Τρείς Παρακλητικοί Κανόνες εις τον Άγιο Νικόλαο Πλανά
Παρακλητικός Κανών εις τὸν Άγιον Νικόλαο ο Πλανάς
Ποίημα Ἀρχ. Νικόδημου Παυλόπουλου
†Εορτάζεται στις 2 Μαρτίου
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τα τροπάρια τοῦ Ἁγίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ Νικοδήμου συμπολῖται προσέλθετε καί σύν ἐκείνῳ τόν Πλανᾶν ἀπαντήσατε τόν μετ’ Ἐκεῖνον ἅγιον ὑμῶν καί πανηγυρίσατε τῶ Θεῶ ἐκβοῶντες, Δέσποτα ὑμνοῦμεν Σε, τόν ἐσχάτοις τοῖς χρόνοις προσενεγκόντα ἅγιον κλεινόν δεύτερον ἄλλον Νικόλαον ὅσιον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καὶ ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ὁσίων ὁμόσκηνος ὦ Πλανᾶ, Νικόλαε πάτερ, σύ γενόμενος ἐπειδάν, ὁσίως κεκοίμησαι Κυρίῳ, ὅν ἐκδυσώπει πταισμάτων μέ ρύσασθαι.
Πατέρων ὁμόζηλος ὦ Πλανᾶ, Νικόλαε πάτερ διετέλεσας ἱεράν, τήν θείαν τελῶν σύ Λειτουργίαν, καί ὁσημέραι ὡς οὗτοι δεόμενος.
Λουόμενος δάκρυσιν ὦ Πλανᾶ, Νικόλαε πάτερ, κατανύξεως γεηρᾶς, προσηύχεσο ὅσιε Κυρίῳ, ἐντειλαμένοις τήν ἄφεσιν δίδοσθαι.
Θεοτοκίον.
Ἀπάντων τά πταίσματα ὦ Πλανᾶ, Νικόλαε πάτερ, ἐπωμίζεσο ἐν χαρᾶ καί πᾶσιν ἐπήρκεσας προθύμως, τῆ Θεοτόκω ἀεί προσευχόμενος.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Νάξου νήσου βλαστός τε καί παραδείσου ὁ δεύτερος, μετά Νικοδήμου ἐγένου, ὧ σύν ορμώμενος, καθικετεύεις νῦν, τόν Σόν Θεόν καί Δεσπότην, τοῖς Ναξίοις δίδοσθαι, χάριν καί ἔλεος.
Ἁγιώτατε πάτερ τῆς Βουλιαγμένης ὁ ἔνθερμος, καί τοῦ ἱεροῦ τοῦ Προδρόμου, θύτης γενόμενος, ταῖς ἱεραῖς σου λιταῖς, τόν Σόν Θεόν ἐκδυσώπει, φωτισμόν δωρήσασθαι καί θεῖον ἔλεος.
Σεραφείμ καί τῶν ἄλλων Ταγμάτων τρόπον μιμούμενος, ἔζεις ἐν γῆ ὡς ἀκτήμων, καί οὐχ ὡς ἔνυλος, περιουσίαν σου, τοῖς συγγενέσι προσνείμας, καί τό σόν βαλάντιον πτωχοῖς κενούμενος.
Θεοτοκίον.
Παραμύθιον πᾶσιν ἁμαρτωλοῖς σύ γενόμενος, καί τῆ Θεοτόκῳ ἐκθύμως, σύ προσευχόμενος, ἐν Ἐλισσαίου Ναῶ, τάς ἀγρυπνίας ἐτέλεις, καί ἐκ γῆς ἀνύψωνες πάντα ὡς ἔνθεος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λύπην πᾶσαν ἐμάκρυνας, τῶν μυχῶν ψυχῆς σου, ὅτε σύ ἔμεινας, τῆς συζύγου δίχα ὅσιε, καί μονήρη βίον ἐπεπόθησας.
Ἀπηρνῆσο Νικόλαε, τῆς σαρκός σου πᾶσαν, τυχόν εὐπάθειαν, καί ἐβίωσας ὡς Ἄγγελος, ἐπί γῆς ἔχων αὐτοκράτορα.
Ναίων πάτερ Νικόλαε, ἐν βοῆ ὑδάτων πολλῶν ἐνίοτε, τοῖς ποσίν ἀβρόχοις ἔφθασας, Ναῶ Ἐλισσαίου καί ἠγρύπνησας.
Θεοτοκίον.
Ὥρας πλείστας πανόσιε, Σοῦ δεήσεις θείας Θεῶ ἀνέφερες, Θεοτόκου δέ ἀνέμενες, τήν θερμήν πρεσβείαν προαιτούμενος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μόνε ἀγαθέ, πανοικτίρμων καί φιλάνθρωπε, ταῖς Νικολάου λιταῖς τοῦ Πλανᾶ, τήν σήν εἰρήνην νῦν δός μοι καί ἄφεσιν.
Ἔλεος τἀνύν, ἐλεῆμον καί φιλάνθρωπε, ταῖς τοῦ ὁσίου ἐνθέρμοις εὐχαῖς, πᾶσι δίδου, καί πταισμάτων τήν συγχώρησιν.
Νόμου ἀγαθέ, σύ γενόμενος ὑπήκοος, νομοθέτησόν με θεῖαις διδαχαῖς, ἵνα εὕρω τοῦ Χριστοῦ ὁδόν τήν ἄσφαλτον.
Θεοτοκίον.
Ὅλην ἀγαθή, σύ Παντάνασσά μου Δέσποινα, τήν σήν εὔνοιαν καί θείαν στοργήν, Νικολάου ταῖς εὐχαῖς δίδου μοι δέομαι.
ᾨδὴ στ΄. Τήν δέησιν.
Ἰκέτευε ὦ Νικόλαε πάτερ, Πρόδρομόν τε καί προφήτην Ἐλισσαῖον, οὕς φλογερῶς ἐλειτούργεις παμμάκαρ, τό καθ’ ἡμέραν ὡς θύτην δεόμενος, καί δίδου πᾶσιν τήν εὐχήν, προφητῶν καί ὁσίων πανάγιε.
Σοῦ δέομαι, σαῖς πρεσβείαις ρῦσαι με, ἀμφιβλήστρῳ τοῦ ἐχθροῦ ἐμπεσόντα, καί ἀσφαλῆ καί ἀσινῆ τήρησόν με, ἐν τῆ ζωῆ τῆ παρούση ὦ Ἂγιε, καί δίδου μοι τήν σήν εὐχήν, ἵνα εὕρω καλῶν τήν ἀκρόρροιαν.
Ἐλεύθερον, τῶν παθῶν ποίησόν με, καί ποικίλων πειρασμῶν τε καί νόσων, ὅσαι τἀνῦν κατατρύχουσι σῶμα μου, τό θνήτον καί φθάρτον τέ καί δείλαιον, καί δίδου μοι ρῶσιν ἰσχύν, καί ὑγείαν καί θείαν βοήθειαν.
