Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Κωνσταντίνο εξ Αγαρηνών
Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

†Εορτάζεται στις 2 Ιουνίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀγαρηνῶν τὸν ἀπὸ γένους ἐλθόντα, εἰς τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν, τὸν Κωνσταντῖνον ᾄσμασιν, ἐνθέοις πιστοί, δεῦτε εὐφημήσωμεν, πρὸς αὐτὸν ἐκβοῶντες· χαίροις γενναιότατε, τοῦ Χριστοῦ στρατιῶτα, τῆς Ἐκκλησίας δόξα καὶ τιμή, Νεομαρτύρων, τὸ ἔξοχον ἄκουσμα.
Δόξα.
Ἐκ Μυτιλήνης ὡς ἀστὴρ φωτοφόρος, ὁ Κωνσταντῖνος ἐξανέτειλεν ἄρτι, καὶ ἐν τῷ ὄρει Ἄθωνος ἠσκήθη καλῶς, εἰς Κωνσταντινούπολιν, εὐκλεῶς τε ἀθλήσας, ἄλγη καθυπέμεινε, τῇ σαρκὶ ἀπτοήτως, τῆς φυλακῆς δεσμὰ καὶ ῥαβδισμούς, καὶ δι’ ἀγχόνης, τὸ τέλος τὸ ἅγιον.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐξ Ἀγαρηνῶν, Κωνσταντῖνον ᾄδω. Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἑόρτιον σύναξιν οἱ πιστοί, ποιήσωμεν δεῦτε, τοῦ τιμῆσαι ὑμνοπρεπῶς, Χριστοῦ στρατιώτην Κωνσταντῖνον, Ἀγαρηνῶν ἀπὸ γένους ὑπάρχοντα.
Ξενίζει Ἀγγέλων τὰς στρατιάς, καὶ νοῦν τῶν ἀνθρώπων, καταπλήττει καὶ ἐξιστᾶ, γενναῖε ὁπλίτα Κωνσταντῖνε, τὸ ἱερὸν καὶ σεπτόν σου μαρτύριον.
Ἀγάλλου καὶ τέρπου μητροπρεπῶς, ἡ ἔνδοξος νῆσος, Μυτιλήνη τῇ ἑορτῇ, υἱοῦ σου τοῦ νέου Κωνσταντίνου, τοῦ εὐκλεῶς σε ἐν νίκαις δοξάσαντος.
Θεοτοκίον.
Γραφαὶ καὶ οἱ λόγοι τῶν Προφητῶν, τῷ θείῳ σου τόκῳ, Μητροπάρθενε Μαριάμ, πεπλήρωνται σὺ γὰρ ἀπειράνδρως, τὸν πρὸ αἰώνων Θεὸν ἀπεκύησας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπτοήτῳ καρδίᾳ, Ἀγαρηνοῖς ἔμπροσθεν, πίστιν τοῦ Χριστοῦ τὴν ἁγίαν, καθωμολόγησας, μὴ δειλιάσας ποσῶς, τὰ ἀλγεινὰ Κωνσταντῖνε, Νεομάρτυς ἔνδοξε, καὶ καρτερόψυχε.
Ῥαβδισμοὺς ἀνυποίστους, τῇ σῇ σαρκὶ ἤνεγκας, Μάρτυς Κωνσταντῖνε κραυγάζων, ἀπὸ καρδίας σου, τῆς τοῦ Χριστοῦ μου στοργῆς, οὐχ ἀποστήσομαι ὅλως, Τούτῳ γὰρ συντάσσομαι, ἄχρι θανάτου μου.
Ἡδονὰς τὰς τοῦ βίου, καὶ κοσμικὴν ἄνεσιν, ὅλης ἐκ ψυχῆς σου ἠρνήθης, καὶ ἠκολούθησας, τὴν τεθλιμμένην ὁδόν, ὦ Κωνσταντῖνε ποιήσας, ἐν τῷ ὄρει Ἄθωνος, βίον ἐνάρετον.
Θεοτοκίον.
