Παρακλητικός Κανών εις τον Άγιο Μάρτυρα Θεόκλητο τον απο Μάγων

†Εορτάζεται στις 26 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ τὴν μαγείαν τὴν δεινὴν ἀποπτύσαντι καὶ τῶν ἀθέων τὰς ἐπάρσεις συντρίψαντι, τῷ στεφηφόρῳ ἅπαντες κραυγάσωμεν πιστῶς· φύλαττε τοὺς δούλους σου ἐκ τῆς πλάνης εἰδώλων, ἀσινεῖς συντήρησον ἐξ ἐχθροῦ σοφισμάτων καὶ μετανοίας στήριγμα γενοῦ τοῖς πεπτωκόσι, παμμάκαρ Θεόκλητε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Μαγείας δεινῆς ἡμᾶς λύτρωσαι, Θεόκλητε. Γ.Τ.

ᾨδὴ α΄.Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.
Μαγείας δαιμόνων ἀπαλλαγεὶς καὶ πρὸς τὸν ἀγῶνα μαρτυρίου ἐπαλειφθείς, νυμφῶνος, Θεόκλητε τρισμάκαρ, ἐπουρανίου, σοφέ, κατηξίωσαι.

Ἀθέων σεβάσματα ἀρνηθείς, Θεὸν ἐνστερνίσω πρὸ τυράννων καὶ δικαστῶν, Χριστὸν δ’ ἀνεκήρυξας γενναίως ὡς Λυτρωτὴν καὶ ἑκὼν ἐμαρτύρησας.

Γενναίῳ φρονήματι, Ἀθλητά, Χριστὸν ὡμολόγεις καὶ τὸ βάπτισμα ἐνδυθεὶς τὴν πλάνην εἰδώλων ἀπετάξας καὶ τῆς μαγείας τὰς βίβλους κατέκαυσας.

Θεοτοκίον.
Ἐλέους ὑπάρχουσα ὡς πηγή, ἐπισκοπῆς θείας καταξίωσον τοὺς πιστοὺς καὶ πῦρ θείου ἔρωτος, Παρθένε, ταῖς ἱκετῶν σου καρδίαις ὑπάναψον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερὰν τρίβον, Μάρτυς, πρὸς τὴν ζωὴν ἤνυσας, λύμην τὴν δεινὴν τῆς μαγείας ἀποτασσόμενος, διὰ τὸν πόθον Χριστοῦ, ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ τῶν τιμώντων σε, θεῖε Θεόκλητε.

Ἀποπτύσας μαγείαν καὶ βδελυρὰ εἴδωλα, πᾶσαν τοῦ ἐχθροῦ κακουργίαν καὶ πλάνην ἔφυγες καὶ ηὐτομόλησας εἰς τὰς αὐλὰς τοῦ Κυρίου, ὃν καθωμολόγησας ῥοαῖς αἱμάτων σου.

Στεῤῥοφρόνῳ σου γνώμῃ τὸν πτερνιστὴν ἤσχυνας καὶ φωτὸς υἱὸς ἀνεδείχθης, μάρτυς Θεόκλητε· ὅθεν τοὺς ἄγοντας τὴν σὴν ἑόρτιον μνήμην νικητὰς ἀνάδειξον κατὰ τοῦ δράκοντος.

Δέχου σῶν ὑμνολόγων τὴν πενιχρὰν δέησιν καὶ Θεοῦ τῷ θρόνῳ ταχέως ταύτην προσάγαγε· πολλὴν γὰρ κέκτησαι τὴν παῤῥησίαν καὶ χάριν, ἀθλητὰ Θεόκλητε, Μαρτύρων καύχημα.

Θεοτοκίον.
Ἐνεδρεύει πειράζων σοὺς ὑμνητάς, Δέσποινα, ὄφις ὁ ἀρχαῖος καὶ σπεύδει κρημνίσαι ἅπαντας εἰς ἀπωλείας κρημνόν· σὺ δὲ ὡς εὔσπλαγχνος Μήτηρ τοῦτον κατατρόπωσον, θείᾳ σου χάριτι.

Διάσωσον ἐκ τῶν ἰστῶν μαγείας καὶ φαρμακείας τοὺς ἐξαιτοῦντας τὴν θείαν πρεσβείαν σου, Θεόκλητε, τῆς πλάνης ὁ ἀναιρέτης.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τῷ πόθῳ Χριστοῦ, Αὐτοῦ ὀπίσω ἔδραμες, κλεινῆς Φωτεινῆς ὑπείκων τοῖς κελεύμασι καὶ χάριν τοῦ βαπτίσματος θεόθεν, Μάρτυς, δέδεξαι· ὅθεν προθύμως, Ἀθλητά, τὸ αἷμά σου ἐξέχεας.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱλαρῷ τῷ προσώπῳ σου, Μάρτυς, ὡς θυσία Χριστῷ προσήνεξαι ἱερά τε καὶ ἀμώμητος, χάριτος ἀντίλυτρον, Θεόκλητε.

