Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Μύρωνα Επίσκοπον Κρήτης τον Θαυματουργόν

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 8 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ θεοφόρος, καὶ εὐσπλαχνίας ἀνεξάντλητον ῥεῖθρον, καὶ αὐτουργὸς θαυμάτων Μύρων ὅσιε· πάσης ἡμᾶς λῦτρωσαι, συμφορᾶς καὶ ἀνάγκης, οἷα συμπαθέστατος, τῇ θερμῇ σου πρεσβείᾳ, τοὺς τῷ σεπτῷ σου σπεύδοντας ναῷ, καὶ ἐξαιτοῦντας τὴν χάριν σου Ἅγιε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σῷζε ὧ Μύρων τοὺς σὲ τιμῶντας. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνὼν τῶν Ἀγγέλων ταῖς στρατιαῖς, ἀπαύστως δυσώπει, πάτερ Μύρων θαυματουργέ, πάσης ἡμᾶς ῥύεσθαι ἀνάγκης, τοὺς τῇ σεπτῇ σου πρεσβεῖᾳ προστρέχοντας.

Ὡς ἔχων ἀκένωτον θησαυρόν, Πάτερ εὐσπλαχνίας, εὐσπλαγχνίσθητι ἐφ΄ ἡμῖν, καὶ δέξαι ἡμῶν τὰς ἱκεσίας, καὶ τὰς αἰτήσεις ἡμῶν Μύρων πλήρωσον.

Ζωὴν εἰρηναίαν καὶ εὐσταθή, καὶ ἀπηλλαγμένην, πάσης βλάβης καὶ συμφορᾶς, ἡμᾶς καταξίωσον ἀνύειν, τοὺς σὲ προστάτην θερμὸν Πάτερ ἔχοντας.

Θεοτοκίον.
Ἐκ σοῦ ἀνατέταλκεν ἐν σαρκί, δι΄ ἔλεος μέγα, καταυγάζων πᾶσαν τὴν γῆν, ὁ Ἥλιος τῆς δικαιοσύνης, οὗ ταῖς ἀκτῖσι κᾀμὲ Κόρη λάμπρυνον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς ὡκτείρησας πάλαι, ὡς συμπαθὴς Ὅσιε, τοὺς χειρὶ δολία τὸν σῖτον, τὸν σὸν ἁρπάζοντας, οὕτως οἰκτείρησον, καὶ πάσης ῥύου ἀνάγκης, Μύρων τοὺς προστρέχοντας, τῇ προστασίᾳ σοῦ.

Μῦρον πάντοτε βλύζει, ὡς ἀληθῶς ἄυλον, τῆς παρὰ Θεοῦ σοι δοθείσης, πλοῦσιας χάριτος, ἡ σῇ Ἁγία εἰκών, καὶ τῶν παθῶν τὸ δυσῶδες, διαλύει Ἅγιε, ἐκ τῶν τιμώντων σε.

Ὑπὲρ πάντων δυσώπει, τὸν ἀγαθὸν Κύριον, Μύρων τῶν πιστῶν προσιόντων, τῷ θείῳ τάφῳ σοῦ, ὡς ἂν ῥυσθείημεν, ἐπιφορῶν πολυτρόπων, καὶ πάσης κακώσεως τῇ ἀντιλήψει σου.

Θεοτοκίον.
Ῥώμην δίδου καὶ χάριν, κατὰ παθῶν Ἄχραντε, τοῖς εἰλικρινῶς ἀνυμνοῦσι, τὰ μεγαλεῖά σου, καὶ πᾶσαν σύντριψον, τὴν καθ΄ἡμῶν κινουμένην, τοῦ βελίαρ δύναμιν, καθικετεύομεν.

Διάσωσον, θαυματουργὲ ἱεράρχα Μύρων θεόφρον, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς ἐξαιτοῦντας τὴν θείαν σοῦ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης ἡμῶν καὶ μέγα καταφύγιον, καὶ πρέσβυς θερμός, πρὸς τὸν Σωτῆρα Κύριον, σὺ εἶ Μύρων μακάριε· διὰ τοῦτο πίστει βοῶμέν σοι· μὴ διαλείπεις ἀεὶ δυσωπεῖν, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

ᾨδὴ δ. Εἰσακήκοα, Κύριε.
Ὡς θερμὸν ἀντιλήπτορα, καὶ πρὸς τὸν Θεὸν μεσίτην σὲ ἔχοντες, πάτερ Μύρων ἱερώτατε, τῇ σεπτῇ σου σκέπη πίστει σπεύδομεν.

