρτεροὺς πόνους σου, οὓς τῶν οὐρανίων τῷ πόθῳ, Νικήτα ἤνεγκας, καὶ ἀνακράζομεν· ὑπὲρ ἡμῶν τὸν Δεσπότην, Μάρτυς ἐξιλέωσαι, ταῖς μεσιτείαις σου.
Θεοτοκίον.
Ὑπερύμνητε Κόρη τὸν παλαιὸν ἄνθρωπον, θέλων ὡραιῶσαί με Λόγος, ὁ ὑπερούσιος, σάρκα προσείληφεν, ἐκ τῶν ἁγνῶν σου αἱμάτων· ὢ τῶν μυστηρίων σου! δι’ ὧν σῳζόμεθα.
Διάσωσον, μεγαλομάρτυς Νικήτα τῇ χάριτί σου, τῶν τοῦ δολίου ἐχθροῦ ἐπιθέσεων, τοὺς σύμμαχόν σε ἐν πίστει προσκαλουμένους.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀθλήσας στεῤῥῶς Νικήτα μέχρι αἵματος, Χριστοῦ τοῦ Θεοῦ, τὸ πάθος ἐξεικόνισας, καὶ αὐτῷ παρίστασαι, ἀνεσπέρω φωτὶ λαμπρυνόμενος· διὸ φῶς αἴτει ἄνωθεν ἡμῖν, ὡς ἔχων πλουσίαν τὴν συμπάθειαν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νικητὴς δι’ ἀθλήσεως, γεγονὼς Νικήτα ἀκαταγώνιστε, κατ’ ἐχθροῦ τοῦ παναλάστορος, νικητήν με εὐχαῖς σου ἀπέργασαι.
Μετανοίας τὰς πύλας μοι, ἔνδοξε Νικήτα δεῦρο ὑπάνοιξον, τῆς ἐνθέου σου χρηστότητος, τῷ ἀνοικτηρίῳ ἱκετεύω σε.
Τοὺς πιστῶς καταφεύγοντας, τῷ σεπτῷ ναῷ σου Νικήτα κράτιστε, τῆς εὐνοίας σου ἀξίωσον, ὡς ἂν εὐφημοῦμέν σε σῳζόμενοι.
Θεοτοκίον.
Ῥυπωθεὶς δι’ ἀμέλειαν, Μῆτερ καταφεύγω τῇ εὐσπλαγχνίᾳ σου, καὶ κραυγάζω σοι· ἀνάβλυσον, μετανοίας μοι ὕδωρ καθάρσιον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σθένει τοῦ Σταυροῦ, Ἀθλητὴς φανεὶς ἀήττητος, ἐξεδήμησας πρὸς ἄπονον ζωήν, μνημονεύων ὦ Νικήτα τῶν τιμώντων σε.
Βλῦσον δαψιλῶς, τῶν χαρίτων σου τὰ νάματα, ὦ Νικήτα ἀθλοφόρων καλλονή, τοῖς προσπίπτουσι πιστῶς τῇ συμπαθείᾳ σου.
Βλέψον ἐφ’ ἡμᾶς, ἱλαρῷ Νικήτα ὄμματι, καὶ πρυτάνευσον ἡμῖν τοῖς ταπεινοῖς, ταῖς εὐχαῖς σου τῶν πταισμάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Ἴθυνον ἡμῶν, ἀσφαλῶς τὰ διαβήματα, πρὸς νομὰς τὰς ζωηφόρους Μαριάμ, βακτηρίᾳ ἀληθεῖ τῆς συμπαθείας Σου.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Θυσίαν ζῶσαν Θεῷ, σαυτὸν Νικήτα προσήνεγκας, πυρὶ ὁλοκαυτωθείς, ὡς πλήρης φρονήσεως· διὸ εὐφημοῦμέν σε, τὰς πρὸς τὸν Δεσπότην, ἐξαιτοῦντες ἱκεσίας σου.
Εἰρήνην ταῖς σαῖς εὐχαῖς, τοῖς εὐφημοῦσί σε δώρησαι, καὶ πᾶσι τὸν ἱλασμόν, Νικήτα χορήγησον, Χριστὸν ἱλεούμενος, τὸν δοξάσαντά σε, Ἀθλητὴν ὡς περιλάλητον.