Νέμεις πᾶσι, Θεόκλητε, χάριν ἰαμάτων τοῖς προσιοῦσί σοι καὶ γεραίρουσι τοὺς ἄθλους σου, οὓς ὑπὲρ Κυρίου σου ὑπήνεγκας.

Ηὐτομόλησας, ἔνδοξε, πρὸς στεῤῥὸν ἀγῶνα καὶ χαίρων ἔφερες τὰ τῆς νίκης διαδήματα, οἷς ὁ Ἀθλοθέτης σε ἐτίμησεν.

Θεοτοκίον.
Συμπαθείας ἀξίωσον τοὺς προσπεφευγότας σοι, Παναμώμητε, ἐκ τοῦ πτώματος ἐξέλκουσα ἀπωλείας πάντας τοὺς ἱκέτας σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἤσχυνας ἐχθρῶν τὴν ἀπόνοιαν, Θεόκλητε, τῷ ἐνδόξῳ μαρτυρίῳ σου, σοφέ· ὅθεν δός μοι τοῦ ἐχθροῦ πατεῖν τὴν δύναμιν.

Μάγων πονηρῶν τὴν κακίαν ἀρνησάμενος, πρὸς τὸ φῶς ἀνῆλθες, Μάρτυς, τῆς ζωῆς καὶ εἰς ὕψος ἀναβέβηκας θεώσεως.

Ἅπαντα δεσμὸν ἀθεΐας καὶ πωρώσεως μαρτυρίῳ σου ἀπέκοψας σαφῶς καὶ συνέτριψας παγίδας τοῦ ἀλάστορος.

Θεοτοκίον.
Σκότος τῶν παθῶν διασκέδασόν μου, Πάναγνε, τῷ φωτὶ σῆς ἀντιλήψεως, Ἁγνή, καὶ εὶς τρίβον σωτηρίας καθοδήγησον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Λαμπάδιε, ὁ λαβὼν τὸ βάπτισμα καὶ Θεόκλητος κληθεὶς οὐρανόθεν, τὴν τοῦ Χριστοῦ ἐμεγάλυνας πίστιν, ἀπαρνηθεὶς τῆς μαγείας τὸν βόρβορον καὶ αἵμασι μαρτυρικοῖς τὴν στολὴν τῆς ψυχῆς σου ἐλάμπρυνας.

Ὑψίκορμος ὡσεὶ φοῖνιξ, ἔνδοξε, ἀνυψώθης ἐκ τοῦ ᾅδου βαράθρων· ὅθεν ἡμᾶς ἐκ βυθοῦ ἀπωλείας καὶ πειρασμῶν καὶ κινδύνων ἀνάγαγε, τῇ σῇ ταχείᾳ ἀρωγῇ, καθαιρέτα εἰδώλων, Θεόκλητε.

Τῆς μάρτυρος Φωτεινῆς τοῖς θαύμασι τῇ καρδίᾳ σου νυγείς, Ἀθλοφόρε, πρὸς σωτηρίας τὴν τρίβον ἀνήχθης καὶ οὐρανίαις αὐλαῖς κατεσκήνωσας, ἐξ ὧν κατάπεμψον ἡμῖν χάριτός σου ἀκτίνας, Θεόκλητε.

Θεοτοκίον.
Ῥερύπωμαι τῆς ψυχῆς μου πάθεσι καὶ σαρκός μου ἁμαρτήμασι, Κόρη· διὸ τῇ σῇ δαψιλεῖ προστασίᾳ, καθαρτικῇ δὲ κατέφυγον χάριτι, αἰτούμενος τὴν παρὰ σοῦ σωστικὴν μεσιτείαν, Θεόνυμφε.

