Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργό Νικόλαο Αρχιεπίσκοπο Μύρων της Λυκίας

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 6 Δεκεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ὀρφανῶν καὶ τῶν πτωχῶν ἀντιλήπτωρ καὶ τῶν πλεόντων ἀσφαλὴς κυβερνήτης, θαυματουργὲ Νικόλαε πατὴρ ἡμῶν, πάσης ἡμᾶς λύτρωσαι τῆς ἐν βίῳ ἀνάγκης, καὶ ὑγίειαν δώρησαι, καὶ ψυχῆς εὐφροσύνην, τοῖς προσιοῦσι πάντοτε πιστῶς, Ἀρχιεράρχα τῷ θείῳ τεμένει σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών οὗ ἡ ἀκροστιχίς·
Σκέπη Νικόλαε ἡμῶν πέλεις. Γερασίμου.

ᾨδὴ α΄ . Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνὼν τῶν Ἀγγέλων ταῖς στρατιαῖς, σὺν αὐτοῖς ἐξαίτει, Ἱεράρχα θαυματουργέ, ἡμῖν τῶν παθῶν τὴν θεραπείαν, καὶ τῶν ἐν βίῳ κινδύνων τὴν λύτρωσιν.

Κακίας ἀπάσῃς τοῦ δυσμενοῦς, σκανδάλων ποικίλων, καὶ πικρίας καὶ συμφορᾶς, ἀτρώτους διάσῳζε λιταῖς σου, τοὺς προσιόντας σοι πάτερ Νικόλαε.

Ἐν πάσῃ ἀνάγκῃ σε ἀρωγόν, καὶ ἐν τῇ θαλάσσῃ, συμπλωτήρα καὶ βοηθόν, Νικόλαε πάτερ κεκτημένοι, τῇ σῇ πρεσβείᾳ κινδύνων ῥυόμεθα.

Θεοτοκίον.
Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, βλύσον μοι τὰ ῥεῖθρα, συμπαθείας καὶ οἰκτιρμῶν, κεχαριτωμένη Θεοτόκε, καὶ τὴν διψῶσαν ψυχήν μου κατάρδευσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ θερμή σου πρεσβεία, καὶ δαψιλὴς χάρις σου, τοὺς τὸ ὄνομά σου φωνοῦντας, Πάτερ προφθάνουσα, σῶζε ἑκάστοτε, ἐν τε ξηρᾷ καὶ θαλάσσῃ, ἅγιε Νικόλαε, τοὺς κινδυνεύοντας.

Νοσημάτων παντοίων καὶ χαλεπῶν θλίψεων, πάσης ἀθυμίας καὶ λύπης καὶ περιστάσεως, ἡμᾶς διάσῳζε τοὺς τῷ ἁγίῳ Ναῷ σου, ἅγιε Νικόλαε, πίστει προστρέχοντας.

Ἱλασμὸν ἡμῖν δίδου καὶ τῶν παθῶν λύτρωσιν, θείων οἰκτιρμῶν διαδόσεις πλουσίας ἄνωθεν, ὡς συμπαθέστατος, ὡς ἂν ἡσύχιον βίον, πατρικῇ εὐνοίᾳ σου, Πάτερ διάγωμεν.

Θεοτοκίον.
Καταφύγιον κόσμου καὶ βοηθὸς πέλουσα, τῶν ἀπὸ ψυχῆς ἀφορώντων, πρὸς τὴν πρεσβείαν σου, Κόρη πανάχραντε, ἐκ τῶν βελῶν τοῦ βελίαρ, ἀσινεῖς διάσῳζε, ἡμᾶς ἑκάστοτε.

Διάσωσον ἐκ πάσης βλάβης Νικόλαε ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ὡς ἐκ Θεοῦ δεδεγμένος πλουσίαν χάριν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς καὶ ἀντιλήπτωρ μέγιστος, καὶ πρέσβυς ταχὺς πρὸς τὸν Θεὸν Νικόλαε, ἐδείχθης τοῖς προστρέχουσι, τῇ θερμῇ ἀντιλήψει σου πάντοτε· διὰ τοῦτο βοῷμέν σοι αεὶ Χριστὸν ἡμῖν δίδου Πάτερ ἵλεων.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ Ναός σου ὁ Ἅγιος, χάριν ἀναβλύζει ἀεὶ καὶ ἔλεος, ἱερώτατε Νικόλαε, καὶ χαρὰν παρέχει ταῖς ψυχαῖς ἡμῶν.

Λυπουμένοις παράκλησιν καὶ τοῖς θλιβομένοις τὴν ἀπολύτρωσιν, καὶ τοῖς πάσχουσι τὴν ἴασιν, δίδου τῇ σῇ χάριτι Νικόλαε.

Ἀπὸ πάσης στενώσεως καὶ πολυειδῶν ἐν βίῳ κακώσεων, ἀνωτέρους διαφύλαττε, Πάτερ τοὺς προστρέχοντας τῇ σκέπῃ σου.

Θεοτοκίον.
Ἐκ νηδύος σου ἔλαμψε τῆς δικαιοσύνης ἄδυτος ἥλιος, οὗ ταῖς αἴγλαις καταλάμπρυνον, Κεχαριτωμένη τὰς ψυχᾶς ἡμῶν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ηὔγασαν ἐν Γῇ, τὰ πολλά σου Πάτερ θαύματα, καὶ διώκουσι τὸν ζόφον τῶν παθῶν, καὶ δαιμόνων τὴν σκοτόμαιναν ἐλαύνουσιν.

Μέγας βοηθός, τοῖς ἐν κόσμῳ κινδυνεύουσιν, ἀναδέδειξαι Νικόλαε σοφέ, καὶ παρέχεις βοηθείας χεῖρα ἅπασι.

Ὡς τῆς πρὸς ἡμᾶς προστασίας σου Νικόλαε! Πάσῃ ὥρα καὶ στιγμὴ γὰρ βοηθείς, τοῖς φωνοῦσί σου τὸ ὄνομα τὸ Ἅγιον.

Θεοτοκίον.
Νᾶμα ζωτικὸν τῆς πλουσίας σου χρηστότητος, τῇ διψώσῃ μου ἀνάβλυσον ψυχή, Θεοτόκε ἡ γλυκείᾳ προστασία μου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Προστάτην σε ἐν τῷ βίῳ ἔχοντες, καὶ ταχὺν ἐν περιστάσεσιν ῥύστην, θαυματουργὲ ἱερώτατε Πάτερ, πάσης ἀνάγκης ταχέως λυτρούμεθα· διὸ κηρύττομεν τὴν σήν, πρὸς ἡμᾶς θερμοτάτην ἀντίληψιν.

Ἐκ σάλου βιοτικῶν συμπωμάτων καὶ δεινῶν τρικυμιῶν νοουμένων, πρὸς τοὺς λιμένας γαλήνης τῆς θείας, ὡς συμπαθὴς Ἱεράρχα κυβέρνησον, Νικόλαε θαυματουργέ, τοὺς τὴν σὴν ἐκζητοῦντας βοήθειαν.

Λαμπρά σου, ἡ προστασίᾳ τυγχάνει, καὶ σωτήριος ἡμῖν καὶ ὀξείᾳ, διὸ ἀεὶ τῷ ἁγίῳ Ναῷ σου, μετ’ εὐλαβείας προστρέχοντες Ἅγιε, πληρούμεθα τῆς παρὰ σοῦ, εὐφροσύνης καὶ θείας χρηστότητος.

Θεοτοκίον.
Ἐλέους τὸν χορηγὸν τετοκυῖα, ἐλεοῦντα τῶν ἀνθρώπων τὴν φύσιν, τὸν ἐλεήμονα Λόγον Παρθένε, τὴν κακωθεῖσαν ψυχήν μου ἐλέησον, καὶ δίδου ταύτῃ ἀληθοῦς, μετανοίας καθάρσια δάκρυα.