Θεοτόκιον.
Πανύμνητε, παναγία πρέσβειρα, ταῖς θερμαῖς Νικολάου πρεσβείαις, πᾶσιν ἡμῖν τοῖς οἰκτρῶς δεομένοις, δίδου πταισμάτων συγνώμην καί ἄφεσιν, καί σοῦ τήν θείαν ἀρωγήν, ἵνα φύγωμεν κόσμου εὐπάθειαν.
Νικόλαε, τήν δαψιλῆ Κυρίου χάριν λαμβάνων ἐπί ἡμᾶς τούς Ναξίους ταύτην ἐπίχεε, καί φώτισον τάς καρδίας ἁπάντων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον, ὣς ἔχουσα μητρικὴν παρρησίαν.
Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄.
Ὦ Νικόλαε Πλανᾶ παμμακάριστε, καί τῆς Νάξου υἱέ εὐκλεέστατε, Νικοδήμῳ, τῶ τοῦ Ἁγίου Ὄρους θαυμαστῶ, συμπροσεύχου ἐσαεί, πρό τοῦ θρόνου τοῦ Θεοῦ, καί πατρός ἡμῶν Ἅγιε, ἵνα σῆ γενετείρα, καί πάσῃ ψυχῆ ἀθλίᾳ, ἵλεως γένηται τἀνῦν, καί οἰκτίρμων θεοδόξαστε.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Στίχος. Καυχήσονται Ὅσιοι ἐν δόξῇ, καἰ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Λουκᾶν
(Κέφ. ιγ΄, 1 – 9)
Τῷ καιρῷ ἐκείνῳ, παρῆσαν δέ τινες ἀπαγγέλλοντες τῷ Ἰησοῦ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; Οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε. Ἤ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ, ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ; Οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε. Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια. Κἂν μὲν ποιήσῃ καρπόν· εἰ δὲ μήγε, εἰς τὸ μέλλον ἐκκόψεις αὐτήν.
Δόξα…
Ταῖς τοῦ σου Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενος, Θεῷ Πλανᾶ τὴν καρδίαν, παμμάκαρ Νικόλαε, ἐκ παιδός ἐπόθησας ζῆν ὡς ἄριστα, καί κατηκολούθησας, μετά σήν χηρείαν, Ἱερέως τὸ λειτούργημα, καὶ τὸ ἐπάγγελμα, τοῦ πνευματικοῦ πατρός καὶ ἠρίστευσας, ἐν θαύμασι πλείστοις, καί στάσεσι παννύχοις ἱερέ, οὐρανοφάντορ πατὴρ ἡμῶν, ὅθεν σε γεραίρομεν.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡμῶν τῶν σὲ ὑμνούντων, ὦ πάτερ θεοφόρε γενοῦ εὐήκοος, καὶ δέξαι τὰς δεήσεις, καὶ ἐξομολογήσεις, τῶν Ναξίων ἀοίδιμε, καὶ πᾶσι δίδου χαρὰν, καὶ ποθητὴν ὑγείαν.
Ῥεόντων τῶν τοῦ βίου, ἀποδήμησας Πάτερ καὶ ἠκολούθησας, τοῖς ἴχνεσι Κυρίου, καί Σωτῆρος τοῦ κόσμου, καί Αὐτῷ προσανέθηκας, τὴν ἱεράν σου ψυχὴν, μιμούμενος πατέρας.
Καρδίαν σου ὁσίαν, καιομένη ἀπαύστως σὺ προσαπέδειξας, τῷ πόθῳ τοῦ Κυρίου, ὡς λαμπάδα ἐν σκότει καί ἱεράτευσας, γενόμενός τε λειτουργός, θαυματουργός καί μύστης.
Θεοτοκίον.
Ἑμοῦ τοῦ τρισαθλίου, τὰς δεήσεις προσδέχου ὦ Μῆτερ πάναγνε, λιταῖς τοῦ Νικολάου, τοῦ Πλανᾶ τοῦ Ναξίου, καὶ νῦν ἀνάγαγε, τὴν αἴτησίν μου σῷ Υἱῷ, ἵνα ρυσθῶ τοῦ πλάνου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σῶμὰ σου πάτερ, ταπεινῶν ἐν νηστείαις, χαμευνίαις ἀγρυπνίαις ἄλλαις, πολλαῖς κακοπαθείαις, ὡμίλεις μετ’ Ἀγγέλων.
Επί τῶν τοίχων, προσκυνῶν τοὺς ἀγίους, σοῦ τὸ δέμας τὸ μικρὸν κατεγέλας, βλέπων ὡς ἐκεῖνοι, ἔτεινὸν σοί τοὺς πόδας.
Ναξίων δῆμοι, καί Παρίων ὡσαύτως προσκυνοῦμεν τῷ Ναῷ Νικολάου, ὅνπερ νῦν προδήλως, ἠγείραμεν ἐκ πόθου.
Θεοτοκίον.
Ἵδε Παρθένε, Θεοτόκε Μαρία, Νικολάου τοῦ Πλανᾶ τὰ τεκνία, καὶ δὸς δὴ τοῦ Υἱοῦ σου, τὴν θεὶαν προστασίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κυρίως τῶν Ναξίων, λαὸς καὶ Ἀθηνῶν τε, συμπατριῶται καὶ φίλοι Χριστοῦ τοῦ Θεοῦ, σὲ ἀνυμνούμεν ἀπαύστως, Πλανᾶ Νικόλαε.
Ὀρίων τῶν τῆς Νάξου, Ἀθηνῶν τε ἐπίσης, μακράν ἐξῆλθεν ἡ φήμη σου Πάτερ Πλανᾶ, καὶ σοὶ προσέτρεχομεν πάντες ἐκ πεποιθήσεως.
Δίδού μοι τήν σήν χάριν, Ὀσιώτατε πάτερ, καὶ τὸ σὸν ἔλεος δέομαι θεῖε Πλανᾶ, ἵν΄ εὕρω λύσιν πταισμάτων, τῶν συνθλιβόντων με.
Θεοτοκίον.
Παρθένε Θεοτόκε, Ἄχραντε Μαρία, σύν Νικολάῳ δυσώπει Χριστόν τόν Θεόν, τοῦ εὐαρέστως με πράττειν, θεῑα προστάγματα.
Ἄξιόν ἐστίν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν ἐν ἱερεῦσι τερατοῦργον, καὶ τὸν ἐν λευΐτας, ἀνεξάντλητον λειτουργόν, πεντήκοντα χρόνους εὐχόμενον Κυρίῳ, Νικόλαον τὸν νέον πάντες τιμήσωμεν.
Τὸν τῆς νήσου Νάξου νέον βλαστὸν, καὶ τῶν Ἀθηναίων ἱερώτατον λειτουργόν, Πλανᾶν τὸν πατέρα καὶ θεῖον ἀριστέα, ἐν ὕμνοις πανεύφημοις νῦν καταστέψωμεν.
