Παρακλητικός Κανών εις τον Άγιο Νικηφόρο ο Ομολογητής Πατριάρχης Κωνσταντινουπόλεως

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 2 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ εξής·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν εὐθαρσῶς ὑπὲρ ἁγίων εἰκόνων, τῆς προσκυνήσεως παθόντα ἐν ὕμνοις, τιμήσωμεν στεῤῥότατον ὁπλίτην Χριστοῦ, Κωνσταντινουπόλεως, Νικηφόρον ποιμένα, καὶ δογμάτων πίστεως, ὀρθοδόξων ταμεῖον, ἀναβοῶντες· νίκας κατ’ ἐχθρῶν, βεβήλων δίδου, τοῖς πόθῳ τιμῶσί σε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Νικηφόρε, νίκας κατ’ ἐχθρῶν δίδου μοι. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νικῆσαι πολέμιον νοητόν, ἀξίωσον πάντας, τοὺς τιμῶντάς σε εὐλαβῶς, σεπτὲ Νικηφόρε Ἱεράρχα, Ὀρθοδοξίας περίβλεπτον καύχημα.

Ἱκέτευε Κύριον ἐκτενῶς, ὑπὲρ τῶν ἐν πίστει, ἀνυμνούντων σὰς ἀρετάς, σοφὲ ἀρχιθῦτα Νικηφόρε, καὶ δι’ εἰκόνων προσκύνησιν μόχθους σου.

Κοσμούμενος στέφει Ἀρχιερεῦ, τῆς ὁμολογίας, νῦν εὐφραίνῃ ἐν οὐρανοῖς, Χριστὸν δυσωπῶν ὑπὲρ τῶν πόθῳ, μεγαλυνόντων ψυχῆς σου εὐσθένειαν.

Θεοτοκίον.
Ἡ μόνη τοῦ κόσμου καταφυγή, ἁγνὴ Θεοτόκε, Νικηφόρου θερμαῖς εὐχαῖς, κατάπεμψον πᾶσιν οὐρανόθεν, τοῦ Σοῦ Υἱοῦ τὸ ἀμέτρητον ἔλεος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φύλαξ θείων δογμάτων, προασπιστὰ ἄγρυπνε, τῶν εἰκόνων τῶν παναγίων, καὶ ὀλετήριον, εἰκονομάχων δεινόν, φρούρει καὶ φύλαττε πάντας, Νικηφόρε πάνσεπτε, τοὺς ἀνυμνοῦντάς σε.

Οὐρανίων δωμάτων, νῦν θαυμαστὲ ἔνοικε, Νικηφόρε τοὺς καθ’ ἑκάστην, σὲ μεγαλύνοντας, δεῖξον ἀφθίτου χαρᾶς, τῶν οὐρανῶν κληρονόμους, Ἱεράρχα ἔνδοξε, καὶ θεοείκελε.

Ῥῶσιν αἴτει θεόθεν, καὶ πειρασμῶν λύτρωσιν, καὶ ἀσθενημάτων παντοίων, ταχεῖαν ἴασιν, στεῤῥὲ ὁμολογητά, καὶ ἰσχυρὲ καθαιρέτα, Νικηφόρε Λέοντος, τοῦ Αὐτοκράτορος.

Θεοτοκίον.
Ἐπιπνοίας τῆς θείας, σκεῦος λαμπρὸν δεῖξόν με, Κεχαριτωμένη Μαρία, τὴν ἀμαυρότητα, λύουσα πλήθους παθῶν, τῶν ψυχοκτόνων μου Μῆτερ, παμφαὲς ἀνάκτορον, τοῦ Παντοκράτορος.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις πανένδοξε Νικηφόρε, ἀπὸ βλάβης καὶ πειρασμῶν παντοίων καὶ θλίψεων, τοὺς σπεύδοντας πόθῳ σῇ προστασίᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ τοῦ Θεοῦ, εἰκόνος προσκυνήσεως, τὸν προασπιστὴν τιμήσωμεν κραυγάζοντες· Ἱεράρχα ἔνδοξε, Νικηφόρε Κωνσταντινουπόλεως, ὑπὲρ ἡμῶν μὴ παύσῃ δυσωπῶν, Χριστὸν τῶν τιμώντων σου τὰ σκάμματα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νικητὰς τοὺς ἱκέτας σου, κατ’ ἐχθρῶν βεβήλων ταχὺ ἀνάδειξον, Νικηφόρε ἀξιάγαστε, Ὁμολογητὰ Χριστοῦ τῆς πίστεως.

