Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Σωφρόνιο 

Ποίημα Γεωργίου Αποστολάκη του από Δικαστών

†Εορτάζεται στις 1 Μαρτίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τόν τῆς ἀνδρείας ἀκαθαίρετον πύργον, τόν ἀθλοφόρον καί Χριστοῦ στεφανίτην, τῆς σωφροσύνης ἄνθος τό πανεύοσμον, πάντες ἐξυμνήσωμεν, τῶν Μαρτύρων τό κλέος, τόν σεπτόν Σωφρόνιον, εὐλαβῶς ἐκζητοῦντες, αὐτοῦ πρεσβείας πρός τόν Ἰησοῦν, ἵνα ῥυσθῶμεν κινδύνων καί θλίψεων.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών·

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Σωφρόνιε Μάρτυς καί ἀθλητά, Χριστόν ἐκδυσώπει, ὑπέρ πάντων Χριστιανῶν, τήν μνήμην σου πόθῳ ἐκτελούντων, καί προσιόντων ἐν πίστει τῇ σκέπῃ σου.

Ἀμνός ὥσπερ ἄκακος Ἀθλητά, Χριστῷ προσηνέχθης, καί αἱμάτων σου σταλαγμοῖς, βυθός ἐξηράνθη ἀθεΐας, τῆς Ἐκκλησίας γενόμενος πρόβολος.

Ἐστέφθης ἀθλήσει μαρτυρικῇ, γεννναίως ὁδεύσας, μαρτυρίου σου τήν ὁδόν· διό σήν Σωφρόνιε αἰτοῦμαι, τήν ταχυτάτην καί θείαν ἀντίληψιν.

Θεοτοκίον.
Ὑμνοῦμεν Σήν ἄμετρον πρός βροτούς, συμπάθειαν Μῆτερ, καί βοῶμέν Σοι οἱ πιστοί, μή παύοις τῇ σκέπῃ σου τῇ θείᾳ, ἡμᾶς φυλάττειν ἀεί Παναμώμητε.

ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Τούς τιμῶντάς σε Μάρτυς, ἐν συμφοραῖς σκέπασον, καί ταῖς ῥυπτικαῖς σου πρεσβείαις, σεπτέ Σωφρόνιε, Χριστόν ἱλέωσαι, ὅτι κατέχεις μεγίστην, παῤῥησίαν Ἅγιε, ῥείθροις αἱμάτων σου.

Ἐν κινδύνοις προστάτην, ἐν συμφοραῖς φύλακα, καί ἐν πειρασμοῖς θαρσαλέον, φρουρόν σε ἔχομεν· διό προσπίπτομεν, τῆ σῇ εἰκόνι ἐν πίστει, σεβαστέ Σωφρόνιε, μάρτυς πανένδοξε.

Ἱκετεύω σε Μάρτυς, δός μοι παθῶν ἴασιν, καί ἐν τῷ νοΐ μου εἰρήνην, θείαν τε φώτισιν, ὡς ἄν γενήσωμαι, τέκνον φωτός θεοφόρε, καί ποιῶ ὁ δείλαιος, Χριστοῦ τό θέλημα.

Θεοτοκίον.
Κιβωτός πανοσία, καί Πλαστουργοῦ σκήνωμα, γέγονας σεμνή Θεοτόκε, νηδύϊ φέρουσα, Ἁγίου Πνεύματος, τῇ μυστικῇ ἐπινεύσει, τόν Ἀδάμ ῥυσάμενον, δι’ ἀγαθότητα.

Σωφρόνισον, τάς διανοίας καί κάθαρον τάς καρδίας, τῶν αἰτούντων πιστῶς, παμμάκαρ Σωφρόνιε, μαρτυρικάς σου πρεσβείας πρός τόν Δεσπότην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης φρουρός, καί ἀντιλήπτωρ ἄγρυπνος, τυγχάνεις ἡμῖν, καί στηριγμός ἐν θλίψεσι, Σωφρόνιε Μάρτυς Χριστοῦ, καί διώκεις παθῶν τήν σκοτόμαιναν· διό πάντες βοῶμεν θερμῶς, πιστοῖς σου χορήγει τά αἰτήματα.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ἰατρόν σε γινώσκοντες, καί παραμυθίας πηγήν ἀκένωτον, καταφεύγομεν σῇ χάριτι, ἀσπαζόμενοι θεῖόν σου λείψανον.