Διάσωσον ἐκ τῶν ἰστῶν μαγείας καὶ φαρμακείας τοὺς ἐξαιτοῦντας τὴν θείαν πρεσβείαν σου, Θεόκλητε, τῆς πλάνης ὁ ἀναιρέτης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Ἐκ τοῦ βυθοῦ τῆς ἀγνοίας, Θεόκλητε, ἀνεβιβάσθης εἰς ὕψος οὐράνιον καὶ τῶν τυράννων τὴν γνώμην κατήσχυνας, τὴν Ἐκκλησίαν δὲ πᾶσαν κατηύφρανας, ἣν κατεκόσμησας ῥείθροις αἱμάτων σου.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὐπὸ πάντων διὰ τὸ ὄνομά μου καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δρόμον τῆς ἀθλήσεως ἐν προθυμίᾳ βαδίσας, τοῦ ἐχθροῦ τὴν ἔπαρσιν, Μάρτυς τιμιώτατε, κατεπάτησας· κλῆσιν γὰρ ἔλαβες ἐκ Θεοῦ ὑψόθεν καὶ ἡ χάρις τοῦ βαπτίσματος σὲ ἠλευθέρωσεν ἐκ δεσμῶν μαγείας, Θεόκλητε· διὸ καὶ τοὺς τιμῶντάς σε βράβευσον ἀνδρείας τὸ φρόνημα, δύναμιν καὶ ῥῶσιν βαδίζειν σωτηρίας τὴν ὁδὸν καὶ τοῦ ἐχθροῦ τὰ φρυάγματα καταισχύνειν πάντοτε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὦ Μαρτύρων τὸ κλέος, ὁ ἐχθροῦ μεθοδείας συντρίψας ἄθλοις σου, Χριστῷ προσῳκειώθης, διὰ τοῦ μαρτυρίου, πρὸς ὃν ψάλλομεν ᾄσμασιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Στέφος εἴληφας, μάκαρ, ἀφθαρσίας καὶ δόξης παρὰ τοῦ Κτίστου σου, πρὸς ὃν ἀεὶ ὁδήγει διὰ τῆς μετανοίας τοὺς βοῶντας καὶ ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀῤῥαγῆ προστασίαν ἐν τοῦ βίου κινδύνοις καὶ περιστάσεσι τὴν θείαν σου πρεσβείαν κεκτήμεθα, παμμάκαρ, οἱ ἐν ὕμνοις προσάδοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰαμάτων τὴν χάριν δαψιλῶς πρυτανεύεις τοῖς προσιοῦσί σοι, Θεόκλητε θεόφρον, καὶ πίστει ἐκβοῶσι πρὸς τὸν μόνον Φιλάνθρωπον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Θησαυρὸν παρθενίας καὶ μητρότητος γέρας, Θεομακάριστε, νοσούντων θεραπείαν, ἀνόρθωσιν πεσόντων ἀσφαλῶς σε γιγνώσκομεν· ὅθεν βοῶμεν πιστοί· χαῖρε, Εὐλογημένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐπάκουσόν μου καὶ τὰς δεήσεις προσδέχου, τοῦ τελοῦντός σου πιστῶς τὴν θείαν μνήμην, ἱεραῖς λιταῖς σου, Θεόκλητε τρισμάκαρ.

Ὅλον με πλῆσον τῆς θεϊκῆς χάριτός σου καὶ τῆς πίστεως, Θεόκλητε, ἣν ἔσχες ὅτε τῶν Μαρτύρων συνήφθης ταῖς χορείαις.

Καταύγασόν μου, τοῦ Παρακλήτου τῇ αἴγλῃ, τὴν διάνοιαν καὶ φωτισμὸν παράσχου, ὅπως μοι ἐκλάμψῃ τὸ φῶς τῆς ἀληθείας.

Θεοτοκίον.
Λυτρωσαμένη ἐκ τῆς ἀρχαίας κατάρας τοὺς ὑμνοῦντάς σε, Παρθένε, τῷ σῷ Τόκῳ, ὅντως σωτηρίας ἡ κιβωτὸς ἐδείχθης.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡ πάνσεπτός σου μνήμη, θεῖε Ἀθλοφόρε, τῶν ὑμνητῶν σου εὐφραίνει τὸν σύλλογον, ὃν τῆς ἀύλου σου δόξης, Μάρτυς, ἀξίωσον.

Τρανῶς ὁμολογήσας τὸν Θεὸν τῶν ὅλων ἐν τῷ σταδίῳ, παμμάκαρ Θεόκλητε, τὸν εὑρετὴν τῆς κακίας πάνυ κατήσχυνας.

Ἐξέφυγες τοῦ πλάνου, Μάρτυς θεοφόρε, πᾶν ἐπινόημα τούτου καὶ σόφισμα κατανικήσας ἐνστάσει στεῤῥᾷ, Θεόκλητε.