Νικητὴν τοῦ θανάτου, καὶ τῆς ζωῆς πρόξενον, ἄχραντε Παρθένε Μαρία, ἐκυοφόρησας· ὅθεν κειμένους ἡμᾶς, ταῖς ζοφεραῖς ἁμαρτίαις, τῇ χειρί σου Δέσποινα, πάλιν ἀνάστησον.
Ἐνίσχυσον, ἡμᾶς φυλάττειν τὴν πίστιν ὦ Κωνσταντῖνε, ὁ ἐκ γένους Ἀγαρηνῶν αὐτὴν ἀσπασάμενος, καὶ ἄθλοις σου ταύτην διατρανώσας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Βασάνους πικράς, γενναίως καθυπέμεινας, τῇ πίστει Χριστοῦ, ἐνθέως δυναμούμενος, καὶ ἐχθρῶν τὸ μάταιον, Κωνσταντῖνε φρύαγμα ἔθραυσας, ὁ ἀπὸ γένους τῶν Ἀγαρηνῶν, τὸν δρόμον τελέσας τῆς ἀθλήσεως.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς ἀήττητον ὅπλον σου, ἔσχες Κωνσταντῖνε Σταυρὸν τὸν τίμιον, καὶ ὡς θείαν πανοπλίαν σου, τοῦ Χριστοῦ τὴν πίστιν περιέφερες.
Νηφαλέῳ φρονήματι, πρὸς τὸ σκάμμα ἔδραμες τῆς ἀθλήσεως, Κωνσταντῖνε καὶ ἐκέρδισας, τὰ βραβεῖα νίκης τὰ ἀμάραντα.
Κωνσταντίνου τὸν Μάρτυρα, ἐγκωμίων ἄνθεσι στεφανώσωμεν, ὥσπερ ῥόδον γὰρ ἐξήνθησεν, ἀκανθῶν ἐν μέσῳ ὁ ἀοίδιμος.
Θεοτοκίον.
Ὡς πυρίμορφον ὄχημα, φέρεις ἐν χερσί Σου ἁγνὴ Μητρόθεε, τὸν τῶν ὅλων Βασιλεύοντα, καὶ χερσὶ τὰ σύμπαντα συνέχοντα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νύκτα τῆς στυγνῆς, ἀθεότητος παρέδραμες, Κωνσταντῖνε καὶ εἰς φέγγος τὸ γλυκύ, ἦλθες δοξάζων, τὸν Θεὸν τὸν ἀθλοθέτην σου.
Σέβω τὴν σπουδήν, Κωνσταντῖνε τῶν ἀγώνων σου, καὶ τιμῶ σου τὴν ὑπέρτιμον τιμήν, ἥνπερ ἐκτήσω, τῇ γενναίᾳ καρτερίᾳ σου.
Τράχηλον τὸν σόν, εἰς ἀγχόνην περιέκλεισαν, Κωνσταντῖνε οἱ παράνομοι ἐχθροί, εἰς Παραδείσου, τὴν χαράν σε παραπέμψαντες.
Θεοτοκίον.
Ἅγιον Θεόν, ἐν τῇ μήτρᾳ σου ἐχώρησας, Παναγία Θεοτόκε Μαριάμ· ἁγιωτέρα, τῶν Ἀγγέλων ὅθεν γέγονας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νεότητος, τὴν ἀκμὴν παρέδραμες, Κωνσταντῖνε Νεομάρτυς γενναῖε, καὶ ἀνδρικῶς, εἰς ἀγῶνας εἰσῆλθες, Ἀγαρηνῶν ἀπειλὰς μὴ πτοούμενος, καὶ ἔλαβες παρὰ Θεοῦ, νίκης στέφος τὸ μὴ παλαιούμενον.
Ταλάντων σου, δι’ ἀγώνων ηὔξησας, Κωνσταντῖνε τὸν πολύτιμον πλοῦτον, Ἀγαρηνοῖς, κατενώπιον Μάρτυς, ὁμολόγησας Χριστοῦ τὴν Θεότητα· διὸ εἰσῆλθες μετ’ Αὐτοῦ, εἰς φωτὸς τὰς σκηνὰς ἀγαλλόμενος.