Διάσωσον ἐκ πάσης βλάβης Νικόλαε ἱεράρχα, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ὡς ἐκ Θεοῦ δεδεγμένος πλουσίαν χάριν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἀντιλήπτωρ ἡμῶν συμπαθέστατος καὶ πρὸς Θεὸν πρεσβευτὴς ἑτοιμότατος, μὴ παύσῃ παρέχων ἑκάστοτε, τὴν σὴν βοήθειαν Πάτερ τοῖς χρῄζουσιν, Νικόλαε Μύρων ὁ πρόεδρος.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι’, 9-16).

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλος ἐνθεώτατος καὶ οἰκτιρμῶν θείων πλήρης, πανταχοῦ Νικόλαε, σπεύδεις εἰς βοήθειαν τοῖς καλοῦσί σε, καὶ ἐν γῇ Ἅγιε, καὶ ἐν τῇ θαλάσσῃ, διασῴζεις κινδυνεύοντας, ἐντεῦθεν ἅπαντες τῇ σῇ συμπαθείᾳ προστρέχοντες, δυσχερειῶν λυτρούμεθα, καὶ πειρατηρίων καὶ θλίψεων, καὶ ἁμαρτημάτων, ταῖς σαῖς ἱκετηρίαις πρὸς Θεόν· διὸ ὑμνοῦμέν σε ἅπαντες, Πάτερ ἱερώτατε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν δειναῖς τρικυμίαις συμφορῶν τῶν ἐν βίῳ καὶ περιστάσεων, γαλήνην ἡμῖν δίδου, καὶ ἀσφαλῶς ὁδήγει, πρὸς λιμένα σωτήριον, τῶν ἐντολῶν τοῦ Θεοῦ, ἡμᾶς θαυματοβρύτα.

Ἰατρεύων τοὺς πόνους τῶν ψυχῶν καὶ σωμάτων ἡμῶν Νικόλαε, τῇ σῇ προμηθεστάτῃ, ἀύλῳ ἐπισκέψει, μυστικῶς ἐπιφάνηθι, τὰ λυπηρᾷ τῆς ζωῆς, ἡμῶν ἐξαφανίζων.

Σωτηρίας λιμένα οἱ τοῦ βίου τὴν θάλασσαν διαπλέοντες, τὸν ἅγιον Ναόν σου, πλουτοῦντες Ἱεράρχα, ἐν αὐτῷ καταφεύγομεν, καὶ τῶν τοῦ βίου πικρῶν, λυτρούμεθα κυμάτων.

Θεοτοκίον.
Γνώρισόν μοι Παρθένε σωτηρίας τὴν τρίβον ἐν ᾖ πορεύσομαι, ἐν ταύτῃ ἀσφαλῶς δέ, ὁδήγει με πρὸς κτῆσιν, ἀρετῶν τελειότητος, ὡς ἂν τῆς ἄνω ζωῆς, μετὰ τὸ τέλος τύχω.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχων μεγίστην πρὸς τὸν Χριστὸν παῤῥησίαν, ἱερώτατε Νικόλαε δυσώπει, ἄφεσιν πταισμάτων, δοῦναι τοῖς σὲ τιμῶσιν.

Ῥεῖθρα βλυστάνει, ἁγιασμοῦ σωτηρίας, Θείῳ Πνεύματι εἰκών σου ἡ ἀγία, καὶ καθαγιάζει, ἡμῶν τὰς διανοίας.

Ἀπορουμένοις τὴν εὐλογίαν σου δίδου, καὶ τοῖς κάμνουσι τῶν ὀδυνῶν τὴν λύσιν, ταῖς σαῖς προστασίαις, Νικόλαε τρισμάκαρ.

Θεοτοκίον.
Σκέπη μοι ἔσο, τῇ σῇ χρηστότητι Κόρη, ἐναπείργουσα ἐχθροῦ τὰς ἐπηρείας, ἐκ τῆς ταπεινῆς μου, καρδίας Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλεῷ ὄμματι σου ἴδε Ἱεράρχα, τοὺς παρεστῶτας τῇ θείᾳ εἰκόνι σου, καὶ πᾶσι δίδου τὰς δόσεις τῆς προστασίας σου.

Μυρέων ποιμενάρχης, πέλων θεοφόρε, τὴν εὐωδίαν τὴν θείαν τοῦ Πνεύματος, ἀεὶ παρέχεις τοῖς πίστει σοὶ προσπελάζουσι.

Οἱ πόθῳ προσιόντες, τῷ σεπτῷ Ναῷ σου, τῶν αἰτημάτων τὸ πέρας λαμβάνουσι, καὶ χαριστήριον αἶνόν σοι Πάτερ ᾄδουσι.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Μῆτερ τοῦ Ὑψίστου, ἀπὸ κοπρίας παθῶν με ἀνύψωσον, πρὸς ἀρετῶν ἀνυψώσεις βίου σεμνότητι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἱεράρχα θαυματουργέ, πρόεδρε Μυρέων, Ἐκκλησίας ἡ καλλονή, χαίροις τῆς Τριάδος ὁ θεοφόρος κῆρυξ, Νικόλαε τρισμάκαρ, πιστῶν ὁ πρόμαχος.

Πλοῦτος οὐρανίων ὧν ἀρετῶν, λαμπρότητι βίου Ἱεράρχα, θαυματουργέ, ἐνδεέσι νέμεις καὶ πάσχουσι ποικίλως, βοήθειαν ταχεῖαν, πάτερ Νικόλαε.

Χαίροις τῶν πλωτήρων ὁ συμπλωτήρ, καὶ ναυτιλλομένων κυβερνήτης ὁ ἀσφαλής, καὶ θαλαττευόντων ὁ ῥύστης ἐν κινδύνοις, Νικόλαε παμμάκαρ, ἡμῶν ἀντίληψις.

Πᾶσαν διατρέχων Πάτερ τὴν Γῆν, ἅπασι παρέχεις τὴν σὴν χάριν ἐν πειρασμοῖς, καὶ ὕπαρ καὶ ὄναρ φαινόμενος ἐξαίρεις, κινδύνων τοὺς φωνοῦντας, τὴν θείαν κλῆσίν σου.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, Νικόλαε πάτερ, τῷ Ναῷ σου τῷ ἱερῷ, ἐκ πάσης ἀνάγκης καὶ ἄλλης ἐπηρείας, ἀτρώτους διατήρει, τῇ ἀντιλήψει σου.

Ἄφεσιν πταισμάτων παρὰ Θεοῦ, πειρασμῶν τὴν λύσιν καὶ κινδύνων ἀπαλλαγήν, καὶ τῆς εὐσπλαγχνίας τοὺς οἰκτιρμοῦς τῆς θείας, Νικόλαε ἐξαίτει, τοῖς σὲ γεραίρουσι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης ἀπειλῆς καὶ συμφορᾶς καὶ ἐπικειμένης ἀνάγκης, καὶ νοσημάτων δεινῶν, καὶ παντοίων θλίψεων ἐπερχομένων ἡμῖν, ἀβλαβεῖς διαφύλαττε τῇ σῇ προστασίᾳ, ἅγιε Νικόλαε ἡμᾶς ἑκάστοτε, χάριν καὶ ὑγίειαν παρέχων, καὶ πταισμάτων ἄφεσιν Πάτερ, τοῖς θερμῶς τῇ σκέπῃ σου προστρέχουσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Νικόλαε δίδού μοι σὴν εὐλογίαν
Γερασίμῳ σπεύδοντι τῇ χάριτι σου.

Εὐχαριστῶ θερμά τὸν ἐν Χριστῷ Ἀδελφῷ Εὐθύμιο
που μου ἀπέστειλε τὴν Παράκληση τοῦ Ἁγίου.