Γενναίως ἐναθλήσας, Νέρωνος τὴν μῆνιν καὶ τῶν δαιμόνων τεχνάσματα ἔθραυσας, ἐνστερνισάμενος πίστιν τὴν θεοδίδακτον.

Θεοτοκίον.
Τῆς θείας δόξης Μήτηρ, Κεχαριτωμένη, χαῖρε, πιστῶν ἀπροσμάχητον ἔρεισμα, χαῖρε, λιμὴν θλιβομένων ὄντως γαλήνιε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, ἀβλαβεῖς συντήρει πάσης πλάνης καὶ προσβολῆς, τῶν πεπλανημένων ἀντιλαβοῦ, παμμάκαρ, ἐπίστρεψον δ’εἰς πίστιν καὶ εἰς μετάνοιαν.

Θαύματι ἐκλήθης πρὸς τὴν ὁδὸν τῆς θεογνωσίας, ὅτε φάρμακον ἰσχυρὸν καὶ θανατηφόρον τῇ Φωτεινῇ ἐδίδους· ἡ δὲ πιοῦσα, Μάρτυς, σώα διέμεινεν.

Χάρις σε ἐρύσατο τοῦ Χριστοῦ καὶ ὀφρὺν καθεῖλες τῶν τυράννων θείᾳ ῥοπῇ· ὅθεν κακουργίας, δυνάμει πρεσβειῶν σου, τοῦ ἀρχεκάκου ῥῦσαι τοὺς ὑμνολόγους σου.

Προγιγνώσκων, Μάρτυς, ὁ Λυτρωτὴς τὴν προαίρεσίν σου ὡς τελείαν καὶ ἀγαθήν, τρίβον σωτηρίας στενὴν ὑπέδειξέ σοι, Θεόκλητε, ἣν χαίρων τάχει ἐβάδισας.

Κᾶραν σου ἐτμήθης ὑπὲρ Χριστοῦ ἔμπροσθεν τυράννων θεομάχων καὶ δικαστῶν καὶ τοῦ παλαμναίου συνέτριψας τὴν κᾶραν· διό σε ὁ Δεσπότης στεφάνοις ἤμειψεν.

Γνῶσιν ἀποῤῥίψας τὴν μαγικήν, γνῶσιν ἐνστερνίσω, Ἀθλοφόρε, τὴν θεϊκήν· τὸν φλογμὸν τῆς πλάνης ἀπέσβεσας ἀνδρείως, τοῖς ῥείθροις σῶν αἱμάτων, μάκαρ Θεόκλητε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον.Ἦχος πλ.α΄. Τὸν Συνάναρχον Λόγον.
Τῶν εἰδώλων τὴν πλάνην ἀφῆκας, ἔνδοξε, καὶ μαγείας τὸ σκότος ἐκβδελυσάμενος πρὸς τὸ φῶς θεογνωσίας ηὐτομόλησας, στεφηφόρε τοῦ Χριστοῦ καὶ Μαρτύρων καλλονή, Θεόκλητε Ἀθλοφόρε· ὅθεν ἀεὶ ἐκδυσώπει ὑπὲρ ἡμῶν τὸν πάντων Κύριον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πλάνην τῶν εἰδώλων καθελὼν καὶ καταπαλαίσας ἀνδρείως ἐχθροῦ τὴν δύναμιν πρὸ τυράννων, ἔνδοξε, μάρτυς Θεόκλητε, τοῦ Χριστοῦ τὴν ἀλήθειαν ἐκήρυξας πᾶσι, θείας Σαμαρείτιδος τῇ ἐπιπνεύσει, σοφέ· ὅθεν, ὡς εὐώδη θυσίαν, αἷμά σου τὸ τίμιον, μάκαρ, καὶ τὴν κεφαλήν σου Τούτῳ δέδωκας.

Ὅτε ηὐτομόλησας, σεπτέ, πρὸς τὸν ὑπὲρ φύσιν ἀγῶνα, τὸν τῆς ἀθλήσεως, Νέρωνα κατήσχυνας καὶ βδελυροὺς ἱερεῖς τῶν εἰδώλων, μακάριε, τὰ στίφη δαιμόνων τρόμῳ δὲ Θεόκλητε, ἐφυγαδεύοντο· πᾶσαι τῶν Ἀγγέλων αἱ τάξεις, σὺν ταῖς τῶν Μαρτύρων χορείαις, ὕμνουν τὸν Θεόν, τὸν σὲ δοξάσαντα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Εὐχαριστῶ θερμῶς τὸν ἐν Χριστῷ ἀδελφὸν Ἀθανάσιο,
διὰ τὴν παραχώρησιν τῆς Παρακλήσεως.