Ἱμάτιον, τῆς ἀφθάρτου χάριτος, Κωνσταντῖνε Ἀθλητὰ ἐνεδύσω· καὶ γὰρ ἐν γῇ, τὸν φθαρτόν σου χιτῶνα, Ἀγαρηνοὶ διὰ ξίφους ἐξέσχισαν, καὶ ἔλαμψε λαμπροφανῶς, τοῦ Χριστοῦ ὁ Σταυρὸς ἐν τῷ στέρνῳ σου.
Θεοτοκίον.
Ναμάτων σε, ποταμὸν γλυκύῤῥοον, καὶ θαυμάτων ἀκατάπαυστον κρήνην, πάντες πιστοί, Παναγία Παρθένε, ὁμολογοῦμεν καὶ πόθῳ προστρέχομεν, τῇ χάριτί σου ἀγαθή, τοῦ λαβεῖν δωρεὰς τῶν ἰάσεων.
Ἐνίσχυσον, ἡμᾶς φυλάττειν τὴν πίστιν ὦ Κωνσταντῖνε, ὁ ἐκ γένους Ἀγαρηνῶν αὐτὴν ἀσπασάμενος, καὶ ἄθλοις σου ταύτην διατρανώσας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀπὸ γένους τῶν Ἀγαρηνῶν προερχόμενος, καὶ τὴν πίστιν τὴν ἀληθινὴν ἀσπασάμενος, Κωνσταντῖνε ἀθλητικὴν ἐβάδισας ὁδόν, σαρκὸς ἔφερες τὰ ἀλγεινά, ὡς καρτερόψυχος ἀνήρ, καὶ τῇ πίστει ἀκλόνητος, ἔπαθλα οὖν ἐδέξω, ἀξίως παρὰ Κυρίου, καὶ συνεδρεύεις παρ’ Αὐτῷ, σὺν Μαρτύρων τοῖς στρατεύμασιν.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σθένος ἐνδυσάμενος, τὸ τοῦ Σταυροῦ Κωνσταντῖνε, τοῦ Θεοῦ τὸ ὄνομα, τοῖς ἐχθροῖς ἐνώπιον ὡμολόγησας, τῇ σαρκὶ πόνους τε, ἀλγεινοὺς ὑπέστης, καὶ οὐδόλως ἐδειλίασας, δεσμὰ ἐβάστασας, τὰ τῆς φυλακῆς ἀγαλλόμενος, καὶ εὗρες τὴν ἀπόλαυσιν, καὶ τοῦ Παραδείσου τὴν ἄνεσιν· οὕτω γὰρ δοξάζει, ἐν δόξῃ ὁ τῆς δόξης Βασιλεύς, τοὺς ἀληθείᾳ φυλάσσοντας, Αὐτοῦ τὰ προστάγματα.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁρατῶς σοι ἐφάνη, ἐν φωτὶ ἀπροσίτῳ, περιαστράπτουσα, ὦ Μάρτυς Κωνσταντῖνε, ἡ πάναγνος Παρθένος, Θεοτόκος καὶ ἔδωκε, τὴν κραταιάν σοι ἰσχύν, τελέσαι τοὺς ἀγῶνας.
Νεομάρτυς Κυρίου, Κωνσταντῖνε γενναῖε ἀνευφημοῦμέν σε, τοὺς θείους σου ἀγῶνας, τοὺς ἄθλους τοὺς τιμίους, καὶ τῆς νίκης τὰ τρόπαια· δι’ ὧν ἐδείχθης ζωῆς, τῆς ἄνω κληρονόμος.
Ἀγαλλέσθω τῇ μνήμῃ, Κωνσταντίνου τοῦ Νέου Ὁσιομάρτυρος, ἡ νῆσος Μυτιλήνη, ἡ Σμύρνη συνευφραίνου, Βασιλίς τε τῶν πόλεων, Κωνσταντινούπολιν δός, ᾠδὰς τῶν ἐγκωμίων.
Θεοτοκίον.