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργό Νικόλαο Αρχιεπίσκοπο Μύρων της Λυκίας

Ποίημα Επισκόπου Σεραφείμ του Βυζαντίου

†Εορτάζεται στις 6 Δεκεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Ἱεράρχου τῇ πανσέπτῳ Εἰκόνι, πιστοὶ προσπέσωμεν αὐτῷ ἐκβοῶντες· οἱ ἁμαρτίαις πολλαῖς ἐγκυλινδούμενοι, σπεῦσον ὦ Νικόλαε, ἱεράρχα Κυρίου, σαῖς πρὸς τὸν Φιλάνθρωπον, ἱεραῖς ἱκεσίαις, παντὸς κινδύνου, λύπης καὶ φθορᾶς, καὶ δεινῶν νόσων, ἀπαλλάξον, ἅπαντας.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐν τοῖς Θεοτοκίοις· Σεραφείμ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ταῖς προσευχαῖς σου ἱερὲ Νικόλαε, ἐκδυσωπῶν τὸν Θεόν, τὸ σκοτεινὸν νέφος, τὸ τῆς ἀθυμίας μου, Παμμάκαρ διασκεδάσαν, θυμηδίας ὑπάρχων καὶ εὐθυμίας ἀνάπλεῳς, τῷ Παμβασιλεῖ παριστάμενος.

Ταῖς τῶν παθῶν με τρικυμίαις πάντοθεν, περικυκλούμενον, καὶ λογισμῶν σάλῳ, τὴν ψυχὴν δονούμενον, ἐπὶ λιμένα εὔδιον, τῶν Χριστοῦ θελημάτων, ταῖς προσευχαῖς σου κυβέρνησον, ὅπως σὲ δοξάζω, Νικόλαε.

Τῶν Ἀποστόλων καὶ Ὁσίων σύσκηνος, ἀποδεικνύμενος, καὶ θεϊκῆς αἴγλης, πάντοτε πληρούμενος, τοὺς τὴν σεπτήν σου σήμερον, προσκυνοῦντας Εἰκόνα, φωτὸς μετόχους ἀνάδειξον, εὐχαῖς σου παμμάκαρ Νικόλαε.

Θεοτοκίον.
Σὲ τὴν ἐν σπλάγχνοις δεξαμένην Ἄχραντε, τὸ πῦρ τὸ ἄστεκτον, ἐκδυσωπῶ πίστει, τῆς γεέννης ῥῦσαί με, καὶ τῆς ἀποκειμένης μοι, διὰ πλῆθος πταισμάτων, κολάσεως έλευθέρωσον, σοῦ ταῖς εὐπροσδέκτοις δεήσεσι.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Ἵνα σὲ δοξάζωμεν, καὶ σὲ πρεπόντως γεραίρωμεν, δίδου ἡμῖν, Νικόλαε μάκαρ, τὴν εἰρήνην πρεσβείαις σου.

Κοπάσαν, Νικόλαε, ταῖς σαῖς θερμαῖς παρακλήσεσι, τὰς καθ’ ἡμῶν, ἐπανισταμένας, ἀσθενείας δεόμεθα.

Ῥῦσαί με Νικόλαε, περικυκλούμενον πάθεσι, καὶ πειρασμοῖς, καὶ κινδύνοις πλείστοις, ταῖς λιταῖς σου καὶ σῶσόν με.

Θεοτοκίον.
Ἔχω σε Πανάσπιλε, βίου προστάτιν καὶ τεῖχος ἄῤῥηκτον διὸ δεινῶν, τοῦ ματαίου βίου, οὐ πτοοῦμαι τὴν ἔφοδον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νόσοις πλείστοις Νικόλαε, καὶ πολλοῖς τοῖς πταίσμασι περιπέπτωκα, πρόφθασόν με ῥῦσαι Πάνσεπτε, ταῖς πρὸς τὸν δεσπότην ἱκεσίαις σου.

Ὁ ἀθώους τυγχάνοντας, νέους τρεῖς θανάτου ἀπαλλαξάμενος, σπεῦσον ῥῦσαί με Νικόλαε, τῆς αἰωνιζούσης κατακρίσεως.

Κατακρίσεως ἄξιος, ζῶν ἐν ἀμελεῖς, εἰμὶ ὁ ἄθλιος, ταῖς λιταῖς σου ὦ Νικόλαε, μετανοίας ὅρμῳ με ὁδήγησον.

Θεοτοκίον.
Ῥυπωθέντα με κάθαρον, καὶ νενεκρωμένον με σὺ ἀνάστησον, Θεοτόκε ἀειπάρθενε, τὸν νεκροὺς ζωώσαντα κυήσασα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἀκλινεῖ διανοίας, πρὸς τὸν Ἐπουράνιον ἀνῆλθες Κύριον, παρ’ οὗ καὶ τὴν χάριν, τῶν μεγίστων θαυμάτων ἀπείληφας, Νικόλαε μάκαρ διὸ ἡμᾶς τοὺς σοὺς οἰκέτας, τῶν δεινῶν καὶ τῶν νόσων ἀπάλλαξον.

Ἐν τῇ θείᾳ σου μνήμῃ, ἱερέων Νικόλαε σύλλογος τέρπεται, καὶ πιστῶν χορεῖαι, τῶν θαυμάτων τῶν σῶν ἀπολαύουσαι, ἐν χαρᾷ τρυφῶσι, καὶ ὡς εἰκός σε ἀνυμνοῦσι, καὶ προστάτην καλοῦσί σε μέγιστον.

Λαμπρυνθεὶς θεία αἴγλη, ὤφθη ἡ καρδία σου ὄντως Παράδεισος, τῆς ζωῆς τὸ ξύλον, κεντημένη ἐν μέσῳ τὸν Κύριον ὃν δυσώπει Πάτερ τοῦ Παραδείσου ἀπολαῦσαι, τῆς τρυφῆς καὶ τῆς δόξης τοὺς δούλους σου.

Θεοτοκίον.
Ἀνατίθημι, Κόρη, πάσας ἐπὶ σοὶ τὰς ἐλπίδας τῆς σωτηρίας μου, διὸ δυσωπῶ σε, μὴ παρίδῃς δεινῶς με ποντούμενον, συμφορῶν πελάγει, ἀλλὰ τὴν σὴν δίδου μοι χεῖρα, ὡς τῷ Πέτρῳ ὁ Υἱός σου, καὶ σῶσόν με.

ᾨδὴ στ΄. Τὴν δέησιν έκχεώ.
Χειμάζει με τῶν κινδύνων ὁ σάλος, οὐκ ἰσχύει δὲ βυθῖσαί με Μάκαρ, σὲ γὰρ ἀεὶ Κυβερνήτην πλουτήσας, πρὸς γαληνὸν τὸν λιμένα ἡδύνομαι, καὶ φθάνω μέχρις οὐρανοῦ, διὰ σοῦ ἱεράρχα Νικόλαε.

Ἱλάσθητι τοῖς σοῖς δούλοις, Παμμάκαρ, καὶ ὑγιείας τὴν ἀντίληψιν δίδου· ὡς ἀγαθὸς καὶ φιλάδελφος φύσει, καὶ τῶν δεινῶν καὶ τῶν θλίψεων λύτρωσαι, ταῖς θείαις σου πρὸς τὸν Θεόν, μεσιτείαις, θεόφρον Νικόλαε.

Λυτρούμενος ἐκ θανάτου ὡς ὤφθης, τοὺς ἀθώους πρίν, ὦ Πάτερ στρατηλάτα, οὕτω καὶ νῦν περιστάσεως πάσης, ἡμᾶς καὶ νόσων Νικόλαε λύτρωσαι, πρεσβείαις σου ταῖς ἱεραῖς, ἵνα πόθῳ τιμῷμεν τὴν μνήμην σου.