Τὸν Παπαδιαμάντη ὁμόφρονα, καὶ Μωραϊτίδη φίλον ἔμπιστον ἐκλεκτὸν, τὸν θεῖον ποιμένα εἰς Ἰλισσοῦ πεδία, καὶ Βουλιαγμένης δήμου νῦν εὐφημήσωμεν.
Τὸν τῆς ἐγκρατείας μύστην τρανόν, καὶ τῆς ἀγρυπνίας τὸν ὡραῖον μυσταγωγὸν, τὸν ἐν ἐσχάτοις χρόνοις, βιώσαντα ἀμέμπτως, Νικόλαον τὸν θεῖον ἀνευφημήσωμεν.
Τὸν ποσὶν ἀβρόχοις ὑπὸ βροχὴν, βαδίζοντα φθάσαι, Ἐλισσαίου ἐν τῷ Ναῷ, καὶ πλείστοις ἐν ἄλλοις σημείοις τὸν δειχθέντα, θαυματουργὸν πατέρα συνεορτάσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ τροπάριον. Ἦχος α᾿.
Τὰς τοῦ πλάνου παγίδας ἐκφυγών ἱερώτατε, ἀπλανῶς ἐπορεύθης διά βίου πατήρ ἡμῶν, Νικόλαε ἀοίδιμε Πλανᾶ, οὐράνια χαρίσματα λαβών, ἀγρυπνίαις καὶ νηστείαις, ἱερουργῶν ὁσίως τῷ Κυρίῳ σου, ὅν περ καθικετεύων ἐκτενῶς, Νάξιον ἱεράτευμα, πρέσβευε δωρηθῆναι καὶ ἡμῖν τὸ θεῖον ἔλεος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου Σε νεκρὸν.
Δεῦτε νῦν κατίδωμεν πιστοὶ, θαῦμα συντελούμενον μέγα, ἐν τοῖς ἐσχάτοις καιροῖς, ἐκ τῆς Νάξου ἅγιον νέον φανέντα ἡμῖν, τὸν Πλανᾶν τὸν Νικόλαον, τὸν θαύμασι πλεῖστοις, τοὺς ἁγίους φθάσαντα τῶν παλαιῶν γενεῶν, καὶ τὸν θαυμαστώσαντα τοὺτον, ἅγιον Θεὸν καὶ Πατέρα, πάντες εὐγνωμόνως συνδοξάσωμεν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς,
Ἀμήν.
Δίστιχον·
Νικόλαέ μου κλεινέ Νάξου
Νικόδημον δέξαι γράψοντά σοι Κανόνα.
Παρακλητικός Κανών εις τον Άγιον Ιερέα Νικόλαο τον Νέο τον Πλανάν
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὰ τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Ὠς τῷ Κυρίῳ παραστὰς ἰσαγγέλως, κλέος τῆς Νάξου, ἱερέων λαμπρότης, Νικόλαε πανεύφημε ἱκέτευε θερμῶς, ὅπως τὰ αἰτήματα, τῶν πιστῶς σε τιμώντων, δέξηται καὶ ἄφθονον, καταπέμψῃ τὴν χάριν, ἥν δέδωκέ σοι ὄντι ἐπὶ γῆς, καὶ θαυμασίοις, πολλοῖς σε ἐπλούτησεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Λευῖτα Χριστοῦ Νικόλαε, ἀεὶ Αὐτῷ εὔχου. Ἀ(θανάσιος).
Εἴς ἔκαστον τροπάριον λέγομεν· Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν,
τα δύο τελευταία Δόξα και Νῦν.
ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. ῾Αρματηλάτην Φαραώ.
Λειτουργικὴν ἐπιποθῶν λαμπρότητα, πάτερ Νικόλαε, ἀγγελομιμήτως, τῷ Χριστῷ παρίστασο, μιμούμενος προστάτην σου, ἱεράρχην Μυρέων, μεθ᾿ οὗ πρεσβεύοις ἀείποτε, ὑπὲρ τῶν πιστῶς αἰτουμένων σε.
Ἐν μέσῳ κόσμου θορυβώδους Ὂσιε, βίον ἐπέδειξας, ἀσκητῶν ἀρχαίων, ἄνω σου τὸ φρόνημα, ὑψῶν καὶ τὴν καρδίαν σου, ἀσφαλίζων τρισμάκαρ, χριστοφιλήτῳ ἁπλότητι, ἣν τοῖς δεομένοις σου δώρησαι.
Ὑπερορῶν τῶν ἡδονῶν τοῦ σώματος, μόνην σου ἔσχηκας, ἡδονὴν τρισμάκαρ, ὡς στρουθὸς φιλόθεος, ἐν οἴκῳ τοῦ Κυρίῳ σου, παραμένειν καὶ πόθῳ, ἀδιαλείπτως προσεύχεσθαι, καὶ κατατρυφᾷν τοῦ Δεσπότου σου.
Θεοτοκίον.
Ἰλαστικῶς τὸν σὸν Υἱὸν ἱκέτευε, Θεομακάριστε, ὑπὲρ ἐξαιτούντων, τὴν θερμὴν πρεσβείαν σου, δωρήσασθαι ταπείνωσιν, καὶ ἁγνότητα βίου, ὡς Νικολάῳ τῷ δούλῳ σου, ταῦτα ἐδωρήσατο Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τὴν χηρείαν ὡς δῶρον, παρὰ Χριστοῦ δέδεξαι, ὅθεν τὴν ἁγνείαν προείλου, πάτερ Νικόλαε, δι᾿ ἧς ἐφείλκυσας, τὸ φιλοπάρθενον Πνεῦμα, ῝Ο παράσχοις ἅπασι, τοῖς ἐξαιτοῦσί σε.
Ἀγιότροπον ἔχων, τὸν λογισμὸν ῞Οσιε, τῆς ἱερωσύνης ποδήρη, χαίρων ἐνδέδυσαι, καὶ διηκόνησας, σεραφεικῶς τῷ Κυρίῳ, ῝Ον ἐξιλεώσαις μοι, θείαις πρεσβείαις σου.
Χριστοφόρος ἐδείχθης, ἱερουργὸς Ἂγιε, ὡς Ἀμνὸν Θεοῦ καθ᾿ ἡμέραν, θύων καὶ τρώγων τε, ὅθεν ἐγκαίνισον, Τοῦτον ψυχῇ μου εὐχαῖς σου, θανατοῦντα πάθη μου, τὰ ἀναρίθμητα.
Θεοτοκίον.
Ῥύου πάσης παγῖδος, τοῦ πονηροῦ Δέσποινα, ἐπικαλουμένους σὴν κλῆσιν, τὴν ζωοπάροχον, καὶ διαφύλαξον, ὥσπερ στρουθοὺς ἀπὸ πάγης, ἵνα μεγαλύνωμεν, Σὲ Παναμώμητε.