Τετρωμένος ἀλγήμασιν, καί ἐκ νοσημάτων χωλαίνων Ἅγιε, ἐξαιτοῦμαι τάς πρεσβείας σου, καί τήν ταχυτάτην σου ἀντίληψιν.

Χάριν βλύζει καί ἔλεος, καί παρηγορίαν παρέχει ἅπασι, τό σόν λείψανον Σωφρόνιε, ὅπερ εὐλαβῶς κατασπαζόμεθα.

Θεοτοκίον.
Ὑπέρ φύσιν γεννήσασα, Λόγον τοῦ Θεοῦ ἀσπόρως Ἄμωμε, παρά φύσιν ἁμαρτήσαντα, ἐπηρείας λύτρωσαί με δαίμονος.

ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἄλυπον ζωήν, καί τόν βίον ἀστασίαστον, σοῦ δεόμεθα Σωφρόνιε πιστῶς, διατήρησον λιταῖς σου πρός τόν Κύριον.

Σώματος ἐμοῦ, καχεξίας Μάρτυς ἴασαι, ὅτι πίστει σοί προσέρχομαι αἰτῶν, τήν κατ’ ἄμφω μου ὑγίειαν καί τήν ἴασιν.

Ἴδε συμπαθῶς, τούς τιμῶντάς σου τό λείψανον, καί τελοῦντάς σου τήν μνήμην τήν σεπτήν, ἐκπληρῶν αὐτῶν συμφέροντα αἰτήματα.

Θεοτοκίον.
Πίστιν Ἀγαθή, τῇ ψυχῇ μου δίδου πάντοτε, οἵαν δέδωκεν Υἱός σου ἀθλητῇ, Σωφρονίῳ ἐν σταδίῳ τῆς ἀθλήσεως.

ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Ὡς σφάγιον, ἱερόν προσήνεγκας, ἑαυτόν ἐθελουσίως Κυρίῳ, τήν τοῦ τυράννου νικήσας μανίαν, ἐν Παλαιστίνῃ Σωφρόνιε ἅγιε· διό δοξάζομεν τήν σήν, στερεάν καί πανένδοξον ἄθλησιν.

Χαρίτων, ζωοποιῶν πεπλησμένος, ὡς γενναῖος ἀθλητής τοῦ Κυρίου, δρόσον σῆς χάριτος ἄνωθεν πέμψον, καί γλυκασμόν τῇ ψυχῇ μου ἐπόμβρησον, Σωφρόνιε Μάρτυς κλεινέ, ὅτι σοί τήν ἐλπίδα μου τέθεικα.

Τιμῶμέν σου, τό εὐῶδες λείψανον, ὅ κατέχομεν ὡς πάνσεπτον δῶρον, ἁγιασμόν καί ὑγίειαν παρέχον, καί θεραπεῦον δεινά ἀῤῥωστήματα· διό κηρύττομεν χαρᾷ, πρός ἡμᾶς σήν ἐξαίρετον εὔνοιαν.

Θεοτοκίον.
Μή παύσῃ, ὑπέρ ἡμῶν Πανάχραντε, ἱλεοῦσθαι τόν Χριστόν καί Υἱόν Σου, ὅτι τῇ σῆ προστασία καί σκέπῃ, πάντες ἐν πίστει καί πόθῳ προσφεύγομεν· τήν σήν γάρ Μήτηρ πρός Θεόν, παῤῥησίαν ἡγούμεθα ἄψευστον.

Σωφρόνισον, τάς διανοίας καί κάθαρον τάς καρδίας, τῶν αἰτούντων πιστῶς, παμμάκαρ Σωφρόνιε, μαρτυρικάς σου πρεσβείας πρός τόν Δεσπότην.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.