Ἴδε Πάτερ ἐν ὄμματι, συμπαθείας θείας καὶ ἱλαρότητος, ἐπὶ ποίμνην τὴν Ὀρθόδοξον, καὶ παράσχου ταύτῃ χάριν ἄφθονον.

Κῦδος πέλεις ἀτίμητον, Κωνσταντινουπόλεως καρτερόψυχε, Νικηφόρε καὶ ἀγλάϊσμα, Ἐκκλησίας πάσης τῆς τιμώσης σε.

Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, Ἰησοῦν κυήσασα τὸν Φιλάνθρωπον, ἀκλινῶς Αὐτὸν ἱκέτευε, τῷ νοΐ μου δοῦναι θείαν ἔλλαμψιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σπεῦσον δυσωπεῖν, τὸν Χριστὸν ὑπὲρ τῶν ᾄσμασι, μελῳδούντων Νικηφόρε ἱεροῖς, οὕσπερ ἔτλης ὑπὲρ πίστεως ἀγῶνάς σου.

Καύχημα σεπτόν, τῶν ὀρθοφρονούντων Ἅγιε, Νικηφόρε ῥάβδῳ στήριξον εὐχῶν, ἐν τῇ πίστει τῇ ὀρθῇ ἡμᾶς ἀόκνων σου.

Ἅπασαν βουλήν, καθ’ ἡμῶν τοῦ πολεμήτορος, διασκέδασον τῇ σῇ ἐπισκοπῇ, Νικηφόρε οὐρανόθεν τῶν τιμώντων σε.

Θεοτοκίον.
Τεῖχος ἀῤῥαγές, Θεοτόκε τῶν προσφύγων Σου, περιτείχισον δεήσεσι ταῖς σαῖς, καὶ ἡμᾶς τοὺς εὐλαβῶς Σε μακαρίζοντας.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐπάκουσον, Νικηφόρε πάνσεπτε, τῶν πιστῶς σε καθ’ ἑκάστην ὑμνούντων, ὡς Ἱεράρχην σοφὸν καὶ εἰκόνων, τῆς προσκυνήσεως θεῖον ὑπέρμαχον, καὶ πᾶσαν δόσιν ἀγαθήν, σαῖς πρεσβείαις ἡμῖν Πάτερ δώρησαι.

Χαρίτωσον, τοὺς ὁμολογοῦντάς σε, ὀρθοδόξων στυλοβάτην δογμάτων, Πατριαρχῶν, Βασιλίδος σεμνότης, θεοειδὲς Νικηφόρε καὶ ἅπασι, παράσχου θείας δωρεάς, οὐρανόθεν ταῖς σαῖς παρακλήσεσι.

Θυμίαμα, ὥσπερ εὐωδέστατον, Νικηφόρε δέξαι δέησιν τήνδε, ἥν σοι προσάγομεν πόθῳ καὶ ῥῦσαι, κακοδοξίας καὶ πλάνης αἱρέσεων, τοὺς ἀνυμνοῦντάς σε πιστῶς, καὶ ταῖς σαῖς προσευχαῖς καταφεύγοντας.