Δικαιώσεως χάριν, διὰ σοῦ Θεοτόκε, πάλιν ἐλάβομεν, οἱ πρώην τοῖς βαράθροις, τοῦ ᾅδου πεπτωκότες, καὶ εἰς ὕψος ἀνήλθομεν, τῆς αἰωνίου ζωῆς, Θεὸν ὑπερυψοῦντες.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὦ τῆς ἀνδρείας, τῆς ἰσχυρᾶς Κωνσταντῖνε, ἣν ἐπέδειξας Μάρτυς γενναῖε· ὢ τῆς σταθηρᾶς σου, ἐν ἄθλοις καρτερίας.
Ἰδοὺ ἐκ γένους, Ἀγαρηνῶν τῷ Κυρίῳ, Κωνσταντῖνος ὁ Μάρτυς προσῆλθε, καὶ τὴν Ἐκκλησίαν, ἐδόξασεν ἀξίως.
Στῦλος ἐδείχθης, ὁμολογίας ἐνθέου, Κωνσταντῖνε Χριστοῦ Νεομάρτυς, μείνας ἐν τῇ πίστει, καλῶς ἐστηριγμένος.
Θεοτοκίον.
Ἰδὼν Παρθένε, τὴν καθαράν σου ἁγνείαν, ὁ Θεὸς ἐν γαστρί σου κατέβη, καὶ ἐσωματώθη, ἐκ σοῦ ἀνερμηνεύτως.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δυνάσταις ἐναντίον, Μάρτυς Κωνσταντῖνε, ὁμολογήσας ἀνδρείως, τὸν ἕνα Θεόν, τῆς Ἐκκλησίας ἐγένου, σάλπιγξ θεόφθογγος.
Ὡς κλῆμα τῆς ἀμπέλου, τῆς ἐπουρανίου, ὦ Κωνσταντῖνε βασάνους, βαστάσας πολλάς, ἀθλητικῆς παγκαρπίας, βότρυν ἀπέδωκας.
Ῥαδίως Κωνσταντῖνε, τρίβον στενοτάτην, τοῦ Μαρτυρίου βαδίσας, εἰς πλάτος ζωῆς, καὶ εἰς σκηνὰς αἰωνίους, χαίρων κατώκησας.
Ἁγίων αἱ χορεῖαι, τάξεις τῶν Μαρτύρων, καὶ τῶν Ὁσίων οἱ δῆμοις, σκιρτῶσιν ὁμοῦ, τοῦ Κωνσταντίνου τῇ μνήμῃ, τοῦ Νεομάρτυρος.
Θεοτοκίον.
Σοὶ πρέπει κατ’ ἀξίαν, δόξης ἡ πληρότης, καὶ σοὶ τὸ χαῖρε βοῶμεν, Παρθένε ἁγνή, ὡς τῆς χαρᾶς τῆς ἀλήκτου, πλῆρες κεφάλαιον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων περιωπή, τῶν Νεομαρτύρων ἡ περίδοξος καλλονή· χαίροις Κωνσταντῖνε, Ἀγαρηνῶν ἐκ γένους, Χριστῷ ὁ προσεγγίσας, ἐν οἰκειότητι.
Ἄγγελοι καὶ ἄνθρωπο συνῳδά, μέλπουσιν ἀξίως, Κωνσταντῖνον τὸν ἀθλητήν, τὸν ἐκ Μυτιλήνης, βλαστήσαντα ὡς ἄνθος, καὶ θείαις εὐωδίαις, πάντας εὐφραίνοντα.
Ἴσχυσας συντρίψαι τοῦ δυσμενοῦς, Μάρτυς Κωνσταντῖνε, τὰς κακίστας ἐπιβουλάς, καὶ ὁμολογῆσαι τὴν πίστιν τὴν ἁγίαν· δι’ ἣν καὶ ἠγωνίσω, ἄχρι τοῦ τέλους σου
Ῥάβδων Κωνσταντῖνε τὰ ἀλγεινά, γνώμῃ σου γενναίᾳ, καθυπέμεινας σθεναρῶς, κράζων τῆς ἀγάπης, Χριστοῦ με χωρίσει, οὐ βάσανοι οὐ πόνοι, οὔτε ἀγχόνη τε.