Θεοτοκίον.
Φιλάγαθε, νυσταγμῷ βαρούμενον, ῥαθυμίας με θερμῇ σου ἱκεσίᾳ, ἐγεῖρον νῦν καὶ μὴ δώης ὑπνῶσαι, τῆς ἁμαρτίας σὸν δοῦλον εἰς θάνατον, προστάτιν γὰρ καὶ ὁδηγόν, τῆς ἐμῇς σε ζωῆς ἐπιγράφομαι.

Ἐπίβλεψον μετ’ εὐμενείας, Νικόλαε μάκαρ, καὶ πᾶσαν θλῖψιν λιταῖς σου ἀπέλασον, ἐκ τῶν ψυχῶν ἡμῶν τῶν οἰκετῶν σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος δ΄.
Ταῖς τῶν θαυμάτων ἀκτῖσι, Νικόλαε, καταφαιδρύνεις ὑφήλιον ἅπασαν, καὶ λύεις τὸν ζόφον τῶν θλίψεων, καὶ τῶν κινδύνων ἐλαύνεις τὴν ἔφοδον, προστάτης ὑπάρχων θερμότατος.

Προκείμενον.
Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατᾶ Ἰωάννην.
(Κεφ. ι΄ 9 – 16).

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται· καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Ὁ μισθωτὸς δὲ, καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἀπαντᾷ τὸν βίον μου ἐν ἀμελείᾳ διάγων, καὶ πρὸ τέλους ἔφθασα ἄκαρπος ὁ δείλαιος, ὑπεράγαθε, πονηρῶν πράξεων, ἐπιφέρον μόνον νῦν φορτία τὰ δυσβάστακτα, ἅπερ φιλάνθρωπε, σκόρπισον ῥοπῇ τοῦ ἐλέους σου καὶ δίδου μοι κατάνυξιν, καὶ ἐπιστροφὴν τὴν σωτήριον, ταῖς τοῦ Νικολάου, πρεσβείαις εὐπροσδέκτοις ὁ Θεός, ὃν εἰς πρεσβείαν προσάγω σοι, καὶ τὴν σὲ κυήσασαν.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥύστης πλεόντων ἀνεδείχθης, ὦ Νικόλαε, καὶ τῶν χηρῶν προστάτης, ὀρφανῶν τε λιμήν, καὶ πλουτιστὴς πενήτων διὸ καὶ ἡμᾶς λύτρωσαι, ἐκ κινδύνων σαῖς πρεσβείαις.

Ξένα Νικόλαε ἐργάζῃ, ἐν θαλάσσῃ μακρὰν καὶ πάσῃ ὑφηλίῳ, ταχυδρόμους ἀεί, καὶ πάσχοντας προφθάνων, καὶ τούτους ἐκλυτρούμενος, ἐκ τῶν νόσων καὶ κινδύνων.

Νόσων παντοίων καὶ κινδύνων, ἰατρὸς φανείς, Νικόλαε, τρισμάκαρ τῆς ψυχῆς μου διὸ θεραπεῦσον τὴν νόσον, καὶ εὐρωστίαν δώρησαι, ταῖς ἐνθέοις σου πρεσβείαις.

Θεοτοκίον.
Ἔπαρον χεῖράς σου, Παρθένε, πρὸς τὸν εὔσπλαγχνον Θεὸν καὶ Βασιλέα, καὶ δεινῶν συμφορῶν, καὶ νόσων καὶ κινδύνων, τῇ κραταιᾷ πρεσβείᾳ σου, ἐξελοῦ τοὺς σοὺς οἰκέτας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς πειρασμῶν νῦν, περισχεθέντας τῷ βάθει, σοὺς οἰκέτας Νικόλαε σῶσον, δοῦς ἡμῖν τὴν λύσιν, αὐτῶν σαῖς ἱκεσίαις.

Ὡς ἐν τρυφῇ, αὐλιζόμενος Μάκαρ, οὐρανῶν τε δόξης ἀπολαύων, τοὺς σὲ ἀνυμνοῦντας, διάσῳζε εὐχαῖς σου.

Τῷ ἀπροσίτῳ, ἐλλαμφθεὶς φωτὶ Πάτερ, τὰς ψυχὰς τῶν ἐν θλίψει αὐγάζεις, διαλύων πάντα, τῶν πειρασμῶν τὸν ζόφον.

Θεοτοκίον.
Ἰσχύεις Κόρη, τὸν ἐν ἰσχύι τεκοῦσα, εὐσυμπάθητον Σωτῆρα τοῦ Κόσμου,  διὸ τῇ θερμῇ σου, προστρέχω βοηθείᾳ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γνωρίζει πᾶσα κτίσις, Νικόλαε μάκαρ, σῶν ἀρετῶν καὶ θαυμάτων τὸ πέλαγος, διὸ καὶ χαίρει, προστάτην, σε ὀνομάζουσα.

Νικόλαε παμμάκαρ σῷζε ἐκ κινδύνων, τοὺς σοὺς οἰκέτας πιστῶς σε δοξάζοντας, ὡς μιμητὴς τοῦ Σωτῆρος, ἀξιοθαύμαστος.

Τρυφῶν ταῖς οὐρανίαις, θείαις λαμπηδόσι, θεομακάριστε πάτερ Νικόλαε, τῇ προστασίᾳ σου σῶσον, ἡμᾶς καὶ σκέπασον.

Θεοτοκίον.
Μαρία Θεοτόκε, τὴν κεκακωμένην, τῇ ἁμαρτίᾳ ψυχήν μου ἀγάθυνον, καὶ ἀγαθῶν αἰωνίων, μέτοχον ποιῆσαν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Νικόλαε μάκαρ πάρεσο νῦν, προστάτης καὶ φύλαξ, καὶ ἐκ βλάβης παντοδαπής, ἡμᾶς ῥῦσαι πάντας ἐν Γῇ καὶ ἐν θαλάσσῃ, τοὺς σὲ θερμῶς φωνοῦντας, καὶ μεγαλύνοντας.

Χαίροις τῶν Πατέρων κλέος στεῤῥόν, καὶ τὸ τῆς Τριάδος, ἐνδιαίτημα καθαρόν, τῶν πιστῶν προστάτης καὶ καταπονουμένων, βοήθεια καὶ σκέπη, πάτερ Νικόλαε.

Ἐν νόσοις σε ἔχομεν ἰατρόν, ἐν κινδύνοις ῥύστην, κηδεμόνα ἐν ὀρφανοῖς, ἐν πένησι πλοῦτον ἐν θαλάσσῃ σωτῆρα, καὶ χαρμονὴν ἐν θλίψει, σοφὲ Νικόλαε.

Ὀρφανῶν προστάτην σε καὶ χηρῶν, πεινόντων τροφέα, πενομένων τε πλουτιστήν, αἰχμαλώτων ῥύστην πλεόντων τε σωτῆρα, κεκτήμεθα παμμάκαρ, σοφέ Νικόλαε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, ἡ πτωχεία τὰ πλούσια. Πάτερ ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχᾶς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χάριν εἰληφὼς παρὰ Θεοῦ, πᾶσι χορηγὸς τὰς ἰάσεις, ὑπὸ τὴν σκέπην σου, ἅγιε Νικόλαε, τοῖς σοὶ προστρέχουσι, φυγαδεύεις δαιμόνων γὰρ ἀνίατα πάθη, πάντας θεραπεύεις δὲ τῇ προστασίᾳ σου, ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνοῦντάς σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργό Νικόλαο

Ποίημα Μοναχού Ιακώβου Μελενδύτου

Ψαλλομένη ἐν ζάλῃ καὶ τρικυμίᾳ θαλάσσης χειμαζόμενου πλοίου καὶ κινδυνεύοντος.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τὸν τῶν Μυρέων ἱεράρχην φανώτατον, καὶ τὸν ἐν ζάλῃ τρικυμίας προφθάνοντα, Νικόλαον τὸν μέγιστον προστάτην καὶ φρουρόν, πάντες εὐφημήσωμεν πρὸς αὐτὸν ἐκβοῶντες· κόπασον τὸν κλύδωνα καὶ διάσωσον πλοῖον, μὴ παραβλέψῃς δέησιν ἡμῶν, τῶν σὲ καλούντων δεινῶς κινδυνεύοντας.