Νοσημάτων καὶ θλίψεων, καὶ πολυειδῶν ἐν βίῳ στενώσεων, πάτερ Μύρων ἀπολύτρωσαι, τοὺς τῷ σῷ ναῷ πιστῶς προστρέχοντας.

Τῇ πολλῇ συμπαθείᾳ σου, συμπαθῶς ἐπίνευσον ταῖς δεήσεσι, πάτερ Μύρων συμπαθέστατε, τῶν εἰλικρινῶς ὑμνολογούντων σε.

Θεοτοκίον.
Ὁ Θεὸς ἐκ σοῦ τίκτεται, καὶ δι΄ εὐσπλαχνίας σώζει τὸν ἄνθρωπον, ὃν ἱκέτευε δεόμεθα, σῶσαι Θεοτόκε τοὺς ὑμνοῦντάς σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψιστον Θεόν, τὸν λαμπρῶς σε θαυμαστώσαντα, πάτερ Μύρων καθικέτευε ἀεί, τῶν πταισμάτων, ἡμῖν δοῦναι τὴν συγχώρησιν.

Σκέπη ἀσφαλής, τῇ τιμώσῃ σε πατρίδι σου, ἔσο Μύρων χορηγῶν αὐτῇ ἀεί, τῆς θερμῆς σου, προστασίας τὰ δωρήματα.

Σώματος δεινάς, ἀσθενείας Πάτερ ἴασαι, καὶ ψυχῶν τὴν ἀθυμίαν τὴν πικράν, ἀφ΄ ἡμῶν, τῇ σῇ πρεσβείᾳ διασκέδασον.

Θεοτοκίον.
Ἔχεις οἰκτιρμούς, ἀμετρήτους Μητροπάρθενε, οἶα Μήτηρ τοῦ οἰκτίρμονος Θεοῦ, ὅθεν οἴκτιρον κᾀμὲ τὸν ἀπολλύμενον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Τὸ ῥεῖθρον, τοῦ ποταμοῦ παραδόξως, ἀναστείλας ἀκωλύτως διῆλθες, θαυματουργὲ ἀξιάγαστε Μύρων, ὅθεν ἡμᾶς ἀποντίστως διέρχεσθαι, κυβέρνησον ὡς συμπαθής, πολυφρόντιδος βίου τὴν θάλασσαν.

Ἰσχύι, τῶν πρεσβειῶν σοῦ παμμάκαρ, ἐνεκρώθει ὁ ὀλέθριον δράκων, ὁ ἀπειλῶν συμφορὰν τῇ σῇ ποίμνῃ, ἀλλὰ καὶ νῦν τῇ δοθείσῃ σοι χάριτι, τὸν ἐφορμῶντα καθ΄ ἡμῶν, ἀπονέκρωσον βύθιον δράκοντα.

Μεγίστων, ὡς αὐτουργὸς θαυμασίων, τῇ σὴν χάριν τὴν σωτήριον δίδου, τοῖς εὐλαβῶς τῷ ἁγίῳ ναῷ σου, καὶ τῷ σῷ τάφῳ προστρέχουσιν Ἅγιε, καὶ νοσημάτων καὶ παθῶν, ἀβλαβεῖς ἡμᾶς Μύρων διάσῳζε.

Θεοτοκίον.
Ὡς Μήτηρ, τοῦ ἐλεήμονος Λόγου, Παντευλόγητε παρθένε Μαρία, πρὸς σωτηρίας κυβέρνησον τρίβους, τοὺς ἐν ὁδοῖς ἁμαρτίας ὑπάρχοντας, καὶ δίδου ἅπασιν ἡμῖν, ἀφορμὰς ἀληθοῦς μεταγνώσεως.