Διάσωσον συμπαθῶς, ἀπὸ κινδύνων καὶ θλίψεων, καὶ πάσης ἐπιβουλῆς, Νικήτα πανεύφημε, τοὺς ἀγαλλιάσεως, ἐν φωνῇ ὑμνοῦντας, τὴν πληθὺν τῶν θαυμασίων σου.
Θεοτοκίον.
Λυτρούμενος διὰ σοῦ, τῶν καθ’ ἑκάστην θλιβόντων με, Μαρία Μῆτερ Θεοῦ, πιστῶς ἀνακράζω σοι· ἁγνὴ χαῖρε Δέσποινα, ἡ τῶν ἐν ἀνάγκαις, προστασία ἀκαταίσχυντος.
Διάσωσον, μεγαλομάρτυς Νικήτα τῇ χάριτί σου, τῶν τοῦ δολίου ἐχθροῦ ἐπιθέσεων, τοὺς σύμμαχόν σε ἐν πίστει προσκαλουμένους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς νικητὴς φερωνύμως ἀήττητος, παρὰ Θεοῦ ὑπεδέξω τὸ νίκηθρον, Νικήτα μαρτύρων ἀγλάισμα· διὸ ἡμῖν εὐλαβῶς εὐφημοῦσί σε, τὴν θείαν σου χάριν πρυτάνευσον
Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιε΄ 17-27, ιστ΄1-2)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾿ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγὼ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι, καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου. Ἀλλ᾿ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν· Ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾿ ἀρχῆς μετ᾿ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νίκης τὸ διάδημα, ὡς νικητὴς φερωνύμως, παρὰ τοῦ παντάνακτος, οὐρανόθεν εἴληφας παμμακάριστε· καὶ ἀνελήλυθας, κατηγλαϊσμένος, μαρτυρίου σου τοῖς στίγμασιν, εἰς τὰ οὐράνια, δόξης τῆς ἀφθάρτου σκηνώματα, Νικήτα καὶ παρίστασαι, νῦν τῷ Ἀθλοθέτῃ θεούμενος. Αὐτὸς οὖν δυσώπει, ὡς ἔχων παῤῥησίαν ἐκτενῶς, ὑπὲρ ἡμῶν ἵνα εὕρωμεν, ὀφλημάτων ἄφεσιν.
Σῶσον ὀ Θεός, τὸν λαό σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνεδείχθης πολίτης καρτερῶς ἐναθλήσας τῆς Βασιλείας Χριστοῦ, Νικήτα Ἀθλοφόρε, ἧς μέτοχόν με δεῖξον, συμπαθῶς τὸν ἀνάξιον, καθικετεύων θερμῶς, Θεὸν τὸν ἐν Τριάδι.
Δεξιοῖς με προβάτοις ὅταν κρίνῃς τὸν κόσμον σύνταξον Λόγε Θεοῦ, πρεσβείαις εὐπροσδέκτοις, Νικήτα τοῦ ἐνδόξου, τοῦ νομίμως ἀθλήσαντος, διὰ πυρὸς ὑπὲρ σοῦ, τοῦ μόνου ζωοδότου.
Νοσημάτων παντοίων πειρασμῶν τε κινδύνων καὶ συμφορῶν χαλεπῶν, συντήρει ἀνωτέρους, Νικήτα ἀθλοφόρε, τοὺς πιστῶς ἐκβοῶντάς σοι· χαῖρε Χριστοῦ τοῦ Θεοῦ, ὁ θεῖος στρατιώτης.
Θεοτοκίον.
Λυμαινόμενος Μῆτερ τοῦ ἀρχαίου δυνάστου ἐπιδρομαῖς χαλεπαῖς, θερμῶς σε ἱκέτευω, ὡς ἄμετρον πλουτοῦσα, πρὸς ἀνθρώπους συμπάθειαν, ἐλέησόν με τὸν σόν, πανάθλιον οἰκέτην.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὸ τῆς κακίας, σκότος διάλυσον Μάρτυς, τὸ καλύψαν τὴν ἀθλίαν μου καρδίαν, φωτὶ τῷ ἀύλῳ, τῆς θείας χάριτός σου.
Σκέπε ἀπαύστως, τῶν πρεσβειῶν σου τῇ σκέπῃ, τοὺς ὑμνοῦντάς σε Νικήτα Ἀθλοφόρε, καὶ ἀσπαζομένους, τὴν θείαν σου εἰκόνα.
