Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Μιχαήλ Πακνανάς Αθηνών ο Κηπουρός
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζετε στις 9 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἐναθλήσας ἀνενδότῳ καρδίᾳ, τῆς τῶν Μαρτύρων ἠξιώθης εὐκλείας, ὦ νεομάρτυς Μιχαὴλ μακάριε, ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, καὶ παθῶν καὶ θλίψεων, καὶ παντοίων κινδύνων, τοὺς τῇ σεπτῇ πρεσβείᾳ σου πιστῶς, προσερχομένους, καὶ πόθῳ τιμῶντάς σε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
Μιχαὴλ ῥῦσαι ἡμᾶς κινδύνων. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μαρτύρων ἰσότιμος γεγονώς, Μιχαὴλ παμμάκαρ καθικέτευε ἐκτενῶς, πταισμάτων ἡμῖν διδόναι λύσιν, καὶ εἰρηναίαν ἐν βίῳ κατάστασιν.
Ἰσχὺν ἡμῖν αἴτει παρὰ Χριστοῦ, ἐχθροῦ τοῦ σκοτίου καταλύειν τὰς μηχανάς, Μιχαὴλ θεόφρον νεομάρτυς, καὶ κατισχύειν δεινῶν περιστάσεων.
Χαρᾶς ἀνεκφράστου ὧν κοινωνός, Μιχαὴλ θεόφρον, πάσης λύπης ὀδυνηρᾶς, ῥῦσαι τοὺς πιστῶς σοι προσιόντας, μαρτυρικῇ σου πρεσβείᾳ πρὸς Κύριον.
Θεοτοκίον.
Ἀφράστως τεκοῦσα τὸν Ποιητήν, κεχαριτωμένη παντευλόγητε Μαριάμ, Αὐτὸν ἐκδυσώπει οἷα Μήτηρ, τῆς τῶν παθῶν τυραννίδος ῥυσθῆναί με.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ἡ θερμῇ σου πρεσβείᾳ πρὸς τὸν Χριστὸν Ἅγιε, τεῖχος ἀσφαλείας γενέσθω ἡμῖν καὶ στήριγμα, ἀποδιώκουσα, πᾶσαν φθοράν τε καὶ βλάβην, ἀφ’ ἡμῶν ἑκάστοτε, τῶν εὐφημούντων σε.
Λαμπρυνόμενος φέγγει τῆς τριλαμποῦς λάμψεως, οἷα νεομάρτυς Κυρίου ἀξιοθαύμαστος, σκότους τῶν θλίψεων, καὶ ζοφερῶν παθημάτων, Μιχαὴλ ἀπάλλαξον, ἡμᾶς πρεσβείας σου.
Θεοτοκίον.
Ὑψηλότατος θρόνος καὶ φωταυγὲς σκήνωμα, τοῦ Παμβασιλέως τῆς δόξης ὤφθης Πανάχραντε, Τοῦτον κυήσασα, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὃν ἡμῖν ἱλέωσαι, τοῖς σὲ δοξάζουσι.
Διάσωσον, ὦ Μιχαὴλ νεομάρτυς ἠγλαϊσμένε, πάσης βλάβης ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, τοὺς καταφεύγοντας πόθῳ τῇ σῇ πρεσβείᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀθλήσας καλῶς ὡς νεανίας ἔνθεος, πολλῶν ἀμοιβῶν παρὰ Χριστοῦ ἠξίωσαι, ὦ πρέσβευε δεόμεθα, Μιχαὴλ νεομάρτυς μακάριε, ἐπερχομένων λυτροῦσθαι δεινῶν, τοὺς πόθῳ τιμῶντάς σου τὴν ἄθλησιν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συντριβέντας τοῖς πάθεσι, Μιχαὴλ παμμάκαρ ἡμᾶς θεράπευσον, μεσιτείαις σου πρὸς Κύριον, δι’ ὃν προθυμότατα ἐνήθλησας.