Διάσωσον, θαυματουργὲ ἱεράρχα Μύρων θεόφρον, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς ἐξαιτοῦντας τὴν θείαν σου προστασίαν.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ πρὸς τὸν Θεὸν Ἱεράρχα πρεσβείᾳ σου, τὴν σὴν πατρίδα ἀπαύστως διάσῳζε, καὶ πᾶσι πιστοῖς δίδου πάντοτε, πάσης ἀνάγκης καὶ θλίψεως λύτρωσιν, ὦ Μύρων Κρητῶν ἐγκαλλώπισμα.

Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ ‘Ἰωάννην.
(Κεφ. ι΄9-16).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. kαθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάρις πλουσιόδωρος, παρὰ Θεοῦ σοι ἐδόθη, Μύρων παμμακάριστε, τοῦ τελεῖν θαυμάσια τοῖς προστρέχουσι, διὸ νῦν Ἅγιε, ὡς Χριστοῦ θεράπων, καὶ προστάτης ἡμῶν μέγιστος, πάσης κακώσεως, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος, καὶ πάσης ῥύου θλίψεως, καὶ ἀσθενημάτων ἑκάστοτε, τοὺς τῇ σῇ πρεσβείᾳ, προσπίπτοντας θεόφρον εὐλαβῶς, καὶ τῶν πταισμάτων συγχώρησιν, αἴτει ἡμῖν πάντοτε.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σοῦ…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νᾶμα ἄυλον θεῖον, ἐκ πηγῶν σωτηρίου, ταῖς ἱκεσίαις σου, ἐπόμβισον καὶ σβέσον, παθῶν ἡμῶν τὴν φλόγα, καὶ κινδύνων τὸν καύσωνα, Μύρων θεράπων Χριστοῦ, ἡμῶν ὁ ἀντιλήπτωρ.

Τὸν ναόν σου τὸν θεῖον, νοητὸν ὡς λιμένα, Πάτερ κατέχοντες, προστρέχομεν ἐν τούτῳ, ἐν ζάλαις ταῖς τοῦ βίου, καὶ ταχέως λυτρούμεθα, τρικυμιῶν χαλεπῶν, τῇ σῇ πρεσβείᾳ Μύρων.

Ἀσθενοῦσιν τὴν ῥῶσιν, καὶ τοῖς πάσχουσι Πάτερ, ταχεῖαν ἴασιν, καὶ τοῖς ὑπὸ πνευμάτων, δεινῶν συνεχομένους, τὴν ἐκλύτρωσιν βράβευσον, ὡς τοῦ Θεοῦ μιμητής, θαὐματοφόρε Μύρων.

Θεοτοκίον.
Σαρκωθείς ἀποῤῥήτως, ἐξ ἁγνῶν σοῦ αἱμάτων, ὁ Ὑπερούσιος, ἐθέωσε τὴν φῦσιν, ἡμῶν δι’ εὐσπλαχνίαν, Θεοτόκε πανύμνητε, ὃν ἐκδυσῶπει ἀεί, τυχεῖν με σωτηρίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γαλήνη δίδου, καὶ εὐπραγίαν ἐν βίῳ, Μύρων ἅγιε τοῖς πιστοῖς προσιοῦσι, τῷ σεπτῷ σου τάφῳ, καὶ σὲ ὑμνολογοῦσιν.

Ἔχει σε Πάτερ, καταφυγὴ ἐν ἀνάγκαις, ἡ τιμῶσά σε πατρίς σου Ἱεράρχα, ὅθεν καὶ προστρέχει, τῷ θείῳ σου τεμένει.

Ῥάβδῳ ἁγία, τῆς προστασίας σου Πάτερ, καὶ νῦν ἴθυνον ὡς πάλαι εἰς λειμῶνας, θείων ἐνταλμάτων, τὴν λογικήν σου ποίμνην.

Θεοτοκίον.
Ἁγιωτέρα, τῶν οὐρανίων Ἀγγέλων, Ἀειπάρθενε ἁγνὴ Θεοκυῆτορ, ἐναγοῦς κακίας, ἀπάλλαξον τὸν νοῦν μου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας, Πάτερ διαπρέπων, πάσης φθορᾶς καὶ παθῶν ἀπολύτρωσαι, τοὺς τῷ ἁγίῳ σου τάφῳ, Μύρων προσπίπτοντας.

