Παρακλητικός Κανών εις τον Άγιο Νικόδημο Νυχτερινό Μαθητή και Μυροφόρο του Κυρίου ημών Ιησού Χριστού
Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη
†Εορτάζει 14 ημέρες μετά το Άγιο Πάσχα. Των Αγίων Μυροφόρων γυναικών έτι δε Ιωσήφ του εξ Αριμαθαίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Θεανθρώπου μαθητὴν κεκρυμμένον, ἐν ἐγκωμίων εὐφημήσωμεν ὕμνοις, τὸν θαυμαστὸν Νικόδημον, τῆς τόλμης πυρσόν, μέγιστον ἱεροκήρυκα, τοῦ Χριστοῦ ἐν τοῖς πέρασι, πίστεως διδάσκαλον, καὶ θυσίας τὸν τύπον· ὃς καὶ δειχθεὶς τοῦ θαῤῥους ἀριστεύς, δόξῃ ἐστέφθη, ἀξίως ὁ ἔνθεος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς·
Νυκτερινὸν μαθητήν, ὕμνοις εὐφημῶν. Νικ(οδήμου).
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Νικόδημον ὕμνοις ἐπιποθῶν, τιμῆσαι ἀξίως, τὸν κηδεύσαντα τὸν Χριστόν, ὁδήγησον Πνεῦμα τὴν ψυχήν μου, τὴν σκοτισθεῖσαν πταισμάτων τοῖς πλήθεσιν.
Ὑψώθης Νικόδημε θαυμαστῶς, ῥήμασι τοῦ Λόγου, ἐν ἐκείνῃ τῇ θεϊκῇ, νυκτὸς φωτισθείσῃ παραδόξως, μυσταγωγίᾳ Θεοῦ πρὸς τὸν ἄνθρωπον.
Καθάρας ψυχήν σου λόγῳ Χριστοῦ, καὶ χάριτος πλήρης, ἐπορεύθης ζήλῳ θερμῷ, κηδεῦσαι τοῦ μόνου Θεανθρώπου, τὸ πανακήρατον σῶμα Νικόδημε.
Θεοτοκίον.
Τετίμησαι Μῆτερ παρὰ Χριστοῦ, ὡς τέξασα Τοῦτον, καὶ θηλάσασα μητρικῶς· ἱκέτευε ὅθεν ὑπὲρ πάντων, τῶν Σὲ τιμώντων ἁγνὴ Μητροπάρθενε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εὐτολμήσας πορεύῃ σὺν Ἰωσὴφ ἔνθεε, ἀποκαθηλῶσαι ἐκ ξύλου, Σῶμα τοῦ Κτίσαντος, καὶ ἐν μνημείῳ καινῷ, σὺν τοῖς ἀρώμασι θεῖναι, Ἰησοῦν τὸν σώζοντα, ἅπαντα ἄνθρωπον.
Ῥωμαλέος τῇ γνώμῃ καὶ τῇ ψυχῇ ἔνδοξε, φόβον τῶν ἀρχόντων ἐκβάλλεις, ποθῶν τοῦ Κτίστου σου, σὺν ὀθονίοις σεπτῶς, ἐν Ἰωσὴφ τῷ μνημείῳ, Σῶμα θεῖναι ἅγιον, καὶ πανακήρατον.
Ἰησοῦν σὺ δεικνύεις Λόγον Πατρὸς ἔνδοξε, ἵνα μορφωθῇ ἐν καρδίαις, πάντων ἐν χάριτι, ὡς Λυτρωτὴς καὶ Θεός, τῶν ἐφετῶν ἡ ἀκρότης. Τοῦτον ἐκδυσώπησον, θεῖε Νικόδημε.
Θεοτοκίον.
Νεανίδων τὸ κλέος καὶ μοναχῶν καύχημα, καὶ σεμνῶν μητέρων ὁ κόσμος, σωφρόνων ἕδρασμα, ἐν τῇ ἁγνείᾳ ἁγνή, τοὺς εὐσεβεῖς περικράτει, Σαῖς λιταῖς πρὸς Κύριον, Μῆτερ τοῦ Κτίστου Σου.