Ἀθηναίων ἡ πόλις σε, Μιχαὴλ γεραίρει ὡς θεῖον βλάστημα, ἣ ἐξαίτει θεῖον ἔλεος, καὶ εἰρήνην Μάρτυς ἀστασίαστον.
Ἴδε Μάρτυς τοὺς σπεύδοντας, τῇ σῇ ἀντιλήψει ὡς ἱλαρώτατος, καὶ ἑκάστῳ δίδου ἄνωθεν, τῆς σῆς προστασίας τὰ δωρήματα.
Θεοτοκίον.
Ἡ Θεὸν σωματώσασα, καὶ μετὰ τὸν Τόκον παρθένος μείνασα, Θεοτόκε ἀειπάρθενε, ἵλεών μοι ἔργασαι ὃν ἔτεκες.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μάρτυς ἀληθής, Μιχαὴλ ὤφθης τοῦ Κτίσαντος, καταισχύνας τὸν τοῦ ψεύδους εὑρετήν, οὗ τῆς πλάνης καὶ ἀπάτης ἡμᾶς λύτρωσαι.
Αἵμασι τοῖς σοῖς, ἡγιάσθη γῆ ἡ πάτριος, διὸ αἴτει Μιχαὴλ ἁγιασμόν, καὶ χαρὰν τὴν ἀληθῆ τοῖς εὐφημοῦσί σε.
Σύντριψον ἐχθροῦ, καθ’ ἡμῶν τὰ μηχανήματα, ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν ἀεί, κατευθύνων Μιχαὴλ ἐπὶ τὰ κρείττονα.
Θεοτοκίον.
Κόπασον Ἁγνή, τῶν παθῶν μου τὸ κλυδώνιον, καὶ ὁδήγησόν με Κόρη ἀσφαλῶς, πρὸς λιμένα θελημάτων τοῦ Παντάνακτος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰδού σοι, ἐν εὐλαβείᾳ προσῆλθον, Ἀθηναίων εὐσεβούντων χορεῖαι, καὶ τῇ σεπτῇ σου εἰκόνι ἑστῶτες, ἀπὸ ψυχῆς Μιχαὴλ ἐκβοῶσί σοι· ῥῦσαι ἡμᾶς πάσης ὀργῆς, Νεομάρτυς λιταῖς σου πρὸς Κύριον.
Νεκρώσας, τὸν νεκρωτὴν τὸν ἀρχαῖον, δι’ ἀγάπην νεκρωθεὶς τοῦ Σωτῆρος, νεκροποιῶν ἐννοιῶν καὶ ἀτόπων, τὰς διανοίας ἡμῶν ἀποκάθαρον, ἀθλητικῇ σου πρὸς Χριστόν, Μιχαὴλ παῤῥησία δεόμεθα.
Δυνάμει, κραταιωθεὶς οὐρανίῳ, ἀπετμήθης τὸν αὐχένα ἀνδρείως, ὅθεν κἀμέ, ἐνδυνάμωσον Μάρτυς, καταπατεῖν τοῦ δολίου τὰ σκάνδαλα, καὶ ἐν ἀνδρείᾳ ψυχικῇ, διανύειν ὁδὸν τὴν σωτήριον.
Θεοτοκίον.
Ὑδάτων, τῆς ἀπωλείας με ῥῦσαι, εἰσρευσάντων τῇ ἀθλίᾳ ψυχῇ μου, καὶ πρὸς τὸ ὕδωρ ζωῆς τῆς ἁγίας, δι’ ἀληθοῦς μετανοίας με ἴθυνον, Παρθενομῆτορ Μαριάμ, τῶν ἀνθρώπων λιμὴν ὁ σωτήριος.