Διάσωσον, ἀπὸ κινδύνων παντοίων τοὺς σοὺς ἱκέτας, ἱερέων λαμπρότης πάτερ Νικόλαε, καὶ σύναψον ἡμᾶς Χριστῷ, ταῖς σεπταῖς σου πρεσβείαις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ποιμένος καλοῦ, εἰκόνισμα πανάριστον, καὶ μέγας λαοῦ, εὐχέτης ἀναδέδειξαι, ὅθεν πάτερ Νικόλαε ἱκέτευε, καὶ νῦν ἐκτενῶς ὑπὲρ ἡμῶν, Χριστῷ Φιλανθρώπῳ ῟ῼ παρέστηκας.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἱερεῦ ἀγγελόνοε, μνήσθητι ἁπάντων συνιερέων σου, ἀλλοιῶν ψυχὰς καὶ φρόνημα, ταῖς πρὸς τὸν Δεσπότην ἱκεσίαις σου.
Στῆθι Πάτερ ἀκλόνητος, ἔμπροσθεν Κυρίου καὶ καθικέτευε, ἵνα ζόφου πλάνης ῥύσηται, τοὺς πεπλανημένους βίου πράγμασι.
Τῆς ψυχῆς μου τὸ ἄπληστον, κάθελε ἀκτῆμον πάτερ Νικόλαε, χαριζόμενος αὐτάρκειαν, καὶ προνοίας θείας τὴν ἐξάρτησιν.
Θεοτοκίον.
Οὐρανὸν πολυάστερον, ἔδειξας Νικόλαον τὸν ἱκέτην σου, ἀρεταῖς Μῆτερ στολίσασα, τούτου τὴν καρδίαν δι᾿ ἁγνότητα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὓμνεις τὸν Θεόν, ἀγρυπνίαις ταῖς παννύχοις σου, ὦ ἱερώτατε Νικόλαε, καὶ νῦν Αὐτόν, ἱκετεύοις ὑπὲρ τέκνων σου.
Νίκην ἐν Χριστῷ, ἣν Νικόλαε κατήγαγες, κόσμον σαὐτὸν καὶ κοσμοκράτορα, καθυποτάξας, καὶ ἡμῖν εὐχαῖς σου δώρησαι.
Ἲθυνον ψυχάς, τῶν τιμώντων σε μακάριε, εἰς τὴν ὁδὸν τῆς ἁγιότητος, ἐπιστηρίζων, ταῖς ἀπαύστοις ἱκεσίαις σου.
Θεοτοκίον.
Κάλλυνον ῾Αγνή, σκοτεινόμορφον καρδίαν μου, ὡς τεξαμένη τὸν ὑπέρκαλλον, καὶ φωτοδότην, ᾿Ιησοῦν τὸν σκότος λύοντα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Οὐράνιον, πολιτείαν ἔσχηκας, ὡς πρεσβύτερος χορείας τῆς ἄνω, διὸ τῆς γῆς, ὡς θεόπτερος Πάτερ, διακονῶν τῷ Χριστῷ ὑπερίπτασο, ἀξίωσον οὖν καὶ ἡμᾶς, γεηρῶν ὑπεραίρεσθαι πάντοτε.
Λατρεύων, τῷ Δεσπότῃ Ἂγιε, ἐκ ψυχῆς καὶ διανοίας σου ὅλης, τῶν ἱερῶν, μυστηρίων μετεῖχες, ἅ ὀφθαλμὸς θεωρῆσαι οὐ δύναται· διάνοιξον οὖν καὶ ἡμῶν, νοῦν πρὸς γνῶσιν τοῦ θείου θελήματος.
Ἀγγέλους σοι, ὑπηρέτας ἔπεμπεν, οὐρανίων οὐσιῶν ὁ Δεσπότης, τὴν νοεράν, ἐργασίαν βραβεύων, ἣν ἀδιάλειπτον εἶχες Νικόλαε, ἀξίωσον ταύτης ἡμᾶς, μετασχεῖν καὶ ἐργάζεσθαι ἔσωθεν.
Θεοτοκίον.
Ἐλύπησα, τὸν καλὸν μου Κύριον, ὡς ἀναίσχυντος καὶ ἄχρηστος δοῦλος, ὅθεν Ἀγνή, παῤῥησίαν μὴ ἔχων, σέ μου μεσίτριαν πάλιν προβάλλομαι, ἀνοῖξαι σπλάγχνα πατρικά, καὶ συγχώρησιν δοῦναι πταισμάτων μου.
Διάσωσον, ἀπὸ κινδύνων παντοίων τοὺς σοὺς ἱκέτας, ἱερέων λαμπρότης πάτερ Νικόλαε, καὶ σύναψον ἡμᾶς Χριστῷ, ταῖς σεπταῖς σου πρεσβείαις.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.
Τοῦ Χριστοῦ ἱερεῦ ἁγιώτατε, καὶ πιστῶν πρεσβευτὰ ἑτοιμότατε, ἄνοιξόν σου, τὰ τῆς καρδίας ὦτα νοερά, φωναῖς, ἱκετευτικαῖς ὅσον ταχύ, τῶν αἰτουμένων σε πιστῶς, καὶ χρῃζόντων πρεσβείας σου· νίκησον πᾶσαν θλῖψιν, δώρησαι νόσων λύσιν, καὶ σωτηρίαν ταῖς ψυχαῖς, παμμακάριστε Νικόλαε.
Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Ευαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ε΄, 14 – 19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη, οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκία. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν Νόμον ἤ τοὺς Προφήτας. Οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. ᾿Αμὴν γὰρ λέγω ὑμῖν· ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἤ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ Νόμου, ἕως ἂν πάντα γένηται. Ὂς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ὂς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Δόξα…
Ταῖς τοῦ σοῦ Ἀγίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κόσμου πόντον ἄβροχος, τρικυμιώδη διῆλθες, ὅλην σου τὴν ἔφεσιν, ἔχων πρὸς οὐράνια, ἀγγελόβιε· λειτουργῶν ὡς πύρινος, θύτης τῷ Κυρίῳ, ἐπηγρύπνεις ἐν σκηνώμασι, πάτερ Νικόλαε, τοῖς πεποθημένοις σὺν τέκνοις σου, ἁπλότητα κτησάμενος, τὴν Θεοῦ ἑλκύουσαν εὔνοιαν.
Ὃθεν χαρισμάτων, δεξάμενος πλουσίως ὀρμαθόν, φάνηθι πρέσβυς ἀκοίμητος, τῶν πιστῶς τιμώντων σε.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου….
ᾨδὴ ζ΄. Παῖδες ἑβραίων.
Ἂνωθεν φῶς σοι ἐπεφοίτα, τὴν ἐνάρετον, δηλοῦν σου πολιτείαν, ὅθεν πάτερ κλεινέ, φωτὸς θείου μετέχων, ἀκτῖνας ἐξαπόστειλον, τοῖς τιμῶσι σε ἐκ πόθου.