Περίσωζε, ἡμᾶς λιταῖς σου Νικόδημε θεοφόρε, ὅτι δειλίᾳ δι’ ἀπίστιαν ἀφρόνως πεπτώκαμεν, καὶ πλήθεσι παθῶν παναθλίων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὸν τὸν Θεὸν ἠγάπησας Νικόδημε, καὶ Σῶμα ἀκήρατον ἀποκαθήλωσας, ἐκ Σταυροῦ ὡς γνήσιος, μαθητὴς καὶ φίλος Αὐτοῦ· διὸ εἰς ἄνω Σιὼν εἰσελθών, πρεσβεύεις ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Οὐχ ἡττήθης Νικόδημε, τῷ ἐκ τῆς δειλίας φόβῳ πανάριστε, ἀνυψῶν σου τὴν διάνοιαν, πρὸς τὸν παντοδύναμον Θεάνθρωπον.
Νουνεχῶς πεπολίτευσαι, θείᾳ εὐτολμίᾳ· σὺ γὰρ ἐκήδευσας, τοῦ Χριστοῦ Σῶμα Νικόδημε, καὶ τοῦ Παραδείσου ἀπολαύεις νῦν.
Μαχητὴς ἀναδέδειξαι, κατὰ τῶν ὀργάνων τοῦ πολεμήτορος, καθελὼν ταὸ πανακήρατον, ἐκ τοῦ ξύλου Σῶμα τοῦ Κυρίου σου
Θεοτοκίον.
Ἀπειρόγαμε φύλαττε, ἐκ τῆς κατακρίσεως τοὺς τιμῶντάς Σε, Θεὸν Λόγον ἡ κυήσασα, τῶν πιστῶν Σωτῆρά τε καὶ Κύριον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θάνατος Χριστοῦ, θεοδόχον σὲ ἀνέδειξε, ἐν μαθηταῖς Νικόδημε θαυμαστέ, τὸν διδαχθέντα, ἐν νυκτὶ τὰ ἐπουράνια.
Ἥλιος Χριστός, τῷ φωτὶ Αὐτοῦ κατηύγασε, σὲ ὦ Νικόδημε σὺν τῷ Ἰωσήφ, ὁ καταυγάζων, δαψιλῶς τὴν κτίσιν ἅπασαν.
Τόλμην μαθητοῦ, Νικοδήμου κατευλόγησας, τὴν ὑπεράνθρωπον Ἄναξ οὐρανοῦ, καὶ κατεδέξω, Ἰωσὴφ οἰκῆσαι μνήματι.
Θεοτοκίον.
Ἦλθεν ἐπὶ Σε, Παρακλήτου χάρις Δέσποινα, ἀναδεικνύουσά Σε πηγὴν ζωῆς· διὸ βοῶμεν, Παρθένε πιστοὺς διάσωσον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νικόδημε, τῆς χαρᾶς μετάδος μοι, ἧς ἐγεύσω καθελὼν θεῖον Σῶμα, ὅτι ἐχθρός, ἐν ψυχῇ μου ἐνσπείρει, θανατηφόρῳ κακίας ζιζάνια, καὶ τύψεις καὶ καταφοράς, συνειδήσεως ἔλεγχον ἄπαυστον.
Ὑμνήσωμεν, εὐλαβῆ Νικόδημον, εὐπρεπίσαντα ταφὴν τοῦ Κυρίου· ὅτι αὐτόν, κατηξίωσε Σῶμα, σὺν Ἰωσὴφ τοῦ κηδεῦσαι ὡς ἔπρεπεν· Ὃ καὶ ἐτίμησαν σεπτῶς, ἐν ἀρώμασι θείοις τε ᾄσμασιν.
Μακάριε, οὐρανὸν ἐπόθησας, μυηθεὶς θεοπρεπῶς ἐκ τοῦ Λόγου, καὶ ἐν χαρᾷ, εὐτολμίᾳ καὶ θάρσει, ἀποκαθήλωσας Σῶμα τοῦ Κτίσαντος, καὶ ἔθηκας Αὐτὸ κλεινέ, ἐν μνημείῳ καινῷ σὺν ἀρώμασιν.
Θεοτοκίον.