Αἴτησις, καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀθλητής εὐσεβείας ἀήττητος, ἐν τῷ σταδίῳ νικήσας τόν τύρρανον, τῆς Παλαιστίνης κατέστης ὡράϊσμα καί Ἐκκλησίας ἀδάμας πολύτιμος· διό και τιμῶμεν τούς ἄθλους σου.

Προκείμενον.
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιε΄ 17 – στ΄ 2).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταἷς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. ᾿Ελεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ παρὸν Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε οἱ φιλάγιοι, τόν ἀθλοφόρον ἐν πίστει, Παλαιστίνης καύχημα, Μάρτυρα τόν ἔνδοξον ἱκετεύσωμεν· πρέσβευε ἀπαύστως, ὑπέρ πάντων τῶν τιμώντων σε, σεπτέ Σωφρόνιε, καί ἐπιτελούντων τήν μνήμην σου, καί σῶσον ἐκ κακώσεων, καί παντοδαπῶν περιστάσεων· ἔχεις γάρ μεγίστην, ὡς Μάρτυς παῤῥησίαν πρός Χριστόν, ᾧ μαρτυρίου σου βάσανα, γενναίως ὑπέμεινας.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀναμάρτητον βίον, ψυχικήν εὐκοσμίαν, εἰρήνην πνεύματος, εὐθύτητα καρδίας, καί σώματος ὑγείαν, τῇ σῇ χάριτι δώρησαι, τοῖς αἰτουμένοις θερμῶς, Σωφρόνιε λιτάς σου.

Μαρτυρίου τούς πόνους, ὑπομείνας ἀφόβως, Χριστόν ἐδόξασας, ᾧ δέδωκας ὡς δῶρον, τμηθεῖσαν κεφαλήν σου, στεφηφόρε Σωφρόνιε, καί αἰωνίου ζωῆς, σοφέ νῦν ἀπολαύεις.

Τήν σεπτήν σου εἰκόνα, εὐλαβῶς προσκυνοῦμεν, καί ἀσπαζόμεθα· χαρίτων γάρ τυγχάνει, πηγή και ἀναβλύζει, εὐφροσύνην ἀκήρατον, τοῖς ἐκζητοῦσι πιστῶς, μαρτυρικάς εὐχάς σου.

Θεοτοκίον.
Λογισμῶν ἀκαθάρτων, καί παθῶν τῆς σαρκός μου, καί πάσης πτώσεως, ἀπήμαντον τόν νοῦν μου, ἀνάδειξον Κυρία, Θεοτόκε Πανάχραντε, ἵνα ὑμνῶ σε ἀεί, μετά τοῦ Σωφρονίου.

ᾨδή η΄. Τόν Βασιλέα.
Ἔχοντες Μάρτυς, τοῦ σοῦ λειψάνου τήν χάριν, καταφεύγομεν ἐν τούτῳ πάσῃ ὥρᾳ, καί τῶν ἀπειλούντων, λυτρούμεθα κινδύνων.

Ἐκ πολυτρόπων, ἀσθενειῶν Ἀθλοφόρε, ἀσινεῖς τε καί ἀτρώτους διατήρει, τούς ὑμνολογοῦντας, τά ῥεῖθρα σῶν αἱμάτων.

Ἄσιτος Μάρτυς, ἐν τῇ εἱρκτῇ κατεκλείσθης, καί ἐτάθης καί ἐξέσθης ἐν ὀδύναις, καί ὁμολογήσας Χριστόν, ἐτελειώθης.

Θεοτοκίον.
Σῶσόν με Μήτηρ, ἐκ τῆς ἐχθροῦ τυραννίας, ἡ ἀσπόρως συλλαβοῦσα τόν Δεσπότην, τόν ἀπό τοῦ πλάνου, σώσαντος τούς βροτείους.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Μεγίστην παῤῥησίαν, πρός Χριστόν κατέχων, ὑπέρ σῶν τέκνων Σωφρόνιε πρέσβευε, ἀπαλλαγῆναι ταχέως ἀπό τοῦ ὄφεως.