Ἰσχὺν ἡμῖν παράσχου, κατὰ τοῦ βελίαρ, καὶ δυσπραγίας ἁπάσῃς καὶ θλίψεως, ἀτρώτους φύλαττε Πάτερ, ἡμᾶς δεόμεθα.

Μυρίπνοον ὡς ῥόδον, ἡμῖν φερονύμως, εὐωδιάζει τὴν χάριν τοῦ
Πνεύματος, ἡ σῇ εἰκὼν καὶ ὁ τάφος σου Μύρων ὅσιε.

Ὁ μέγας ἀντιλήπτωρ, ἡμῶν πάτερ Μύρων, ἄνωθεν σκέπε ἀεὶ τὸ σὸν ποίμνιον, καὶ πᾶσι δίδου τὴν χάριν τῆς προστασίας σου.

Θεοτοκίον.
Ὑμνῶ εὐσήμῳ γλώσσῃ, τὴν περὶ ἐμέ σου, ἐν πάσῃ ὤρα Παρθένε ἀντίληψιν, ὅτι ἀεὶ βοηθεῖς με, καὶ διασῴζεις με.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ τῆς Κρήτης θεῖος πυρσός, Μύρων θεοφόρε, Ποιμενάρχης τε ὁ κλεινὸς χαίροις τῶν θαυμάτων, ἀκένωτος χειμάῤῥους, ὁ πᾶσιν ἀναβλύζων, χάριν καὶ ἔλεος.

Βίον τὸν ἐνάρετον ἐκ παιδός, Πάτερ ἀγαπήσας, σκεῦος ὤφθης τῶν ἀρετῶν, καὶ ἱεροσύνης, χρισθεὶς τῷ θείῳ μύρῳ, Ἀρχιερεὺς ἐδείχθης, Χριστοῦ θεόληπτος.

Χάριν οὐρανόθεν παρὰ Θεοῦ, πλουσίαν ἐδέξω, ὥσπερ πρᾶος καὶ ταπεινός, ὅθεν ἐδοξάσθεις, ἐν θαύμασι ποικίλοις, ὦ Μύρων ἱεράρχα, ἀξιοθαύμαστε.

Χαίροις τοῦ ἐλέους ὁ θησαυρός, καὶ τῆς συμπαθείας, ῥεῖθρον θεῖον καὶ δαψιλές, χαίροις θεῖε Μύρων, Κρητῶν τὸ μέγα κλέος, καὶ πάσης Ἐκκλησίας, τὸ ἀγαλλίαμα.

Τοὺς τῷ σῷ ἁγίῳ Πάτερ ναῷ, πιστῶς προσιόντας, πάσης λύτρωσαι ἀπειλῆς, καὶ ἐπερχομένων, κινδύνων τε καὶ πόνων, ἀτρώτους διατήρει, Μύρων μακάριε.

Ὥσπερ ἐλεήμων καὶ συμπαθής, εὐμενῶς προσδέχου, τὰς δεήσεις ἡμῶν ἀεί, Μύρων ἱεράρχα, καὶ πλήρου τὰς αἰτήσεις, τῶν ἐπικαλουμένων, τὴν σὴν βοήθειαν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μύρων ἱεράρχα θαυμαστέ, μύστα τοῦ Χριστοῦ θεοφόρε, θαυμάτων θείᾳ πηγή, νόσων καὶ κακώσεων, καὶ χαλεπῶν ὀδυνῶν, πειρασμῶν καὶ στενώσεων, καὶ ἐκ πάσης ἄλλης βλάβης, ῥύου πάντοτε, ἡμᾶς δεόμεθα, θείαις πρὸς Θεόν σου πρεσβείαις, τοὺς ἐν ἀδιστάκτῳ καρδία, τῇ σεπτῇ σου σκέπη καταφεύγοντας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Μύρισον Μύρων ὀδμαῖς τῶν σῶν χαρίτων
Γεράσιμον σπεύδοντα τῇ ἀρωγῇ σου.