Νενίκηκας, τοῦ Σατᾶν τὴν δύναμιν, Θεοτόκε τῇ σαρκώσει τοῦ Λόγου· ὅτι Θεός, ἐν βροτοῖς ἐπεφάνη, καὶ τῷ Σταυρῷ τοῖς ἀνθρώποις δεδώρηται, τὴν λύτρωσιν ἐκ τῶν παθῶν, καὶ εἰρήνην ψυχῆς ἀναφαίρετον.
Περίσωζε, ἡμᾶς λιταῖς σου Νικόδημε θεοφόρε, ὅτι δειλίᾳ δι’ ἀπίστιαν ἀφρόνως πεπτώκαμεν, καὶ πλήθεσι παθῶν παναθλίων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Κεκρυμμένος μαθητὴς ὑπάρχων Νικόδημε, ἀνεδείχθης πάντων μαθητῶν εὐτολμότερος· ταὸν Χριστὸν γὰρ σὺν Ἰωσὴφ ἐκήδευσας τολμῶν· διὸ πρέσβευε ἐν οὐρανοῖς, πρὸς τὸν φιλάνθρωπον Θεόν, λυτρωθῆναι ἐκ πτώσεων, πάντας πιστοὺς δειλία, ἀρνήσεως ἀπιστίας, καὶ ἀθεΐας σκοτασμοῦ, συμφορῶν καὶ περιστάσεων.
Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ιθ΄ 38-42).
Τῷ καιρῷ ἐκείνῳ, ἠρώτησε τὸν Πιλᾶτον ὁ Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. Ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ Ἰησοῦ. Ἦλθε δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μῖγμα σμύρνης καὶ ἀλόης, ὡσεὶ λίτρας ἑκατόν. Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν. Ἦν δὲ ἐν τῷ τόπῳ, ὅπου ἐσταυρώθη, κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη· Ἐκεῖ οὖν διὰ τὴν Παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν.
Δόξα.
Ταῖς τοῦ Νικοδήμου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε εὐφημήσωμεν, τῶν μαθητῶν τὸν φωστῆρα, καὶ ἐγκωμιάσωμεν, θαυμαστὸν Νικόδημον τὸν θεόφρονα. Τοῦ Χριστοῦ ἔλαβε, τὸ ἄχραντον Σῶμα, καὶ ἐν μνήματι κατέθηκεν, Αὐτὸ ἀρώμασι, σὺν τῷ Ἰωσὴφ τῷ εὐσχήμονι. Καὶ γέγονεν ὑπόδειγμα, τῆς ἁγίας τόλμης ὁ ἔνθεος· ὅθεν ἐπαξίω, ἐστέφθη ὁ σεπτὸς παρὰ Χριστοῦ, καὶ πρεσβευτὴς πάντων ἕστηκε, πρὸ τοῦ θείου Βήματος.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ ἄρχων Ἰουδαίων, κατεφρόνησε δόξης, καὶ τῶν ματαίων τῆς γῆς, καὶ εἴληφεν ἀξίως, ὡς δῶρον θεῖον Σῶμα, Θεανθρώπου ᾧ ἔψαλλεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰχνηλατοῦντες ζήλῳ, Νικοδήμου πορείαν, πάντες εἰς ἄνω Σιών, εἰσέλθωμεν ἐλέει, Χριστοῦ τοῦ Θεανθρώπου, πρὸς Ὃν χαίροντες ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σεμνῶς ἀνευφημεῖ σε, καὶ τιμᾷ ὦ τρισμάκαρ, τῆς Ἐκκλησίας λαός· δεήθητι Κυρίου, ὑπὲρ τῶν Ὀρθοδόξων, τῶν βοώντων ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐλέησον καὶ σῶσον, ἐκ παθῶν ἀτιμίας, πιστῶν καρδίας ἁγνή, τῶν πόθῳ ἀνυμνούντων, τὸν Τόκον Σου Παρθένε, καὶ βοώντων τῷ Κτίσαντι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὕμνοις ἁγίοις, τὸ τοῦ Χριστοῦ θεῖον Σῶμα, Ἰωσὴφ σὺν Νικοδήμῳ κηδεύει, καὶ Αὐτὸν γεραίρει, ἀεὶ εἰς τοὺς αἰῶνας.