Δόξα.
Ὡς κατὰ πάντα μιμητὴς τοῦ Σωτῆρος, καὶ χορηγὸς τῶν δωρεῶν τῶν ἐκεῖθεν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου προφθάνεις ἀεί, καὶ λυτροῦσαι ἅπαντας, τρικυμίας θαλάσσης τοὺς πιστῶς καλοῦντάς σε, ὦ Νικόλαε μάκαρ· διὸ βοῶμεν λύτρωσαι ἡμᾶς, τῆς ἐνεστώσης ἀνάγκης καὶ κλύδωνος.

Καὶ νῦν.
Θεοτοκίον.

Ὡς ὑπὲρ ἔννοιαν Θεὸν τετοκυῖα, καὶ ὑπὲρ φύσιν ἐκτελεῖς τὰ τεράστια, καὶ τὰς δυνάμεις Πάναγνε πανύμνητε, τοῖς προσκαλουμένοις σέ, ἐν θαλάσσῃ καὶ χέρσῳ σῴζουσα ἐκ κλύδωνος, τρικυμίας καὶ σάλου, ἀλλὰ καὶ νῦν διάσωσον ἡμᾶς, τῆς ἐνεστώσης ἀνάγκης δεόμεθα.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανῶν τοῦ Ἁγίου μετὰ τῆς Θεοτόκου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τῶν σῶν θαυμάτων ἀστραπὰς Νικόλαε, ἐκπέμπων ἅπασι, καὶ δαδούχων μάκαρ, πᾶσαν τὴν ὑφήλιον, καὶ νῦν ἡμῖν ἀπόστειλον, τρικυμίας τὸν σάλον, τὸν ἐνιστάμενον κόπασον, πνιγμονῆς θαλάσσης ῥυόμενος.

Νῦν καταιγίδες χαλεπαὶ ἐφώρμησαν κατὰ τοῦ πλοίου ἡμῶν, καὶ βυθῷ θαλάσσης, αὔτανδρον βυθίζουσιν, ἀλλὰ προφθάσας Ἅγιε, ῥῦσαι τάχος κινδύνου, ὡς πάλαι πλοῖα διέσωσας, ἐκ πνιγμοῦ τρισμάκαρ Νικόλαε.

Μήτηρ Θεοῦ σὺν Νικολάου φθάσατε ἐπικουρίαν ἡμῖν, τῇ νῦν καταιγίδι, τάχος ἀπονέμοντες, βοήθειαν καὶ σώσατε, ἐν βυθῷ ἀπωλείας, καταντλουμένους οἰκτείρατε, καὶ πικροῦ θανάτου λυτρώσατε.

Θεοτοκίον.
Οὐ σιωπῶμεν τοῦ βοᾶν τρανώτατα ἐκ κατωδύνου ψυχῆς, μέγιστε προστάτα, ἱερὲ Νικόλαε, μετὰ τῆς Θεομήτορος, ἐξελοῦ ἐκ κινδύνου, τῆς ζάλης ταύτης ὡς ἔσωσας, βυθοῦ καὶ θανάτου σοὺς πρόσφυγας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Τρικυμίᾳ θαλάσσης καὶ χαλεπῶν κλύδωνι, νῦν περιπεσόντες τὴν σὺν βοήθειαν ὄρεξον, καὶ σάλον κόπασον, ὡς ἀγαθὸς κυβερνήτης, καὶ τὸ πλοῖον λύτρωσαι μάκαρ Νικόλαε.

Καταιγίδες ὑδάτων τρικυμιῶν πέλαγος, νῦν καταλαβοῦσαι τὸ σκάφος καταποντίσαι ἡμᾶς, εἰς βυθὸν σπεύδουσιν, ἀλλ’ ὦ Νικόλαε τάχος, πρόφθασον βοήθησον μὴ ἀπολλύμεθα.

Ἱλαστήριον οὖσα τῆς λογικῆς φύσεως, μόνη Μητροπάρθενε λύτρωσαι κλύδωνος, τοῦ νῦν συνέχοντος, καὶ εἰς βυθὸν ἀπωλείας, νῦν ἡμᾶς καθέλκοντος τῇ προστασίᾳ σου.

Θεοτοκίον.
Σὺν σοφῷ Νικολάῳ ὦ Μαριὰμ Δέσποινα, σάλον τῆς θαλάσσης πρᾴυνον νῦν καὶ διάσωσον, πλοῖον ποντώσεως, ὅπως σωθέντες ὑμνῶμεν, τὸ ἄμετρον ἔλεος τῆς δυναστείας σου.

Διάσωσον, ἀπὸ κινδύνου θαλάσσης τὸν πλοῦν ἡμῶν Ἱεράρχα, καὶ κατεύνασον τὴν ζάλην καὶ σάλον, ὡς ἕτοιμος βοηθὸς ἐν ἀνάγκαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμός, καὶ μέγιστος ὑπέρμαχος, μεσίτης στεῤῥὸς πρὸς Θεὸν ἀνεπαίσχυντος, σὺ ὑπάρχεις Ἅγιε, πάντων τῶν ἐπικαλουμένων σε, διὸ σῶσον πλοῖον ἐκ τοῦ κλύδωνος, προφθάσας νῦν μέγιστε Νικόλαε.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Δεῦτε θερμῶς τῷ Νικολάῳ προσπέσωμεν, ἐν πελάγει, σάλου κινδυνεύοντες, καὶ πρὸς αὐτὸν δάκρυσι θερμοῖς, κράξωμεν βοῶντες, σῶσον ἡμᾶς κινδυνεύοντας, πνιγμονῆς τοῦ σκάφους, ὡς προστάτης καὶ ῥύστης, ἵνα πόθῳ σὲ μάκαρ γεραίρομεν.

Ὅλῃ ψυχῇ, σὲ τὸν θερμὸν ἀντιλήπτορα, δυσωποῦμεν, μέγιστε Νικόλαε, πρόφθασον λύτρωσαι νῦν ἡμᾶς, κλύδωνος θαλάσσης, καὶ σῶσον τοὺς κινδυνεύοντας, ὡς ἔσωσας τὸ πάλαι, χαλαιποῦ ναυαγίου, τοὺς ὁμοίως ἡμῖν κινδυνεύοντας.

Πρὸς σὲ ἁγνή, μετὰ Θεὸν καταφεύγομεν, ὁλοψύχως, σὲ καθικετεύοντες ὑπὸ σφοδροῦ λαίλαπος δεινοῦ, φερόμενοι βία ὁλοσχερῶς κινδυνεύοντες διὸ πρὸς σὲ βοῶμεν, σὺν σοφῷ Νικολάῳ, ναυαγίου πικροῦ ἡμᾶς σώσατε.

Θεοτοκίον.
Πῶς σου Ἁγνή, τὴν θείαν δόξαν θεάσομαι; πῶς εἰκόνα, θείαν σου ἀσπάσομαι; φευκτὸς ὑπάρχων καὶ ἐναγής, ἀλλὰ δέομαί σου, τῆς κατεχούσης ἀνάγκης με, καὶ σάλου τρικυμίας, νῦν προφθάσασα σῶσον, Νικολάου τοῦ θείου ἐντεύξεσιν.