Διάσωσον, ὦ Μιχαὴλ Νεομάρτυς ἠγλαϊσμένε, πάσης βλάβης ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, τοὺς καταφεύγοντας πόθῳ τῇ σῇ πρεσβείᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐν εὐσεβείᾳ ἀνύων τὸν βίον σου, μαρτυρικῆς ἠξιώθης λαμπρότητος, διὸ τῶν παθῶν μου τὴν ζόφωσιν, ταῖς σαῖς πρεσβείαις διάλυσον Ἅγιε, βραβεύων μοι χάριν καὶ ἔλεος.
Προκείμενον
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄12 -19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσιν ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μάρτυς ἐνθεώτατος, τοῦ Βασιλέως τῆς δόξης, ἐν ὑστέροις ἔτεσιν, ἀθλήσας στεῤῥότατα ὤφθης Ἅγιε, διὸ νῦν πρέσβευε, τῷ σῷ Ἀθλοθέτῃ, τυχεῖν θείας ἱλαρότητος, καὶ τῆς ἀφέσεως, τῶν ἁμαρτιῶν ὧν ἐπράξαμεν, καὶ φωτισμοῦ τῆς χάριτος, τοὺς εἰλικρινῶς σε γεραίροντας, Μιχαὴλ παμμάκαρ, τὸ ἄνθος τὸ εὐῶδες Ἀθηνῶν, τὸ διαπνέον τοῖς ἅπασι, τὴν ὀσμὴν τοῦ Πνεύματος.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νέος ὤφθης ὁπλίτης Μιχαὴλ νεομάρτυς τοῦ Παντοκράτορος, διὸ τῆς ἐξαπάτης, καὶ πάσης πονηρίας, τοῦ δεινοῦ κοσμοκράτορος, ῥύου ἡμᾶς εἰσαεί, θερμῇ σου ἀντιλήψει.
Ὡς θεόφρονι γνώμῃ ἐναθλῆσαι προείλου πόθῳ τοῦ Κτίστου σου, νοῦν σώφρονα ἐν πᾶσι, καὶ καθαρὰν καρδίαν, ἐν σεμνοῖς Μάρτυς ἤθεσι, δίδου ἰσχὺν γεωργεῖν, ἡμῖν τοῖς σὲ τιμῶσι.
Ναὸν θεῖόν σοι Μάρτυς εὐσεβοῦντες εἰς δόξαν σὴν καθιέρωσαν, ἐν ᾧ οἱ προσιόντες, χαρᾶς καὶ εὐφροσύνης οὐρανίου πληρούμεθα, ἐπιφοιτήσει τῆς σῆς, χάριτος Ἀθλοφόρε.
Θεοτοκίον.
Γλυκασμὸν σωτηρίας τῶν δεινῶς πληγωθέντι ἰῷ τοῦ ὄφεως, παράσχου μοι Παρθένε, καὶ τῆς ψυχῆς μου πᾶσαν, ἡδυπάθειαν νέκρωσον, ἵνα σωθεὶς διὰ σοῦ, ὑμνῶ σε Θεοτόκε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχων μεγίστην, ὡς Ἀθλητὴς παῤῥησίαν, πρὸς τὸν Κύριον ὦ Μιχαὴλ δυσώπει, πάσης δυσχερείας, ἡμᾶς ἀεὶ λυτροῦσθαι.
Ῥείθροις αἱμάτων, τὴν Ἐκκλησίαν ἀρδεύσας, βλῦσον ἅπασι τῆς θείας εὐσπλαγχνίας, ταῖς σαῖς ἱκεσίαις, ὦ Μιχαὴλ τὰ ῥεῖθρα.
Ἄνωθεν ἴδε, ὡς συμπαθὴς Νεομάρτυς, τοὺς προσπίπτοντες τῇ θείᾳ σου πρεσβείᾳ, Μιχαὴλ καὶ πλήρου, τὰς τῶν πιστῶν αἰτήσεις.
Θεοτοκίον.