Ἒσχες Ἀγγέλους καὶ Ἀγίους, συνεργοῦντάς σοι, ἐν πάσῃ περιστάσει, οὕς λευῖτα σεπτέ, ἱκέτευε ἐλθεῖν μοι, συμβοηθοὺς ἐν βίῳ μου, καὶ προστάτας ἀηττήτους.
Ἲππον δυσήνιον εὐχῇ σου, καθημέρωσας, Νικόλαε τρισμάκαρ, ὅθεν πάθη ψυχῶν, κατεύνασον καὶ δίδου, εἰρήνην τὴν τοῦ Πνεύματος, τῇ ψυχῇ μου δυστροπούσῃ.
Θεοτοκίον.
Ἃλλην οὐκ ἔχομεν ἐλπίδα, οἱ ταλαίπωροι, ἐν θλίψεσι τοῦ βίου, εἰ μὴ Δέσποινα σέ, χαρὰν ἀπηλπισμένων, καὶ νέφη διαλύουσαν, τὰ ψυχῶν θολοῦντα ὄμμα.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει.
῾Υπερήφανον νοῦν Πάτερ καθεῖλες, ταπεινώσεως, φορέσας τὸν χιτῶνα, ὅθεν κἀμοῦ ταπείνωσον τὸ φρόνημα, ἵνα τοῦ Κυρίου, τὸ ἔνδυμα φορέσω.
Τῶν πενήτων προστάτης ἀνεδείχθης, ὡς κτησάμενος, ἐγκάρδιον ἀγάπην, καὶ παρεκάλεις Πάτερ τοὺς ἐν θλίψεσι, λόγοις σου γλυκέσι, δι᾿ ὧν κἀμὲ γλυκάναις.
Ὠμοιώθης Δεσπότῃ σου ὦ Πάτερ, ἐν ἁπλότητι, φερόμενος καρδίας, ὅθεν βοῶμεν πίστει οἱ τιμῶντές σε, δίδου ἡμῖν ταύτην, ὡς κλεῖδα Βασιλείας.
Θεοτοκίον.
Ἐλεπρώθη, ψυχή μου Θεομῆτορ, καὶ ἐξέζησαν τὰ ἕλκη τῶν πταισμάτων, διὸ ἐμπόνως κράζω καθικέτευε, σὺν τῷ Νικολάῳ, Φιλάνθρωπον Υἱόν σου.
ᾨδὴ θ΄. ᾿Εξέστη ἐπὶ τούτῳ.
῾Υψώθη σου τὸ ὄνομα θαυμαστῶς, καὶ τῆς γῆς περιῆλθε τὰ πέρατα, βίος ὁ σός, ὦ χριστοταπείνωτε ἱερεῦ, Νικόλαε θαυμάσιε, ὅτι σκεῦος γέγονας ἀρετῶν, ἐν σώματι ἐνταῦθα, διὸ ἐν οὐρανίοις, πρέσβυς ἡμῶν γενοῦ μακάριε.
Χορὸς τῶν Πρεσβυτέρων περιχαρῶς, οὐρανίου Σιὼν ὑπεδέξατο, ψυχὴν τὴν σήν, ὡς ἀγγελονόου συλλειτουργοῦ, διὸ πάτερ Νικόλαε, μνήσθητι τῶν δούλων σου ἐκτενῶς, καὶ θείας Βασιλείας, δεῖξον συγκληρονόμους, τοὺς πολιτείαν σου θαυμάζοντας.
Οὐκ ἔτι τὸ σαρκίον τὸ ἀσθενές, ἐμποδίζει σε πάτερ Νικόλαε, ἐκ τῆς εὐχῆς, καὶ τῆς θεωρίας τοῦ Ἰησοῦ, ἀλλὰ βλέπεις φανώτερον, ἅπερ ἐπεθύμεις ὢν ἐν τῇ γῇ, διὸ παρακαλοῦμεν, ἀξίωσον συστῆναι, ἡμᾶς ᾿Εδὲμ ἐν τοῖς σκηνώμασι.
Ὑπόκλινον τὸ οὖς σου τὸ μυστικόν, ἱερέων Κυρίου ἀγλάϊσμα, καὶ εὐμενῶς, δέχου τὰς αἰτήσεις σῶν ἱκετῶν, καὶ ταύτας ἀεὶ πρόσφερε, τῷ ἠγαπημένῳ σου ᾿Ιησοῦ, ὅπως παράσχῃ χάριν, καὶ ἔλεος τοῖς ὅσοι, τὴν θείαν μνήμην σου γεραίρομεν.
Θεοτοκίον.
Ἀμάξῃ μητρικῶν σου ἱκεσιῶν, τῷ Υἱῷ σου παράστησον Δέσποινα, ἐμὴν ψυχήν, παραλελυμένην ἐκ τῶν παθῶν, καὶ αἴτησαι Πανάμωμε, σὺν τῷ Νικολάῳ τῷ θαυμαστῷ, ταύτην ἐξαναστῆσαι, καὶ δείξῃ ὑγιῶσαν, εἰς ἐντολῶν Αὐτοῦ ἐκπλήρωσιν.
Ἄξιόν ἐστίν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις ἱερέων ἡ καλλονή, ἀγρυπνίας φίλε, καὶ ἀγγέλων συλλειτουργέ, πάντιμε εὐχέτα, προστάτα ἀπορούντων, Νικόλαε λευῖτα, θεομακάριστε.
Χρόνου νῦν ὑπέρτερος καὶ σαρκός, εὔχου θεῖε Πάτερ, τῷ Δεσπότῃ σου ἐκτενῶς, ὅπως καταπέμψῃ, τοῖς σὲ τιμῶσι πόθῳ, Νικόλαε τὴν χάριν, καὶ μέγα ἔλεος.
Ἂμα Νικοδήμῳ τῷ θαυμαστῷ, τῷ σῷ συμπολίτῃ, καθικέτευε τὸν Χριστόν, ὅπως ἀξιώσῃ, γενέσθαι κληρονόμους, ἡμᾶς τῆς Βασιλείας, πάτερ Νικόλαε.
῎Ενδυσον ἡμᾶς τὴν καταστολήν, ταπεινοφροσύνης, καὶ ἁπλότητος ἐν Χριστῷ, ὅπως χαρισμάτων, μετάσχωμεν Κυρίου, εὐχαῖς σου παναγίαις, θεῖε Νικόλαε.
Τοὺς καταφοιτῶντας τῷ σῷ ναῷ, καὶ ἐξαιτουμένους, τὴν ταχεῖάν σου ἀῤῥωγήν, δέχου θεῖε Πάτερ, καὶ δίδου αἰτημάτων, τὴν λύσιν πρὸς συμφέρον, ψυχῶν Νικόλαε.
Νίκην δίδου πάτερ κατὰ παθῶν, τῶν ψυχολετείρων, καὶ ἐγκαίνισον τὴν εὐχήν, Κυρίου καρδίαις, τῶν σὲ τιμώντων πόθῳ, Νικόλαε εὐχέτα, συμπάσης κτίσεως.