ᾨδὴ ε΄. Ἵνα τι μὲ ἀπώσω.
Μέγα ὄντως τὸ κλέος, μέγα τὸ ἀξίωμα τὸ σὸν Νικόλαε, πανταχοῦ γὰρ πᾶσι, τοῖς πιστῶς σὲ καλοῦσι τὸ ὄνομα, ἐν ὑγρᾷ καὶ χέρσῳ σῴζεις κινδύνων καὶ θανάτου, διὸ πόθῳ καὶ πίστει τιμῶμέν σε.

Ἐν νυκτὶ καὶ ἡμέρᾳ, σοῦ τὸ θεῖον ὄνομα ἐπικαλούμεθα, ἐν παντὶ οὖν τόπῳ, καὶ θαλάσσῃ Νικόλαε φύλαττε, ἐκ παντὸς κινδύνου, καὶ ἐπηρείας ἐναντίας, τοὺς τιμῶντας τὴν θείαν εἰκόνα σου.

Στερεὰς καὶ θαλάσσης, τοὺς κινδύνους σκεδάζεις Δέσποινα, ἅμα Νικολάῳ, σῷ θεράποντι πλοῖα ποντούμενα, διασώζεις ὅθεν, καὶ νῦν ἡμᾶς τῆς καταιγίδος, σὺν τῷ πλοίῳ διάσωσον τάχιστα.

Θεοτοκίον.
Ἱλασμὸς ἡμῖν κόρη, καὶ πταισμάτων λύτρωσις καὶ μέγα ἔλεος, ἀνεδείχθη πᾶσιν, ὁ Υἱὸς καὶ Θεός σου τοῖς πίστει σε, ἐπικαλουμένοις, διὸ ἐκ ζάλης θαλαττίου, ἡμᾶς σῶσον ὡς πάντα ἰσχύουσα.

ᾨδὴ ς´. Τὴν δέησιν ἐκχεῶ.
Προστάτην σε, ἱερὸν καὶ πρόμαχον, καὶ φρουρὸν ἐν πολυτρόποις κινδύνοις, θαυματουργέ, ὦ Νικόλαε μάκαρ, ἔχομεν πάντας διό σου δεόμεθα, κατεύνασον τὴν ταραχήν, καὶ λιμένα πρὸς εὔδιον ἴθυνον.

Κηρύττει σου, γῆ καὶ θάλασσα μάκαρ, τῶν θαυμάτων σου τὰ πλήθη ἃ πάλαι, καὶ νῦν τελεῖς καθεκάστην τοῖς πᾶσι, τοῖς προσκαλοῦσι τὸ θεῖόν σου ὄνομα, διάσωσον οὖν καὶ ἡμᾶς, ἐκ βυθοῦ ἀπωλείας Νικόλαε.

Ἐκύκλωσε, καταιγὶς ἡμῶν πλοῖον, καὶ κλυδώνιον θαλάσσης Παρθένε, ἀγριωπῶς, τῶν ἀνέμων ἡ βία, ἀλλὰ τῷ σῷ παναγίῳ ὀνόματι, καὶ κλήσει θεράποντας τοῦ σοῦ, Νικολάου ἡμᾶς διασώσατε.

Θεοτοκίον.
Ὁ ἔμψυχος, τοῦ Χριστοῦ Παράδεισος, ἡ Ἐδὲμ ἡ τοῦ Ἀδὰμ τοῦ δευτέρου, ὁ φλογερὸς καὶ πυρίμορφος θρόνος, ὁ ὑψηλὸς οὐρανὸς Μητροπάρθενε, διάσωσον τῆς φοβερᾶς, τρικυμίας ἡμᾶς κινδυνεύοντας.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς σοὺς ἱκέτας, ὦ Νικόλαε θεράπων Κυρίου, καὶ παντοίας ἐπιφορὰς τοὺς τιμῶντάς σε, ὡς ἕτοιμος βοηθὸς ἐν ἀνάγκαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.

Προστασία τῶν σῶν ἱκετῶν ἀνεπαίσχυντε, μεσιτεία πρὸς Θεὸν καὶ ὀξεῖα ἀντίληψις, μὴ παρίδῃς ἁμαρτωλῶν προσφῦγων σου φωνάς, ἀλλὰ πρόφθασον ὡς συμπαθής, καὶ ἐξελοῦ ἡμᾶς δεινῆς, ποντώσεως τρικυμίας χαλεπῆς, τάχυνον ἐν ἀνάγκαις, βοήθησον ἐν κινδύνοις, ὁ προστατεύων ἐν δεινοῖς ἱερώτατε Νικόλαε.

Προκείμενον.
Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σοῦ ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ιδ´. 23 – 34).
Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ὄρος προσεύξασθαι· ὀψίας δὲ γενομένης μόνος ἧν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἧν βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἧν γὰρ ἐνάντιος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτός, ἦλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα, ἐταράχθησαν λέγοντες, ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος, εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεῖν ἐπὶ τὰ ὕδατα. Ὁ δὲ εἶπεν· ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρόν, ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξε λέγων· Κύριε σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτεῖνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· ὀλιγόπιστε! εἰς τὶ ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐπετίμησε τοῖς ἀνέμοις, καὶ τῇ θαλάσσῃ, καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ ἐθαύμασαν οἱ ἄνθρωποι λέγοντες· ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ; Καὶ προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον, καὶ προσωρμίσθησαν εἰς τὴν γῆν Γεννησαρέτ.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἱεράρχα μέγιστε καὶ λειτουργὲ τοῦ Κυρίου, θαυμαστὲ Νικόλαε, τῶν πιστῶν τὸ καύχημα καὶ ἐντρύφημα, ἱερέων δόξα, μοναζόντων ἐγκαλλώπισμα, δικαίων πρόμαχε, καὶ τῶν ἐν θαλάσσῃ διάσωσμα, κινδύνου ἡμᾶς λύτρωσαι τοὺς προσκαλουμένους σὸν ὄνομα, ζάλης τε καὶ τρικυμίας, δαιμόνων ἐπιθέσεως δεινῆς, καὶ σωτηρίας ἀξίωσον, τοὺς παρακαλοῦντάς σε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ´. Παῖδες ἑβραίων ἐν καμίνῳ.
Σκέπη τῇ σῇ καὶ προστασίᾳ, καταφεύγομεν Νικόλαε τρισμάκαρ, τρικυμίας δεινῆς δεόμεθα ῥυσθῆναι, προφθάσας οὖν διάσωσον, ποντώσεως τὸ πλοῖον.

Ἵνα σε πόθῳ ἀνυμνοῦμεν, καὶ γεραίρομεν Νικόλαε τρισμάκαρ, τρυκυμίας δεινῆς, διάσωσον τὸ πλοῖον, καὶ ἐκ θανάτου λύτρωσαι, τοὺς πιστῶς σὲ προσκαλοῦντας.

Ὅλην ψυχῆς ἡμῶν ἐλπίδα, ἀνεθέμεθα πρὸς σὲ τὴν Θεοτόκον, ἅμα θείῳ ἡμῶν προστάτῃ Νικολάῳ, προφθάσαντες οὖν ῥύσατε, πνιγμονῆς ἡμῶν τὸ πλοῖον.

Θεοτοκίον.
Θεοτόκε Παρθένε ἡ τεκοῦσα, τὸν Σωτῆρα Χριστὸν διάσωσον σοὺς δούλους, ζάλης κλύδωνος θαλάσσης, νῦν φερομένης, καὶ εἰς λιμένα εὔδιον, ἡμᾶς εὔθυνον ἐν τάχει.

ᾨδὴ η΄. Τῶν ἐν ὄρει ἁγίῳ.
Νῦν τὰ ἄνω βασίλεια τρισμάκαρ, σὺν Ἀγγέλοις οἰκεῖς τὸν πάντων κτίστην, Θεὸν ὑμνῶν καὶ σῴζων τοὺς καλοῦντας, σάλου καὶ ζάλης Νικόλαε πάντας, ὡς εὐμενὴς προστάτης.