Φῶς τοῦ Κυρίου, σὲ καταλάμπει ἐν δόξῃ, ἐν Σιὼν ὦ Νικόδημε θεῖε, ἀνυμνολογοῦντα, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἡ Ἐκκλησία, ἐπαξίως τιμᾷ σε, ὡς Χριστοῦ κηδευτὴν θεοφόρε, ἀνυμνολογοῦσα, Αὐτοῦ τὴν θείαν δόξαν.
Θεοτοκίον.
Μῆτερ ἁγία, κατηξιώθης χωρῆσαι, ἐν γαστρὶ τὸν ἀχώρητον Λόγον, Ὃν δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς κηδευτὴν Κυρίου, Νικόδημε θεῖε, μετ’ ἐγκωμίων καὶ ὕμνων, ὁ θεῖος λαός, πανευκλεῶς σὲ δοξάζει, ἀεὶ μακάριε.
Νενίκηκας τὸν κόσμον, καὶ πλάνου ἀπάτας, ἐπιποθῶν ἐγκαρδίως κηδεῦσαι Χριστόν, Ὃν Ἀσωμάτων χορεῖαι, ἀεί γεραίρουσιν.
Ἱκάνωσον λιταῖς σου, σεπτῶς εὐφημῆσαι, τὸν λαὸν τῆς Ἐκκλησίας, ὦ Πάτερ σεπτέ, ἐν σῇ ἐνδόξῳ εἰσόδῳ, εἰς θεῖα δώματα.
Θεοτοκίον.
Κυρία Θεοτόκε, πρεσβεύεις ἀπαύστως, ὑπὲρ τῶν Σὲ ἀνυμνούντων, τῷ πάντων Θεῷ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, ἡμᾶς ἐκ θλίψεων.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε τὸν Νικόδημον εὐλαβῶς, τιμήσωμεν ὕμνοις, ὡς κηδεύσαντα τὸν Χριστόν, ἐν τόλμῃ καὶ θάῤῥει, σὺν Ἰωσὴφ τῷ θείῳ, τοῖς ὀθονίοις δήσας, σμύρνῃ ἀλόῃ τε.
Χαίροις ὦ Νικόδημε θαυμαστέ, Ἑβραίων ὁ γόνος, Θεανθρώπου ὁ κηδευτής· χαίροις εὐτολμίας, διδάσκαλε ἐν ἔργοις, πιστῶν τῆς Ἐκκλησίας, πρότυπον ἔνθεον.
Φύλαττε Νικόδημε τοὺς πιστούς, καὶ σκέπε ἐκ πάσης, διαβόλου ἐπιβουλής, δειλίας καὶ φόβου, παθῶν καὶ δυσσεβεία, καὶ δώρησαι εἰρήνην, καὶ φῶς τῆς χάριτος.
Τὸν σεπτῶς κηδεύσαντα τὸν Χριστόν, Νικόδημον πάντες, εὐφημήσωμεν ἐν ᾠδαῖς, τὸν τῆς εὐτολμίας, κανόνα καὶ θυσίας, ἀγάπης τε ἁγίας, σοφὸν διδάσκαλον.
Δεῦτε Νικοδήμου τὰς ἀρετάς, ἀγάπην πρὸς Λόγον, καὶ θυσίαν τὴν σταυρικήν, τόλμην ἀφοβίαν, πρὸς ἄρχοντας ἀθέους, ὑμνήσωμεν ἀξίως καὶ μιμησώμεθα.
Πάντας τοὺς τιμῶντάς σε εὐσεβῶς, σῇ χάριτι σῷζε, ἐκ τοῦ φόβου τῶν πειρασμῶν, καὶ πάσης παγίδος, δειλίας ἀτολμίας, ὡς ἔχων παῤῥησίαν, θεῖε Νικόδημε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενής καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, Ἐκκλησίας φρυκτωρός, τὸν κλεινὸν Νικόδημον ὕμνοις, καὶ ἐγκωμίων ᾠδαῖς, πάντες ἀγαλλόμενοι, ἀνευφημήσωμεν· τοῦ Χριστοῦ γὰρ ἐκήδευσε, θαῤῥῶν καὶ τολμήσας, Σῶμα τὸ ἀκήρατον, ἐν πόθῳ ζέοντι· ὅθεν, ἐν Σιὼν σαββατίζων, πίστει τοὺς προστρέχοντας σώζει, ταῖς λιταῖς αὐτοῦ ἐκ παραπτώσεων.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.