Ἐμοῦ τοῦ Δημητρίου, εὐλαβῶς τιμῶντος, τό κατεχόμενον λείψανον Ἅγιε, μή παραλείπῃς φυλάττειν τόν οἶκον πάντοτε.

Τοῦ πλέξαντος σόν ὕμνον, ἐν ἀτέχνοις στίχοις, μέμνησο Μάρτυς Κυρίου ἐνώπιον, καί εὐμενῶς τήν σήν χάριν αὐτῷ χορήγησον.

Θεοτοκίον.
Μετά τοῦ Σωφρονίου, σόν Υἱόν δυσώπει, ὑπέρ ἡμῶν Θεοτόκε Πανάχραντε, ἵνα ὑμνῶμεν αἰσίως τά μεγαλεῖα Σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, τῶν Μαρτύρων ἡ χαρμονή, καί τῆς Ἐκκλησίας, ἀκροθίνιον ἱερόν· χαίροις Παλαιστίνης, ἡ δόξα καί τό κλέος, Σωφρόνιε τρισμάκαρ, ἡμῶν τό σέβασμα.

Σκέπασον τούς δούλους σου ἀβλαβεῖς, Σωφρόνιε μάρτυς, ἀπό πάσης ἐπιβουλῆς, τοῦ ἀντικειμένου, καί χάριν ἡμῖν δίδου, τελεῖν τά τοῦ Σωτῆρος, σεπτά ἐντάλματα.

Πρέσβευε ἀπαύστως ὑπέρ ἡμῶν, Σωφρόνιε μάρτυς, καί ἁπάντων Χριστιανῶν, ἵνα θεαρέστως βιοῦντες ἐν τῷ κόσμῳ, ἐν οὐρανοῖς γευθῶμεν, τά ὑπερκόσμια.

Ἔχων παῤῥησίαν πρός τόν Χριστόν, Μάρτυς θεοφόρε, τάς αἰτήσεις πλήρου ἡμῶν, τῶν σοῦ προσκυνούντων, τό λείψανον τό θεῖον, καί ἐπικαλουμένων σε μετά πίστεως.

Ἄσιτος ἐκλείσθης ἐν τῇ εἱρκτῆ, καί ταθείς ἐξ ἄκρων, κατεξέσθης Μάρτυς οἰκτρῶς, καί δειναῖς αἰκείαις, καταφλεγείς ἐν σκέλοις, τήν κάραν σου ἐτμήθης, κλεινέ Σωφρόνιε.

Φύλλαττε τόν οἶκόν μου Ἀθλητά, μετά τῶν Ἁγίων, Βησσαρίωνος καί Ἐφραίμ, Δημητρίου θείου, ὁσίου Φιλοθέου, τοῦ γόνου τῆς Σκλαταίνης, ἐφ’ ᾧ καυχόμεθα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τόν Συνάναρχον Λόγον.
Τετρωμένος τῷ πόθῳ Χριστοῦ Σωφρόνιε, τῶν ἐπιγείων ἁπάντων καταφρονήσας σοφῶς, γενναιότατα ἐνήθλησας μακάριε· ὅθεν τήν κάραν σου τμηθείς, τῶν Ἁγίων τοῖς χοροῖς θεόφρον νῦν ἐπαγάλλῃ, καί πρεσβεύεις ὑπέρ ἁπάντων, τῶν ἐκζητούντων σωστικάς σου λιτάς.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς τελοῦντας εὐλαβῶς, μνήμην σου πανίερον Μάρτυς, καί ἐξαιτοῦντάς σου, χάριν καί βοήθειαν, ἐκ νόσων λύτρωσαι, πειρασμῶν τε καί θλίψεων, καί πάσης ἀνάγκης, ὅτι χάριν ἔλαβες, λαμπρέ Σωφρόνιε, σκέπειν σά τεκνία ποθοῦντα, τήν ἱεράν σου εἰκόνα, πίστει προσκυνῆσαι παναοίδιμε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον.
Δημητρίου χάριν πλέξαντα στίχους,
ἀθλητά Σωφρόνιε φύλαττε σῷον.

Πηγή