Ἅμα Νικολάῳ Μύρων σεπτῷ, τῷ σῷ συνωνύμῳ, ἱκετεύσατε τὸν Χριστόν, ὅπως θείαν χάριν, παράσχῃ τοῖς τιμῶσιν, ὑμῶν τὴν θείαν μνήμην, πάτερ Νικόλαε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς·
῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.
Πλάνης τῶν τοῦ βίου ἡδονῶν, καὶ ἁμαρτιῶν τῆς ὁμίχλης, πάντας ἀπάλλαξον, πάντιμε Νικόλαε, θείαις πρεσβείαις σου, καὶ τὸ φῶς ἡμῖν δώρησαι, Χριστοῦ τοῦ Σωτῆρος, ὅπως πορευσώμεθα, ὁδὸν τὴν ἄγουσαν, πρὸς τὴν ἐπουράνιον δόξαν, ἔνθα ἐξωστράκισται πόνος, δάκρυον καὶ βίου θλῖψις ἅπασα.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δί’ εὐχῶν τῶν Ἀγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Χριστῷ θυσίας λογικὰς ἀναδείξαις,
Ἀνευφημοῦντας, Νικόλαε, σὸν βίον.
Παρακλητικός Κανών εις τον Άγιο Ιερέα Νικόλαο τον Νέο τον Πλανάν
Ποίημα Νικοδήμου Μητροπολίτου Πατρών
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χεῖρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος Σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισον μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματος Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῷ θεοφόρῳ Νικολάῳ προσέλθωμεν οἱ ἐν ἀνάγκαις, ἀσθενείαις καί θλίψεσι, τήν παρ’ αὑτοῦ βοήθειαν αἰτοῦντες ἐκ ψυχής˙ παρρησίαν ἔχει γάρ, πρός Χριστόν τόν σωτῆρα, καί αὑτοῦ τό ἔλεος ἐπισπᾶται ἀφθόνως, τοῖς αἰτουμένοις χάριν ἐκ Θεοῦ, πίστει βαθείᾳ, εἰς ὄνησιν εὔκαιρον.
Δόξα. Καί νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἁγίῳ Νικολάῳ Πλανᾷ ἱκεσία Νικοδήμου Π(ατρών).
Εἴς ἔκαστον τροπάριον λέγομεν· Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν,
τα δύο τελευταία Δόξα και Νῦν.
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἀγρύπνους εὐχάς σου Πάτερ Πλανᾷ, Κυρίῳ προσάγων, ἡγιάσθης ὡς ἐκλεκτός, λειτουργός τῶν θείων μυστηρίων˙ νῦν δε εὐχέτην ἡμῶν σε κεκτήμεθα.
Γινώσκοντες πρέσβυν σε πρός Θεόν, ἱκέσιον ὕμνον, ἀναμέλπομεν εκτενώς˙ σκέπε τούς τελοῦντας ἐκ κινδύνοις, καί ταῖς πρεσβείαις σου, Πάτερ διάσωσον.
Ἱλέωσαι ἅγιε τόν Χριστόν, ὀργῆς ἐκλυτρώσαι, καί κακώσεως καί φθορᾶς, τούς περιπεσόντας ἁμαρτίαις, ἆς δία σώματος ἕκαστος ἔπραξεν.
Θεοτοκίον.
Ὡράισμα, κλέος δόξα σεπτῇ, Δέσποινα τοῦ κόσμου, Παναγία Μήτηρ Θεοῦ, δέξαι παρακλήσεις ἱκετῶν σου, καί τῷ Υἱῶ καί Θεῶ σου προσάγαγε.
ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Νικολάου τούς πόδας ὑπέρ τήν γῆν ἔβλεπον, ἔκθαμβοι οἱ ἄκακοι παῖδες, καί διηγήσαντο, δόξαν οὐράνιον, φωτός ἀκτίστου ἐκλάμπειν, περιῤῥέειν δ’ ἄνωθεν τοῦτον δεόμενον.
Ἱερεύς τοῦ Ὑψίστου, Πάτερ Νικόλαε γέγονας, κλῆσιν οὐρανίαν ἐδέξω, καί ηκολούθησας˙ ὡς δ’ ἐμνημόνευες, ὀνομαστί τῶν σῶν τέκνων, καί ἡμῶν νῦν μνήσθητι, τῆς παρακλήσεως.
Καθαρᾶς ἐκ καρδίας ἱερουργῶν Ἅγιε, ὡς νυχθημερόν οὐκ ἐπαύσω, Χριστῷ δεόμενος, καί νῦν ἱκέτευε, Πάτερ Πλανᾷ ταῖς εὐχαῖς σου, δοῦναι τόν Φιλάνθρωπον, πᾶσιν ὤν χρῄζομεν.
Θεοτοκίον.
Ὅλος ἤν ἐν τοῖς κάτω, καί ἐκ τῶν ἄνω ἀχώριστος, Λόγος ἀπερίγραπτος ἦλθε, σώσαι τόν άνθρωπον˙ Σύ δε Πανάχραντε, τοῦ Ἀχωρήτου ἡ χώρα, σκέπε, φρούρει, φύλαττε, ἡμᾶς τῆ σκέπη σου.
Διάσωσον, ἀπό κινδύνων τούς δούλους σου, Πανοικτίρμον, Νικολάου Πλανᾷ εὐχαῖς, ὁσίου πατρός ἡμῶν, ὦ ἔδωκας πολλήν πρός Σε παρρησίαν.
Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε, Θεοτόκε, ἐπί τήν οἰκτράν ἀναξίων ἡμῶν παράκλησιν, σύν πάτρωνι Νικολάῳ εὐχέτῃ.
Αἴτησις Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν θερμήν αἰτούμεθα μακάριε, ποιήσαι Χριστῷ ὑπέρ τῶν προστρεχόντων σοι˙ ἱερέ Νικόλαε, ἐκτενῶς Ὑπεράγαθον αἴτησαι, ὡς παρρησίαν ἔχων πρός Αὑτόν, ἐλέους τυχεῖν τούς ἀνυμνοῦντας σε.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Λυτρωτά πολυέλεε, σεπτοῦ Νικολάου Πλανᾷ δεήσεσι, τήν ἡμῶν δέξαι παράκλησιν, τῶν σοι προσφευγόντων ἐκ πίστεως.
Ἀνεξίκακε Κύριε, μή μνησθῇς πταισμάτων ἀχρείων δούλων σου, ἑαυτούς γάρ Σοι ἀνέθεντο, Πλανᾷ Νικολάου πρεσβεύοντος.
Ὡραιότητι Ὅσιε, τῆς ἁγιωσύνης καταλαμπόμενος, πρό τοῦ θρόνου τοῦ Παντάνακτος, μετά παρρησίας παρίστασαι.
Θεοτοκίον.