Ῥώμην μοι δίδου, καὶ ψυχικὴν εὐτονίαν, παμμακάριστε Νικήτα ἀθλοφόρε, ἵνα τοῦ Κυρίου, τὸ θέλημα πληρώσω.
Θεοτοκίον.
Ὄμβρισον Μῆτερ, ζωῆς ἀύλου τὸ ὕδωρ, τῇ ἀθλίως αὐχμωθείσῃ μου καρδίᾳ, ἵνα σε γεραίρω, τὴν κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ θεῖος Ἀθλοφόρος, καὶ δεδοξασμένος μάρτυς, Νικήτα θερμῇ ἀντιλήψει σου, τῆς ἐν τῷ κόσμῳ, με ζάλης, δεῖξον ἀνώτερον.
Εἰρήνευσον τὸν κόσμον, ἄρχων τῆς εἰρήνης, ταῖς τοῦ Νικήτα θερμαῖς παρακλήσεσι, τοῦ διὰ σὲ ἠθληκότος, ἐνθέῳ ἔρωτι.
Νικήτα Ἀθλοφόρε, τῇ σαλευομένῃ, ταῖς προσβολαῖς τῆς κακίας καρδίᾳ μου, ὡς συμπαθὴς τὴν γαλήνην, δεῦρο πρυτάνευσον.
Θεοτοκίον.
Ὑπερδεδοξασμένη, Μῆτερ τοῦ Ὑψίστου, ἐν σωφροσύνῃ τελείᾳ τὸν βίον μου, ἐνίσχυσόν με διάγειν, ὡς εὐσυμπάθητος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Μαρτύρων κλέος λαμπρόν, ἔνδοξε Νικήτα, ὡς ἀθλήσας περιφανῶς· χαίροις ὁ νικήσας, τὸν ὄφιν φερωνύμως, καὶ νίκηθρον ὑψόθεν, λαβὼν τὸν ἄφθαρτον.
Τὸν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, τὸν ἐνηθληκότα, σθένει θείῳ διὰ πυρός, Νικήτα ἐν ὕμνοις, τιμήσωμεν ἀξίως, τὴν μνήμην ἐκτελοῦντες, αὐτοῦ τὴν εὔσημον.
Τὸν τροπαιοφόρον τοῦ Ἰησοῦ, μάρτυρα Νικήτα, εὐφημήσωμεν οἱ πιστοί· οὗτος γὰρ ἀνδρείως, πυρποληθεὶς τὸ σῶμα, τὴν ὕλην τῆς ἀπάτης, ἐναπετέφρωσε.
Χαίροις εὐσεβείας ἄνθος τερπνόν, καὶ τῆς Ἐκκλησίας, ὁ ἀσύλητος θησαυρός· χαίροις Ὀρθοδόξων, ἡ φωταυγὴς λυχνία, Νικήτα ἀθλοφόρε, ἀκαταγώνιστε.
Ἀνδρείως ἀθλήσας διὰ Χριστόν, εἴληφας τὴν χάριν, τῶν ἰάσεων δαψιλῶς, δι’ ἧς πολυτρόπως, τοὺς χρήζοντας Νικήτα, εὐεργετεῖν τιμῶντας, τὴν θείαν μνήμην σου.
Χαίρων τῶν βασάνων ὑπενεγκών, τὰς σφοδρὰς αἰκίας, ὦ Νικήτα διὰ Χριστόν, τῆς ἐπουρανίου, τρυφῆς κατηξιώθης, σὺν τῶν Ἁγίων Πάντων, ταῖς ὁμηγύρεσιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, καρτερόφρον Ἀθλητά, ὁ διὰ πυρὸς ἐναθλήσας, ὑπὲρ τῆς δόξης Χριστοῦ· χαίροις ὁ τὸν βάσκανον, αἰσχύνας δράκοντα· χαίροις νίκης τὸν στέφανον, λαβὼν οὐρανόθεν, καὶ ζωῆς τὴν κρείττονα, σκηνὴν εὑράμενος· πρέσβευε ἀεὶ τῷ Κυρίῳ, ἵνα τοῖς πιστῶς σε τιμῶσιν, ἱλασμὸν καὶ ἔλεος δωρήσηται.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.