Παρακλητικός Κανών εις τον Άγιον και Ένδοξον Νεομάρτυρα Νικήταν τον Νισύριον

Ποίημα τοῦ Σεβασμιωτάτου Μητροπολίτου Ρόδου Κυρίλλου

†Εορτάζεται στις 21 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ κάτωθι Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὀμολογήσας ἀνδρικῶς τὸν Σωτῆρα, μὴ δειλιάσας τῶν ἐχθρῶν τὴν μανίαν, φερωνυμίᾳ ἔλαμψας, Νικήτα θαυμαστέ· ὅθεν ἐξανέτειλας, ὡς φωστὴρ φωτοβόλος, ἐν ἐσχάτοις ἔτεσι, τῶν θαυμάτων τῇ αἴγλῃ, καταπυρσεύων πάντων τὰς ψυχάς, τῶν ἐκτελούντων τὴν πάντιμον μνήμην σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς·
ἐν τοῖς Θεοτοκίοις· Κυρίλλου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νισύρου ὁ γόνος ὁ εὐκλεής, Νικήτα παμμάκαρ, Νεομάρτυς τοῦ Ἰησοῦ, αὐτὸν ἐκδυσώπει παῤῥησίᾳ, σωθῆναι πάντας τοὺς σὲ μακαρίζοντας.

Τοῖς χειμαζομένοις ἐν συμφοραῖς, καὶ ἐξαιτουμένοις, τὴν ὀξείαν σου ἀρωγήν, πρυτάνευσον ἄνεσιν Νικήτα, τῇ ἐνεργείᾳ τῆς θείας πρεσβείας σου.

Εὐχῶν σου τῇ δρόσῳ τῇ μυστικῇ, Νικήτα παμμάκαρ, καταδρόσισον τὰς ψυχάς, τῶν ἐν κατανύξει σε ὑμνούντων, ὡς εὐσεβείας υἱὸν γνησιώτατον.

Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, Ἄχραντε Παρθένε, χάριτός σου τῆς μητρικῆς, τὴν ἐν ἁμαρτίας σκοτοδίνῃ, ἐζοφωμένην ἀθλίως καρδίαν μου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐναθλήσας τῷ ξίφει, ὡς ἀθλητὴς ἄριστος, νίκης ἐκοσμήθης Νικήτα, τῷ διαδήματι. Ὅθεν τὴν ἄκοσμον, καθικετεύω ψυχήν μου, συμπαθῶς ὡραίωσον, τῇ προμηθείᾳ σου.

‘Ραθυμίας ἀτόπου, καὶ χαλεποῦς μήνιδος, Μάρτυς Ἀθλοφόρε Νικήτα, πάντας ἀπάλλαξον, τοὺς προσιόντας σοι, καὶ εὐσεβῶς ἐκβοῶντας• Χαῖρε σκεῦος τίμιον, Θεοῦ τῆς χάριτος.

Νέος ἄσωτος ὤφθην, ὁ πονηρὸς ἄνθρωπος, καὶ τῶν ἡδονῶν ταῖς ἀσχέτοις, ὁρμαῖς ὑπέκυψα. Ὅθεν πρεσβείαις σου, ἐλέησόν με Νικήτα, ἵνα μακαρίζω σε, ὡς εὐσυμπάθητον.

Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων σου, ὡς ἄν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές σε, τὴν Θεομήτορα.

Διάσωσον, ὁ στεφανίτης Νικήτα τῆς ἀληθείας, ἀπὸ κινδύνων καὶ πάσης κακώσεως, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.

Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Δεκτὴ προσφορά, Κυρίῳ προσενήνεξαι, τῷ ξίφει τυθείς, ὥσπερ ἀρνίον ἄκακον, Νικήτα παμμακάριστε· διὰ τοῦτο συμφώνως βοῶμέν σοι· Ὡς παῤῥησίαν ἔχων πρὸς αὐτόν, μνημόνευε πάντων τῶν τιμώντων σε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Παρακλήτου τῇ χάριτι, ἅγιε Νικήτα καταλαμπόμενος, εὐσεβῶς ἡμᾶς ἐργάζεσθαι, τοῦ φωτὸς τὰ ἔργα καταξίωσον.

Κακωθέντες τοῖς πάθεσι, ἔνδοξε Νικήτα πιστῶς προστρέχομεν, τῇ δυνάμει τῆς πρεσβείας σου, ὡς ἄν ἀπωλείας λυτρωθείημεν.

Διατήρει ἀπήμονας, ἐξ ἐπιβουλῶν ἐχθροῦ τοῦ ἀλάστορος, τοὺς τιμῶντάς σου τὴν ἄθλησιν, ἁθλητὰ Νικήτα παμμακάριστε.