Παναγία Θεόνυμφε, Σύ τοῦ κόσμου Δέσποινα καί βοήθεια, καί ἡμῶν γενοῦ μεσίτρια, ἱεροῦ Πλανᾷ ἐπακούουσα.
ᾨδή ἕ’. Φώτισον ἡμᾶς.
Λόγον ἀγαθόν, σή καρδία ἐξηρεύξατο νυχθημερόν, ἅγιε Πάτερ, Θεῶ, λόγον δε νῦν ὑπέρ ἡμῶν εἰπέ ἱκέσιον.
Ἄνεσιν ἡμῖν, ἐκ κακῶν παντοίων, Ἅγιε, παρά Κυρίου τοῦ Θεοῦ ἐκζητῶν, μή διαλίπῃς τῆ ἐνθέῳ παρρησία σου.
Νέκρωσον παθών, πειρασμῶν τε τήν ὑπέρβασιν, Πάτερ μιμούμενοι τήν σήν βιοτήν, τῆ θεία χάριτι, σύν σοι κατορθώσομεν.
Θεοτοκίον.
Ἄνασσα σεπτῇ, Θεοτόκε Παμμακάριστε, ἁγίων μείζων Σύ ὑπάρχεις ἀληθῶς, ἡ Θεόν Λόγον ἁγιώτατον κυήσασα.
ᾨδή στ΄. Τήν δέησιν.
Ἱκανῶσον, ταῖς εὐχαῖς σου Ἅγιε, πορευθῆναι τήν ὀδόν τοῦ Κυρίου, καί ἀκλινῶς ἡμᾶς πίστιν τηρήσαι, καί τόν ἀγῶνα τόν καλόν ἀγωνίσασθαι, καί τούς στεφάνους τῆς ζωῆς, ἐν ἡμέρα τῆς κρίσεως δέξασθαι.
Καλέσαντες, τό σεπτόν σου ὄνομα, ἀρετήν ἀξιοχρέως τιμώμεν, Πάτερ Πλανᾷ, ὀνομάζειν σε γνότες, τῆς ἁγιότητος τύπον εκφέρομεν˙ καί ἐνδοξάζομεν Θεόν, θαυμαστόν τοῖς ἁγίοις ὑπάρχοντα.
Εὐλόγησον, οὐρανόθεν Ἅγιε, τούς προστρέχοντας τῆ σή βοηθεία, καί δωρεάν, ὤσπερ ἔλαβες, Πάτερ, δωρεάν δίδου τοῖς χρῄζουσι δόματα, τῶν παρακλήσεων ἡμῶν, ἐπακούων τῆ σῆ ἀγαθότητι.
Σωτήριον, θείαν χάριν ἤντλησας, ἐκ πηγῶν τοῦ σωτηρίου τρισμάκαρ, καί πρεσβευτήν, τῆς ἡμῶν σωτηρίας, ἁγιώτατε Πάτερ σε ἔγνωμεν, ἀνατιθέντες ἑαυτούς, θεοδέκτοις εὐχαῖς σου πρός Κύριον.
Διάσωσον, ἀπό κινδύνων τούς δούλους σου, Πανοικτίρμον, Νικολάου Πλανᾷ εὐχαῖς, ὁσίου πατρός ἡμῶν, ὦ ἔδωκας πολλήν πρός σε παρρησίαν.
Ἐπίβλεψον, ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε, ἐπί τήν οἰκτράν ἀναξίων ἡμῶν παράκλησιν σύν πάτρωνι Νικολάῳ εὐχέτῃ.
Αἴτησις καί Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν σε Πάτερ Νικόλαε, ἔγνωμεν τόν ἐκ Νάξου ἔνθεον Κυρίου θεράποντα. Τῷ ναῶ σου, καί τῆ σεπτῇ εἰκόνι σου πιστῶς προσερχόμεθα σε προσκαλεῖν, εἰς τήν βοήθειαν ἡμῶν τῶν πιστῶς κραυγαζόντων σοι˙ πρόφθασον ἐν κινδύνοις καί πάρεσο ἐν ἀνάγκαις, τάς ἐπηρείας τῶν δεινῶν διώκων τοῖς θαύμασι.
Προκείμενον.
Θαυμαστός ὁ Θεός ἐν τοῖς ἁγίοις αὑτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῆ γῆ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον
Ἐκ τοῦ κατά Ματθαῖον
(Κεφ. ιη’ 10-20).
Εἶπεν ὁ Κύριος˙ ὁρᾶτε, μή καταφρονήσητε ἑνός τῶν μικρῶν τούτων˙ λέγω γάρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὑτῶν ἐν οὐρανοῖς δία παντός βλέπουσι τό πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἦλθε γάρ ὁ υἱός τοῦ ἀνθρώπου σώσαι τό ἀπολωλός. Τί ὑμῖν δοκεῖ; Ἐάν γένηταί τινι ἀνθρώπῳ ἑκατόν πρόβατα, καί πλανηθῇ ἐν ἐξ αὑτῶν, οὐχί ἀφείς τά ἐνενήκοντα ἐννέα, ἐπί τά ὄρη, πορευθείς ζητεῖ τό πλανώμενον; Καί ἐάν γένηται εὑρεῖν αὑτό ἀμήν λέγω ὑμῖν, ὅτι χαίρει ἐπ’ αὑτῷ μᾶλλον, ἤ ἐπί τοῖς ἐνενήκοντα ἐννέα, τοῖς μή πεπλανημένοις. Οὕτως ούκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρός ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ἶνα ἀπόληται εἰς τῶν μικρῶν τούτων. Ἐάν δε ἁμαρτήσῃ εἰς σε ὁ ἀδελφός τοῦ, ὕπαγε καί ἔλεγξον αὑτόν μεταξύ σου καί αὑτοῦ μόνου˙ ἐάν σου ἀκούσῃ, ἐκέρδησας τόν ἀδελφόν σου˙ ἐάν δε μή ἀκούσῃ, παράλαβε μετά σου ἔτι ἔνα ἤ δύο, ἶνα ἐπί στόματος δύο μαρτύρων ἤ τριῶν σταθῇ πάν ῥῆμα. Ἐάν δε παρακούσῃ αὑτῶν, εἰπέ τῆ Ἐκκλησία, ἐάν δε καί τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὤσπερ ὁ ἐθνικός καί ὁ τελώνης. Ἀμήν λέγω ὑμῖν, ὅσα ἐάν δήσητε ἐπί τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ ουρανώ˙ καί ὅσα ἐάν λύσητε ἐπί τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῶ. Πάλιν ἀμήν λέγω ὑμῖν, ὅτι ἐάν δύο ὑμῶν συμφωνήσωσιν ἐπί τῆς γῆς περί παντός πράγματος, οὐ ἐάν αἰτήσωνται, γενήσεται αὑτοῖς παρά τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὐ γάρ εἰσί δύο ἤ τρεῖς συνηγμένοι εἰς τό ἐμόν ὄνομα, ἐκεῖ εἰμί ἐν μέσῳ αὑτῶν.