Ἐντρυφῶντες θαυμάτων σου τὰ πλήθη, ἅπερ βρύει ὁ θεῖος χαρακτήρ σου, εὐχαριστίοις ὕμνοις σε γεραίρομεν, ζάλης λυτρωθέντες, Νικόλαε παμμάκαρ.

Ἐκ παντοίων δεινῶν ἐπερχομένων, Θεοτόκε σὺν θείῳ Νικολάῳ, καὶ τρικυμίας ζάλης καὶ ποντώσεως, ῥύσατε τοὺς μέλποντας, καὶ ὑμνολογοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Ἀνωτέραν ἁπάντων ποιημάτων, ὁ τῶν πάντων Θεός τε καὶ Δεσπότης, σὲ ὡς αὐτοῦ Μητέρα σεμνὴ ἔδειξεν, ὅθεν διασῴζεις, πλοῖα ἀπὸ ζάλης, προσφύγων σου Παρθένε.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Λαμπρὸς καὶ παμφαής σου ὁ χαρακτήρ, τῆς εἰκόνος Νικόλαε μέγιστε, πέλει καὶ γάρ, Κύριον δοξάσας ὡς ἀληθῶς, αὐτὸς σὲ ἀντεδόξασε, χάριν δεδωκώς σοι, σῴζειν πικράς, θαλάσσης τρικυμίας, τοῖς πόθῳ σὲ καλοῦσι, καὶ αἰτουμένοις σὴν ἀντίληψιν.

Παράσχου τοῖς τιμῶσί σε εὐλαβῶς, παμμακάριστε μάκαρ Νικόλαε, λύσιν παθῶν, καὶ πταισμάτων ἄφεσιν ταῖς λιταῖς, καὶ τρικυμίας λύτρωσαι, θαλάσσης πνιγμοῦ τε τοῦ χαλεποῦ, ὅπως σε κατὰ χρέος, δοξάζομεν ἀπαύστως, τὸν ἐπαξίως σε δοξάσαντα.

Οὐκ ἔστιν ὅστις πέφευγε πρὸς τὴν σήν, προστασίαν Νικόλαε πώποτε, καὶ οὗ τῆς σῆς, ἀπήλαυσε τάχιστα ἀρωγῆς, διὸ καὶ νῦν διάσωσον, πλοῖον χειμαζόμενον ἐκ βυθοῦ, θαλάσσης κυμαινούσης, ὅπως σὲ ἐπαξίως, τὴν σὴν ἀντίληψιν γεραίρομεν.

Θεοτοκίον.
Φωνὰς τῶν ἱκετῶν σου ὡς ἀγαθή, μὴ παρίδῃς πανάμωμε Δέσποινα ἀλλ’ εὐμενῶς, πρόσδεξαι καὶ λύτρωσαι ἐκ δεινῆς, τὸ πλοῖον τρικυμίας νῦν, καὶ τοῦ ναυαγίου τοῦ χαλεποῦ, καὶ ἴθυνον πρὸς ὅρμον, λιμένος σωτηρίου, ὅπως ἀεὶ σὲ μακαρίζομεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,

Σκέπε φρούρει φύλαττε ἱερέ, Νικόλαε μάκαρ, τοὺς καλοῦντάς σε εὐλαβῶς· καὶ ῥῦσαι κινδύνου, καὶ πνιγμονῆς τὸ πλοῖον, ποντούμενον ἐκ ζάλης, προφθάσας τάχιστα.

Ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, τῶν σοι προστρεχόντων, τὰ αἰτήματα ἐκπληροῖς· τὰ πρὸς σωτηρίαν, διὸ χειμαζόμενους, διάσωσον κινδύνου μάκαρ Νικόλαε.

Μέγιστος ὑπάρχεις ἡμῶν φρουρός, φύλαξ καὶ προστάτης, ἀντιλήπτωρ καὶ βοηθός, σώστης τρικυμίας, Νικόλαε τρισμάκαρ, διό σε κατὰ χρέος ὕμνοις γεραίρομεν.

Ταῖς θεοφεγγέσι μαρμαρυγαῖς, ἐκλελαμπρυσμένος, καὶ θαυμάτων ταῖς ἀστραπαῖς, πάντας καταυγάζων, Νικόλαε παμμάκαρ, σῶσον ἡμᾶς κινδύνου, ζάλης καὶ κλύδωνος.

Ὡς Νειλῷα ῥεῖθρα οὕτω τὰ σά, πλήθη τῶν θαυμάτων τοὺς προστρέχοντας εὐλαβῶς, θείῳ σου τεμένει, ποτίζουσιν ἀφθόνως, καὶ σῴζεις ναυαγίου πλοῖα Νικόλαε.

Δέχου τὰς αἰτήσεις Παμβασιλεῦ, τοῦ θεράποντός σου, Νικολάου τοῦ θαυμαστοῦ, καὶ ἡμᾶς κινδύνου, θαλάσσης καὶ τὸ πλοῖον, διάσωσον ἐν τάχει, πικρᾶς ποντώσεως

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντες οἱ ἐν ζάλαις χαλεπαῖς, καὶ κινδύνοις ἄλλοις παντοίοις, δεινῶς θλιβόμενοι, ἔνθα τὰ θαυμάσια, τοῦ ἱεράρχου πατρός, Νικολάου ἐκβλύζουσιν, ὡς ῥεῖθρα νειλῷα, σπεύδοντες προφθάσωμεν γονυκλιτῶς ἐν κλαυθμῷ, ῥῦσαι ἐκ κινδύνων βοῶντες, ζάλης τρικυμίας θαλάσσης, καὶ πνιγμοῦ τὸ πλοῖον καὶ τοὺς δούλους σου.

Θεοτοκίον.
Πάντας ἡμᾶς οἴκτειρον Ἁγνή, τοὺς προσκαλουμένους σὲ πόθῳ, καὶ αἰτουμένους θερμῶς, καὶ τὴν σὴν ἀντίληψιν ἐπιζητοῦντας πιστῶς, καὶ τὴν ζάλην κατεύνασον, θαλάσσης καὶ σάλου, πάντας καὶ διάσωσον ἐκ ναυαγίου πικροῦ, ῥύσαι πνιγμονῆς καὶ κινδύνου, πλοῖον καὶ ἡμᾶς Παναγία, σὲ γὰρ μόνην πρόμαχον κεκτήμεθα

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργό Νικόλαο Αρχιεπίσκοπο Μύρων της Λυκίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἱερεὺς καὶ μιμητὴς τοῦ Σωτῆρος, καὶ χορηγὸς τῶν δωρεῶν τῶν ἐκεῖθεν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου προφθάνεις ἀεί, πάντας τοὺς προσφεύγοντας, τῷ ναῷ σου τῷ θείῳ, καὶ πιστῶς προστρέχοντας, τῇ ἁγίᾳ σου σκέπῃ· διὸ βοῶμεν λύτρωσαι ἡμᾶς, ἐκ τῶν κινδύνων, τρισμάκαρ Νικόλαε.

Δόξα.
Τῷ τῶν Μυρέων Ἱεράρχῃ προσπέσωμεν, οἱ ταῖς τοῦ βίου τρικυμίαις ποντούμενοι, ἀπὸ βαθέων κράζοντες ψυχῆς πρὸς αὐτόν· ἅγιε Νικόλαε, τῇ θερμῇ σου πρεσβείᾳ, σπεῦσον ἐξελοῦ ἡμᾶς, πειρασμῶν καὶ κινδύνων, καὶ Βασιλείας πάντας οὐρανῶν, ἀξιωθῆναι, δυσώπει πανόλβιε.