Ἔλαμψας ὡς ἄστρον λαμπροφανές, ἐκ τῆς Μυτιλήνης, καὶ ἐφώτισας τηλαυγῶς, ἄθλοις Κωνσταντῖνε, τῶν πόλεων τὴν πόλιν, ἐν ᾗ ἐτελειώθης, Κωνσταντινούπολιν.
Ἄγαμαι τὴν πίστιν σου τὴν στεῤῥαν, στέργω σου τὴν δόξαν, μακαρίζω σου τὴν τιμήν, καὶ ἐν ἐγκωμίοις, τὴν μνήμην σου γεραίρω, ὦ Μάρτυς Κωνσταντῖνε, ἀξιοθαύμαστε.
Γέρας Κωνσταντῖνε τῶν ἀθλητῶν, τῶν Νεομαρτύρων, ἐγκαλλώπισμα ἱερόν, τῶν Ἀθωνιτῶν τε, πατέρων κοσμιότης, σὺ εἶ ἐν τοῖς ἐσχάτοις, χρόνοις ἀοίδιμε.
Ἴθυνας πορείας σου πρὸς Θεόν, Μάρτυς Κωνσταντῖνε, ἀπὸ γένους Ἀγαρηνῶν, ὁ ὁμολογήσας, τὴν πίστιν τὴν ἁγίαν, καὶ ταύτην ὁ σφραγίσας, πόνοις τιμίοις σου.
Εὖγε Κωνσταντῖνέ σοι προσφωνῶ, ἔγκριτε ὁπλιτά, παρατάξεως τοῦ Χριστοῦ· εὖγε Νεομάρτυς, ἀήττητε τὸ στέφος, τῆς νίκης ὁ κερδίσας, τὸ ἀμαράντινον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Πᾶσαν ηὔφρανας, πιστῶν χορείαν, καὶ κατήσχυνας, τοὺς Ἄγαρ γόνους, ἀνακηρύξας λαμπρῶς τὴν εὐσέβειαν, καὶ ὑπομείνας ἀνύποιστα βάσανα, ὦ Κωνσταντῖνε Μαρτύρων ἀγλάϊσμα. Ὡς οὖν ἔτυχες, οὗπερ ἐπόθεις ἀοίδιμε, μνημόνευε ἡμῶν τῶν εὐφημούντων σε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, τροπαιοῦχε ἀθλητά, ἐξ Ἀγαρηνῶν Κωνσταντῖνε, ὁ τῷ Χριστῷ προσελθών, πίστεως τὸ ἔρεισμα, τὸ ἀδιάσειστον, τῶν ἐνθέων ἀγώνων τε, τὸ ἄθραυστον σθένος, λύχνος τὰ πληρώματα, τῆς γῆς φωτίζων τε· χαίροις καρτερίας ἀδάμας, τῆς ὑπομονῆς ἡ σφραγίς τε, τῶν Νεομαρτύρων σεμνοπρέπεια.
Χαίρει, Κωνσταντῖνε ἐπὶ σοί, νῆσος Μυτιλήνης καὶ κράζει, μητροπρεπῶς τὰς ᾠδάς, Ἄθωνος τὸ Ἅγιον, Ὄρος ἀγάλλεται, ἐν αὐτῷ γὰρ διήνυσας, ὁσίους ἀγῶνας, πόθῳ τοῦ Κυρίου σου, ἐνδυναμούμενος, Σμύρνη ἐν ταυτῷ τε καυχᾶται, καὶ Κωνσταντινούπολις ᾄδει, μαρτυρίου τέλος σου τὸ ἔνδοξον.
Πίστιν, τὴν ἁγίαν τοῦ Χριστοῦ, ἐξ Ἀγαρηνῶν Κωνσταντῖνε, ὁ ἐπιγνοὺς ἐν σπουδῇ, ἤθλησας στεῤῥότατα, καὶ διετράνωσας, τῆς Τριάδος τὴν δύναμιν, βασάνους βαστάσας, ἄλγη τε επώδυνα, ὡς καρτερόψυχος· ἔνδον φυλακῆς ἐνεκλείσθης, διὰ τῆς ἀγχόνης τε ἦλθες, Παραδείσου πλάτος εἰς εὐρύχωρον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