Θεοτοκίον.
Ῥοῦν ξήρανον, Δέσποινα ψυχόλεθρον, κατακλύζοντα ψυχὰς Σῶν προσφύγων, καὶ εὐφροσύνης ἀνάβλυσον ὕδωρ, τοὺς εἰς αἰῶνας πιστῶς μακαρίζουσι, Σὲ Μητροπάρθενε ἁγνή, χαριτόβρυτε Θεογεννήτρια.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις πανένδοξε Νικηφόρε, ἀπὸ βλάβης καὶ πειρασμῶν παντοίων καὶ θλίψεων, τοὺς σπεύδοντας πόθῳ σῇ προστασίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Ὡς Ἱεράρχης Χριστοῦ θείας πίστεως, καὶ τῶν ἁγίων εἰκόνων ὑπέρμαχος, χαρᾶς οὐρανῶν κατηξίωσαι, ἧς καὶ ἡμᾶς Νικηφόρε ἀξίωσον, τοὺς πόθῳ τιμῶντας τὴν μνήμην σου.

Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄ 9 – 16).

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. kαθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νίκας ἡμῖν δώρησαι, κατ’ ἐπιβούλων δολίων, καὶ ἐχθρῶν τῆς πίστεως, Νικηφόρε Ἅγιε, πνευματέμφορε, ὁ λαμπρὸν στέφανον, ἐκ χειρῶν Κυρίου, τοῦ Παντάνακτος χρυσόπλοκον, Πάτερ δεξάμενος, ὡς σεπτῶν εἰκόνων ὑπέρμαχος, καὶ Μάρτυρος πανεύοσμον, τέκνον κατὰ σάρκα τῆς πίστεως, ἵνα ὁλοθύμως, τιμῶμέν σε ὡς ὁμολογητήν, ὀρθῶν δογμάτων καὶ ἄσειστον, ἀληθείας θέμεθλον.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς στεῤῥόν σε ὀλέτην, Αὐτοκράτορος πλάνου τιμῶντες Λέοντος, βοῶμεν· Νικηφόρε, κατάβαλε μανίαν, τοῦ δεινοῦ πολεμήτορος, δι’ ἧς πειρᾶται ἡμᾶς, ἀπὸ Θεοῦ μακρύνειν.

Νόσων καὶ ψυχοφθόρων, ἀπολύτρωσαι τάχος παθῶν σοὺς πρόσφυγας, τοὺς πόθῳ Νικηφόρε, ὑμνοῦντας ἐξορίαν, καὶ πληθὺν τῶν σῶν θλίψεων, ἅσπερ ὡς ἄκμων στεῤῥός, ὑπέμεινας εἰς τέλος.

Δὸς ὑγιείαν πᾶσι, Νικηφόρε κατ’ ἄμφω τοῖς ἀνυμνοῦσί σε, ὡς τῶν σεπτῶν εἰκόνων, ὑπέρμαχον καὶ πλάνης, καθαιρέτην τοῦ ἄνακτος, τοῦ δυσσεβοῦς καὶ δεινοῦ, εἰκονοκλάστου μάκαρ.

Θεοτοκίον.
Ἰαμάτων χειμάῤῥους, Παναγία Παρθένε Θεογεννήτρια, ἀσθενειῶν μου ἄλγη, ἀπέλασον ταχέως, καὶ ὑγιείαν βράβευσον, ἱκέτῃ Σου ταπεινῷ, τῷ μεγαλύνοντί Σε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Δυσχερειῶν με, καὶ πειρασμῶν καὶ κινδύνων, Νικηφόρε ἀπάλλαξον κράζω, σὲ τὸν ἀνυμνοῦντα, Ἱεραρχῶν ὡς κλέος.

Ὁδοῦ Κυρίου, ἐξ ἐντολῶν πλανηθέντα, ἕλκυσόν με πρὸς τῆς σωτηρίας, τρίβον Νικηφόρε, ἰθῦντόρ μου πρὸς πόλον.

Ὑπὲρ τῶν πόθῳ, ὑμνολογούντων σε Πάτερ, Νικηφόρε Χριστὸν ἐκδυσώπει, καὶ ἀπαύστως δίδου, ἡμῖν σὴν εὐλογίαν.