Θεοτοκίον.
Ῥαντισμῷ Θεονύμφευτε, τῆς ὑπὲρ κατάληψιν εὐσπλαγχνίας σου, τὴν καρδίαν μου ἀνάψυξον, ἵνα εὐγνωμόνως μακαρίζω σε.

Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμῶν, τὴν διάνοιαν μακάριε, τῷ φωτὶ τῆς ἐπιγνώσεως Θεοῦ, τοῦ δοξάζοντός σε Ἅγιε τοῖς θαύμασι.

Γλύκανον ἡμῶν, τῶν ψυχῶν τὰ αἰσθητήρια, ἱκετεύω σε Νικήτα θαυμαστέ, χάριτός σου οὐρανίου τῇ γλυκύτητι.

Ἴλεως γενοῦ, Πολυεύσπλαγχνε τοῖς δούλοις σοι, τοῖς προσάγουσί σοι θεῖον πρεσβευτήν, τὸν ἐπώνυμον τῆς νίκης Νεομάρτυρα.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν· τῶν ἀνθρώπων γὰρ τὸν μέγα ἰατρόν, ἐξ αἱμάτων σου ἁγίων ἀπεκύησας.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἴσχύι τῆς, κραταιᾶς πρεσβείας σου, ἔσο σκέπη ἀσφαλὴς καὶ βεβαία, τῶν Νισυρίων τῇ νήσῳ Νικήτα, ἐγκαυχωμένῃ λαμπρῶς τοῖς σπαργάνοις σου, τῆς προστασίας σου αὐτῇ, ὑπεμφαίνων ἀεὶ τὰ γνωρίσματα.

Διέπρεψας φερωνύμως ἔνδοξε, ἐν τῇ πάλῃ τοῦ σεπτοῦ μαρτυρίου, καὶ ἐν αὐτῇ ἐγνωρίσθης Νικήτα, τῆς εὐσεβείας υἱὸς γνησιώτατος· ὅθεν ἐνίσχυσον ἡμᾶς, εὐσεβῶς ἐν Χριστῷ πολιτεύεσθαι.

Τυράννων, τῶν δυσμενῶν τὴν ἔπαρσιν, Νεομάρτυς τοῦ Κυρίου Νικήτα, ὁ τοῦ Χριστοῦ τῇ δυνάμει πατήσας, ἐν νεαρᾷ ἡλικίᾳ τοῖς ἄθλοις σου, τῆς ὑλοφρόνου τῶν παθῶν, τυραννίδος ἡμᾶς ἐλευθέρωσον.

Θεοτοκίον.
Λαμπρότατον, τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα· ὅθεν τῆς δόξης σου φωτί, τὴν ψυχήν μου Ἁγνὴ καταλάμπρυνον.

Διάσωσον, ὁ στεφανίτης Νικήτα τῆς ἀληθείας, ἀπὸ κινδύνων καὶ πάσης κακώσεως, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὠς φερωνύμως τὴν πλάνην νικήσαντα, ἀνευφημοῦντές σε πάντες κραυγάζομεν· Χριστῷ τῷ Παντάνακτι πρέσβευε, ἵνα ἡμῖν τὴν εἰρήνην δωρήσηται, Νικήτα Νισύρου τὸ καύχημα.

Προκείμενον
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 16).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἤ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Θείας ἐπιγνώσεως, τὰς μυστικὰς λαμπηδόνας, χάριτι δεξάμενος, τοῦ Ἁγίου Πνεύματος, ἐν καρδίᾳ σου, νύκτα κατέλιπες, τὴν ζοφωδεστάτην, ἀσεβῶν τῆς ματαιότητος, καὶ ἐξανέτειλας, τῇ ἀνατολῇ τῆς ἀθλήσεως, ὡς ἑωσφόρος μέγιστος, τῷ τῆς Ἐκκλησίας πληρώματι. Ὅθεν τὰς καρδίας, καταύγασον Νικήτα καὶ ἡμῶν, τῷ φωτισμῷ τῆς δοθείσης σοι, δωρεᾶς μακάριε.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀπολαύων τοῦ ξύλου, τῆς ζωῆς ἐν ὑψίστοις, Νικήτα Μάρτυς Χριστοῦ, δυσώπει παῤῥησίᾳ, τὸν Κύριον τῆς δόξης, ἁγιᾶσαι τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Δεδεγμένος ὑψόθεν, τῶν θαυμάτων τὴν χάριν, Νικήτα Μάρτυς Χριστοῦ, θεράπευσον τὰς νόσους, ψυχῶν τε καὶ σωμάτων, τῶν ἐν πίστει βοώντων σοι· Χαίροις Μαρτύρων φαιδρά, προσθήκη θεομάκαρ.

Μαρτυρίου τελέσας, τὸ ἀγώνισμα Μάρτυς, ἀκαταπλήκτῳ ψυχῇ, μετέλαβες τῆς ἄνω, Νικήτα εὐφροσύνης, ἧς ἡμᾶς καταξίωσον, τοὺς προσιόντας τῇ σῇ, παμμάκαρ ἀντιλήψει.

Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων, τῶν ἐν βίῳ συντήρει, ἀπαρατρώτους Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι· Χαῖρε Παρθένε σεμνή, τοῦ κόσμου προστασία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ τῆς Νισύρου, γόνος θεόφρον Νικήτα, ἀντιλήψεως σου θείας τῇ μαχαίρᾳ, νέκρωσον σαρκός μου, τὰς ἐμπαθεῖς ὀρέξεις.

Οἰκτείρησόν με, τῇ ἀντιλήψει σου Μάρτυς, τὰ συμφέροντα βραβεύων τῇ ψυχῇ μου, ἵνα σε γεραίρω, τὸν νέον στεφανίτην.

Ῥῶσιν χορήγει, καὶ τὴν κατ᾿ ἄμφω ὑγείαν, τοῖς προσπίπτουσι τῇ θείᾳ σου Εἰκόνι, ἐξ ἧς ἀναβλύζει, ἡ χάρις σου Νικήτα.

Θεοτοκίον.
Ὄρμον Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείας σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν σε, ὡς μόνην Θεοτόκον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων συμπολίτης, Νικήτα ὑπάρχων, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς καθικέτευε, ἵνα χαρᾶς τῆς ἀφράστου, κατατρυφήσωμεν.

Ἀξίωσον Νικήτα, θεῖε Νεομάρτυς, τῆς ἁμαρτίας ἐκκλίνειν τὰς τρίβους με, ὡς ἐναθλήσας νομίμως, Χριστοῦ τῷ ἔρωτι.

Ὁ νέος Ἀθλοφόρος, τοῦ Παμβασιλέως, ταύτην Νικήτα τὴν δέησιν πρόσδεξαι, ἀντιπαρέχων πλουσίως, πᾶσι τὴν χάριν σου.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως κυήσασα, αὐτὸν δυσώπει σωθῆναι, τοὺς ὑμνολόγους σου.

Ἂξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖροις Νεομάρτυς τοῦ Ἰησοῦ, ἔνδοξε Νικήτα, ὁ νικήσας μαρτυρικῶς, τυράννων ἀπίστων, ὀφρὺν τὴν ἐπηρμένην, καὶ νίκης φερωνύμως, λαβὼν τὸν στέφανον.

Χαῖροις τῆς Νισύρου θεῖος βλαστός, καὶ τῶν Ἀθλοφόρων, ὁ θεσπέσιος κοινωνός· χαίροις ὁ τὴν Χίον, αἱμάτων σου τιμίων, τοῖς ῥείθροις ἁγιάσας, Νικήτα ἔνδοξε.

Στῦλος ἀπερίτρεπτος ἀληθῶς, ὤφθης τῆς πατρῴας, εὐσεβείας Μάρτυς Χριστοῦ, ἀνδρῶν ἀσεβείας, αἰσχύνας τὴν ἀπάτην, Νικήτα τοῖς ἀγῶσι, τοῦ μαρτυρίου σου.

Πάρεσο ἀκοίμητος βοηθός, ἔνδοξε Νικήτα, Νεομάρτυς τοῦ Ἰησοῦ, τοῖς ὑμνολογοῦσι, λαμπρῶς τὴν ἄθλησίν σου, καὶ ἐπιβοωμένοις, τὴν προστασίαν σου.

Πλάνην τῶν τυράννων καταλιπών, ἔρωτι ἀστέκτῳ, ὡμολόγησας τὸν Χριστόν, ᾧ καὶ προσηνέχθης, εὐπρόσδεκτος θυσία, ἀποτμηθεὶς Νικήτα, ξίφει τὴν κάραν σου.

Θρόνῳ παριστάμενος εὐκλεῶς, τοῦ Παμβασιλέως, οἷα Μάρτυς περιφανής, Νικήτα θεόφρον, ἡμῶν μὴ ἐπιλάθῃ, τῶν ἐπικαλουμένων, τὴν προστασίαν σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ξίφει τὸν αὐχένα σου τμηθείς, ἐν ἐσχάτοις χρόνοις Νικήτα, ὑπὲρ τῆς δόξης Χριστοῦ, τῶν τυράννων ᾔσχυνας, τὴν ματαιότητα, καὶ ἀξίως ἀπέλαβες, χειρὶ τῇ ἀκτίστῳ, στέφανον τὸν ἄφθαρτον, τῆς νίκης ἔνδοξε. Ὅθεν παῤῥησίαν ὡς ἔχων, πρέσβευε ἀπαύστως σωθῆναι, τὰς ψυχὰς τῶν πίστει εὐφημούντων σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Κυρίλλῳ αἴτει τῷ τῆς Ρόδου Νικήτα,
πταισμάτων λύσιν κραταιᾷ σου πρεσβείᾳ.