Δόξα…
Ταῖς τοῦ σου Ἀγίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κύριε φιλάνθρωπε, ἀνοίξαντος σου τήν χεῖρα, τά σύμπαντα γέμουσι δωρεῶν σής χάριτος καί χρηστότητος, Θλίψεις ἀπελαύνονται, νόσοι ἐκδιώκονται, καί δαιμόνων φυγαδεύονται, σφοδρᾷ τοξεύματα, κίνδυνοι παντοῖοι ἐκλείπουσιν, Ἀγγέλων καί Ἁγίων, δε τάξεις ἀοράτως παρίστανται, ἐν οἷς καί πρεσβύτης Νικόλαος Πλανᾷς ὁ ταπεινός ἡμῶν προστάτης γινώσκεται, προσεπικαλούμενος.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱερά σου προθέσει τῷ Σωτῆρι σαυτόν ἀφιέρωσας, καί τῆς ἱερωσύνης, στολήν ἠμφιεσμένος, ἐκ βαθέων ἀνέμελπες˙ Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἷ.
Ἀγγελόμορφος ὤφθης, λειτουργῶν τῷ Κυρίῳ, Πάτερ Νικόλαε, τῆς χάριτος ἀκτῖσι, τήν ὄψιν ηὐγασμένος, καί μετάρσιος έλεγες˙ Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἷ.
Ναῶ σου ἐν ἁγίῳ, ἐξαιτούμεθα, Πάτερ Πλανᾷ Νικόλαε, εὐλόγει οὐρανόθεν, σούς ταπεινούς ἱκέτας, καί διάσωσον ψάλλοντας˙ Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἷ.
Θεοτοκίον.
Ἱκετεύομεν πάντες, Θεοτόκε οἱ δοῦλοι σου οἱ ανάξιοι, πλήθει ἁμαρτημάτων, περιπεσόντας ῥῦσαι, τῷ Υἱῶ σοῦ νῦν κράζοντας˙ Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἷ.
ᾨδή η΄. Τόν Βασιλέα τῶν οὐρανῶν.
Κλῖνον τό οὕς σου, καί τήν παράκλησιν δέξαι, τῶν σῶν τέκνων Νικόλαε Πάτερ, τῶν ὑπερυψούντων, Χριστόν εἰς τούς αἰῶνας.
Ὄρα κυκλόθεν, τῆς σής εἰκόνος θεόφρον, ἀθροισθέντας τούς σε ἀνυμνοῦντας, καί ὑπερυψοῦντας, Χριστόν εἰς τούς αἰῶνας.
Δέησιν δέξαι, ὀνόματος σου μνησθέντων, καί μνημόνευε ἡμῶν ταῖς εὐχαῖς σου, καί γάρ ἐπ’ ἐλπίδι, τόν Κύριον ὑμνοῦμεν.
Θεοτοκίον.
Ἡ προσφιλής σοι, Ναξίων νῆσος γεραίρει, Ἐκκλησία δε ἀξίως ὑμνεῖ σε, τόν τῆς Θεοτόκου, νυχθήμερον ἱκέτην.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Μεγάλυνον ψυχή μου, τόν ἱεροφάντην Πλανᾶν Νικόλαον, Νάξου τό βλάστημα, ἀντιδιδόντα σοι εὔκαιρον τήν βοήθειαν.
Ὁ πάνσεπτος πρεσβύτης, οἰκεῖος ὑπάρχων, ἡμῖν εὐήκοα ὦτα τείνει τοῖς μέλπουσιν, αὑτῷ τήν ὕμνησιν καί παράκλησιν.
Ὑγραίνοντι προσώπῳ, δακρύων ἐκχύσει, Πάτερ Νικόλαε σε ικετεύομεν, ἀντιλαβοῦ ἀγαθέ, τῶν παρακαλούντων σε.
Θεοτοκίον.
Πανάχραντε Παρθένε, Μῆτερ Θεοῦ Λόγου, Ἁγίῳ Πνεύματι τοῦτον κυήσασα, σύν ἱερεῖ Νικολάῳ Πλανᾷ με φρούρησον.
Ἂξιόν ἐστίν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σε μεγαλύνομεν.
Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις ὁ τῆς Νάξου θεῖος βλαστός, καί τῶν ἱερέων ὁ ἐν πᾶσιν ὑπογραμμός, ἐλεημοσύναις, νηστείαις, ἀγρυπνίαις καί προσευχαῖς σχολάζων, Πάτερ Νικόλαε.
Κεχαριτωμένος παρά Θεοῦ, καί ἠγλαϊσμένος τῷ ἀκτίστῳ θείω φωτί ἐν τῆ Ἐκκλησία, Νικόλαε ὠράθης, ἐμφαίνων τοῖς ἀνθρώποις δόξαν τήν ἄρρητον.
Τόν ἠγιασμένον σε τοῦ Θεοῦ πιστόν οἰκονόμον μυστηρίων πνευματικῶν, χάριτος ποικίλης, γινώσκοντές σε μύστην, Νικόλαε αἰτοῦμεν, ἡμῶν μνημόνευε.
Θρόνῳ παριστάμενος τῷ σεπτῷ μετά παρρησίας νῦν ἱκέτευε τόν Χριστόν, σου γάρ ἐπακούων, δωρεῖται τοῖς αἰτοῦσι δόματα ὤν περ χρῄζομεν καί ἰάματα.
Πάσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομα Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καί τό Ἀπολυτικόν τοῦ Ἀγίου. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ταῖς τοῦ πλάνου παγίδας ἐκφυγών, ἱερώτατε, ἀπλανῶς ἐπορεύθης, δία βίου Πατήρ ἡμῶν, Νικόλαε ἀοίδιμε Πλανᾷ, οὐράνια χαρίσματα λαβών, ἀγρυπνίαις καί νηστείαις, ἱερουργῶν ὁσίως τῷ Κυρίῳ σου˙ Ὀν περ καθικετεύων ἐκτενῶς, Νάξιον ἱεράτευμα, πρέσβευε δωρηθῆναι καί ἡμῖν τό θεῖον ἔλεος.
Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ, τοῖς λειψάνοις σου ἐγγύς, καί σεπτῆς εἰκόνος σου πρόσθεν, τάς ἱκεσίας ἡμῶν, σοι ἀνατιθέμεθα, ὅπως πρεσβείαις ταῖς σαῖς τά ἐλέη δεξώμεθα Χριστοῦ τοῦ Σωτῆρος, καί παρακαλοῦμεν σε οἱ ἐν ἀνάγκαις πολλαίς˙ ἵλεων ἡμῖν τόν Δεσπότην, τῆ σή δυνατή παρρησίᾳ, ποίησον Νικόλαε μακάριε.
Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δί’ εὐχῶν τῶν Ἀγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς.
Ἀμήν.