Θεοτοκίον.
Μῆτερ Ὑψίστου, κατὰ παθῶν χαμαιζήλων, σθένος δός μοι καὶ κάθαρον νοῦν μου, Κεχαριτωμένη, ἐκ λογισμῶν ἀτάκτων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁμόσκηνος Ἀγγέλων, πέλων Νικηφόρε, σὺν τούτοις πάντοτε πρέσβευε Ἅγιε, πάσης στενώσεως ῥύεσθαι τοὺς ἱκέτας σου.

Ἰσχύν μοι καθ’ ἑκάστην, δίδου Νικηφόρε, τῷ καταφεύγοντι σοῦ ταῖς δεήσεσι, καὶ ἀνυμνοῦντι τοῦ βίου σου κατορθώματα.

Χαρίτων θείων πλῆσον, νοῦν μου Νικηφόρε, καὶ τῆς ἐν κόσμῳ ἀπάτης ὑπέρτερον, αὐτὸν ἀνάδειξον Πάτερ θεοφορούμενε.

Θεοτοκίον.
Μετὰ τοῦ Νικηφόρου, καὶ Ἁγίων Πάντων, τὸν Σὸν Υἱὸν καὶ Θεὸν καθικέτευε, ὑπὲρ τῶν Σὲ ἀνυμνούντων Θεογεννήτρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Πίστεως δογμάτων προασπιστά, καὶ σεπτῶν εἰκόνων, προσκυνήσεως ἀληθῶς, πρόμαχε τὴν πλάνην, καθεῖλες Νικηφόρε, τοῦ Λέοντος καὶ ὤφθης, πίστεως ἔρεισμα.

Ἤνεγκας ἀνδρείως ὑπὲρ σεπτῆς, τοῦ Χριστοῦ εἰκόνος, ἐξορίαν Ἱεραρχῶν, κλέος Νικηφόρε, καὶ θλίψεις κατωδύνους, ὡς ἔσχατος μερόπων, Πάτερ θεόσοφε.

Κωνσταντινουπόλεως τὸν πυρσόν, καὶ σεπτῶν εἰκόνων, προσκυνήσεως τὸν φανόν, φαίνοντα τῇ κτίσει, ἁπάσῃ εὐψυχίας, βολίσι Νικηφόρον, πάμφωτον μέλψωμεν.

Χαίροις ὁ στεῤῥότητι ψυχικῇ, τὸν εἰκονοκλάστην, τροπωσάμενος ἀκλινῶς, ἄνακτα καὶ πίστιν, κρατύνας τὴν ἁγίαν, τρισμάκαρ Νικηφόρε, ἀξιοθαύμαστε.

Χαίροις Πατριάρχα θεοειδές, πρόμαχε εἰκόνων, προσκυνήσεως τῶν σεπτῶν, χαίροις Νικηφόρε, ὁμόζηλε Μαρτύρων, ὡς νικητὴς ὁ γέρα, θεῖα δεξάμενος.

Στήριξον ἐν πέτρᾳ ἡμᾶς ὀρθῶν, καὶ σεπτῶν δογμάτων, τοὺς τιμῶντάς σε εὐλαβῶς, Νικηφόρε θεῖε, Ἱεραρχῶν φαιδρότης, καὶ καύχημα Πατέρων, πολυτιμότατον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Στῦλε, τῶν δογμάτων τῶν ὀρθῶν, Κωνσταντινουπόλεως εὖχος, καὶ γέρας Ἱεραρχῶν, Νικηφόρε πάνσοφε, ἀπαύστως πρέσβευε, τῷ Θεῷ τῷ οἰκτίρμονι, στηρίξαι ἐν πίστει, τῇ ὀρθῇ σοὺς πρόσφυγας, καὶ κρηπιδώματα, δεῖξαι ἀῤῥαγῆ ἀληθείας, τοὺς εἰλικρινῶς σε τιμῶντας, καὶ δοξολογοῦντας τοὺς καμάτους σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.