Σάρκα φορέσας, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τὰ σύμπαντα παραγαγὼν Παρθένε, ἔσωσε τὸν κόσμον, τῆς πάλαι καταδίκης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλύος πάσης ῥῦσαι, Μιχαὴλ θεόφρον, ἐπιφορῶν ὀλεθρίων τοῦ ὄφεως, τοὺς ἀδιστάκτῳ καρδίᾳ σε μεγαλύνοντας.
Μονὰς τὰς οὐρανίους, ἤδη κατοικήσας, μὴ διαλίπῃς ἐκεῖθεν μακάριε, τοῦ ἐποπτεύειν τοὺς πόθῳ σε μακαρίζοντας.
Ὁ νέος Χριστοῦ μάρτυς, Μιχαὴλ τρισμάκαρ, τῶν Ἀθηνῶν τὸ τερπνότατον βλάστημα, τὴν σὴν πατρίδα ἐκ πάσης φύλαττε θλίψεως.
Θεοτοκίον.
Ὑλώδους προσπαθείας, κάθαρον τὸν νοῦν μου, καὶ τῇ ἀγάπῃ με Κόρη καρδίωσον, τοῦ προελθόντος ἀφράστως ἐκ τῶν αἱμάτων σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πόλις Ἀθηναίων ἡ εὐκλεής, ἤνεγκέ σε Μάρτυς, ὥσπερ κρίνον πανευθαλές, ἔνθεν εὐσεβείας, ὀσμὴν τὴν οὐρανίαν, ἀθλήσας διαπνέεις, Μιχαὴλ ἅπασι.
Νέος ὧν τῷ σώματι Ἀθλητά, ἁπλοῦς δὲ τὸν τρόπον, καὶ τοῖς ἤθεσιν εὐπρεπής, τὴν ὀφρὺν καθεῖλες, ἐχθροῦ τοῦ παλαιμναίου, ὦ Μιχαὴλ θεόφρον, ἀθλήσας ἄριστα.
Γνώμῃ ἀπτοήτῳ καὶ σταθερᾷ, τὰς βουλὰς αἰσχύνας, καὶ τὸ θράσος τῶν δυσσεβῶν, ἱδρυμένος πέτρᾳ, στεῤῥῶς τῆς εὐσεβείας, ὦ Μιχαὴλ καὶ πόνους, Μαρτύρων ἤνεγκας.
Λόγους τε καὶ δώρα καὶ ἀπειλάς, καὶ πικρὰς βασάνους, ὑπερέδραμες Μιχαήλ, καὶ τμηθεὶς τὴν κάραν, ὑπὲρ Χριστοῦ ἀνδρείως, Μαρτύρων ἐκοσμήθης, τῷ διαδήματι.
Ἄνθος τῆς νεότητος παριδών, ἤθλησας νομίμως, δι’ ἀγάπην τοῦ Ἰησοῦ, ὃν ἀεὶ δυσώπει, δοῦναι ἡμῖν εἰρήνην, καὶ πᾶσαν εὐλογίαν, Μιχαὴλ ἄνωθεν.
Δόξης ἀπολαύων θεαρχικῆς, Μιχαὴλ θεόφρον, καθικέτευε ἐκτενῶς, ὑπὲρ τῶν ἐν πίστει, τελούντων σου τὴν μνήμην, διδόναι ἡμῖν χάριν, καὶ θεῖον ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς γεραίροντας πιστῶς, Μάρτυς τοὺς ἁγίους ἀγῶνας, τῆς σῆς ἀθλήσεως, πάσης περιστάσεως, καὶ πάσης θλίψεως, ἀνωτέρους διάσωζε, Μιχαὴλ παμμάκαρ, ταῖς πρὸς τὸν Παντάνακτα, θερμαῖς πρεσβείαις σου, δίδου δὲ χαρὰν καὶ εἰρήνην, καὶ παντὸς καλοῦ ἀφθονίαν, τοῖς τῷ σῷ ναῷ θερμῶς προστρέχουσι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.