Καὶ νῦν.
Θεοτοκίον.
Τὴν Θεοτόκον ἐν ᾠδαὶς εὐφημούμεν καὶ μεγαλύνομεν αὐτὴ ἐκβοώντες τὴν Ἐκκλησίαν στήριξον Παρθένε σεμνή, φρούρησον ἐν τῇ δυνάμει σου Ὀρθοδόξων συστήματα σώσον τοῦς τιμῶντάς σε ἐξ’ ἐχθρῶν αὀράτων καὶ ἐκ κινδύνων πλείστων σὺ γὰρ ὐπάρχεις βροτῶν ἡ ἀντίληψις

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενοι πειρασμοῖς, καὶ νόσοις παντοίαις, ἐταζόμενοι ἱερέ, Νικόλαε πίστει σοῦ τῇ σκέπῃ, νῦν καταφεύγομεν ὅπως σωθείημεν.

Ὡς θεῖον ποιμένα σε καὶ θερμόν, προστάτην ὑμνοῦμεν, τῶν τιμώντων σε εὐλαβῶς, καὶ προσκαλουμένων σε ἐν πίστει, οὓς περιφρούρει τρισμάκαρ Νικόλαε.

Ῥευμάτων βορβόρου με δυσωπῶ, παθῶν ψυχοφθόρων, καὶ ὠδίνων σωματικῶν, Νικόλαε μάκαρ ἀποσμήξας, σαῖς μυριπνόοις ὀδμαῖς εὐωδίασον.

Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν σὸν Υἱόν, σὺν τῷ Νικολάῳ, νεκρωθεῖσάν μου τὴν ψυχήν, ζωῶσαι ὁ πάλαι τὸν τῆς χήρας, υἱὸν ζωώσας τῷ θείῳ προστάγματι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μυριπνόοις εὐχαῖς σου τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τοῦ σώματος μάκαρ, σοφὲ Νικόλαε, ὅπως γεραίρω σε, καὶ ἐκτελῶ σου ἐκ πόθου, μνήμην τὴν ἀοίδιμον, καὶ πανσεβάσμιον.

Ἀληθῶς ὑπερβαίνει σοῦ ἡ ὀσμὴ πάνσοφε, μύρων τὰ ἀρώματα πάντα, καθάπερ γέγραπται, μάκαρ Νικόλαε· διὸ ὀσμῇ σου τῶν μύρων, πάντας εὐωδίασον, τοὺς σὲ γεραίροντας.

Ὁδηγὸν καὶ προστάτην πρὸς τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα Πάτερ, καὶ ἱκετεύομεν, νόσων καὶ θλίψεων, καὶ δυσμενῶν ἐπηρείας, ἱερὲ Νικόλαε, σῶζε πρεσβείαις σου.

Θεοτοκίον.
Τὸ πυρίμορφον χαῖρε τοῦ παντουργοῦ σκήνωμα, ἄνθος μυστικοῦ παραδείσου, χαῖρε ἡδύπνοον, παρέχον ἅπασι, τὴν μυστικὴν εὐωδίαν, τοῖς σὲ μακαρίζουσι, Μαρία πάνσεμνε.

Διάσωσον, ἀπὸ κινδύνων Νικόλαε τοὺς σοὺς δούλους, καὶ ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ τούτων καὶ ῥύστης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς ταχὺν ἐν δεινοῖς ἀντιλήπτορα, καὶ θερμὸν βοηθὸν ἐν ταῖς θλίψεσιν, ἱκετεύομεν θαυματουργὲ Νικόλαε, συμπαθείᾳ σου τῇ πρὶν καὶ νῦν χρησάμενος, δεινῶν παντοίων ἡμᾶς λύτρωσαι, καὶ βλάβης τοῦ ἐχθροῦ, ἵνα γεραίρομεν ἀεί, τὴν σὴν χάριν καὶ βοήθειαν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱεράρχα Νικόλαε, λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας, καὶ προστρέχοντας τῇ σκέπῃ σου, ὅπως σὲ ἀπαύστως μακαρίζομεν.

Ὁ ναός σου Νικόλαε, βρύει τὰς ἰάσεις πᾶσι τοῖς χρήζουσι, καὶ διώκει ἅπαν ἄλγημα, τῶν προσκαλουμένων σε ἐκ πίστεως.

Νοσημάτων παντοίων με, καὶ θαλάσσης κλύδωνός με διάσωσον, παμμακάριστε Νικόλαε, ἵνα πόθῳ μέλπω σου τὰ θαύματα.

Θεοτοκίον.
Τῆς Μητρός σου δεήσεσι, καὶ τοῦ Νικολάου Κύριε δώρησαι, τοῖς ἱκέταις σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων ὑπεράγαθε.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Μύρα βρύει εὐώδη, σοῦ ὁ ἱερώτατος ναὸς Νικόλαε, ἐξ ὧν νῦν παράσχου, τοῖς προστρέχουσι μάκαρ ἐκ πίστεως, καὶ ἀσπαζομένοις, τὸν ἱερόν σου χαρακτῆρα, κυπρισμὸν εὐωδίας ἐκπνέοντα.

Νικολάου τοῦ θείου, ταῖς πανευπροσδέκτοις ὁ Θεὸς δεήσεσι, σκότους ἐξωτέρου, καὶ γεέννης τοὺς δούλους σου λύτρωσαι, καὶ τῆς Βασιλείας, τῶν οὐρανῶν ἀξιωθῆναι, καταξίωσον μόνη μακρόθυμε.

Παρεστὼς τῇ Τριάδι, Πάτερ θεοδόξαστε σοφὲ Νικόλαε, ὑπὲρ τῶν σῶν δούλων, καθικέτευε ταύτην τρισόλβιε, τοῦ ῥυσθῆναι πάντας, βιοτικῶν πειρατηρίων, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.

Θεοτοκίον.
Θεοτόκε Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν πανάμωμε, ἡ Θεογεννήτωρ, καὶ τῆς κτίσεως πάσης βασίλισσα, τοὺς ὑμνολογοῦντας τὸν σὸν Υἱὸν λύτρωσαι βλάβης, καὶ κακίας δεινοῦ πολεμήτορος.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ ἕτοιμος, βοηθὸς ἐν κινδύνοις, ἰατρός τε τῶν ἐν νόσοις ποικίλαις, θεραπευτής, πάσης ἄλλης τε νόσου, καὶ τῶν ψυχῶν σωτηρίας ἐπίσημος, προστάτης καὶ πρέσβυς πρὸς Θεόν, νῦν τιμάσθω ἐν ὕμνοις Νικόλαος.

Ἐδόθη σοι, τῶν θαυμάτων δύναμις, καὶ ἰάσεων ἡ χάρις τρισμάκαρ, ἱερουργέ, ὦ Νικόλαε πάτερ· ὅθεν καὶ ζῶν καὶ θανὼν ἐπετέλεσας, θαυμάσια ὑπερφυῆ, καὶ ἐν γῇ καὶ θαλάσσῃ ἑκάστοτε.

Νοός μου, τὸ σκυθρωπὸν ἀπέλασον, καὶ καρδίας μου τὸν ζόφον τρισμάκαρ, καὶ τῶν παθῶν, δίωξον τὴν ὁμιχλήν, καὶ εὐωδίας τῶν μύρων σου πλήρωσον, Νικόλαε θαυματουργέ, παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον.

Θεοτοκίον.
Νοσοῦσάν μου, ἀνιάτως Παρθένε, καὶ τῷ δήγματι δεινῶς πληγωθεῖσα, τοῦ πονηροῦ, τὴν καρδία μου Κόρη, τῷ δραστικῷ σου φαρμάκῳ θεράπευσον, καὶ σῶσόν με τὸν ἐπὶ σοί, πεποιθότα πανάχραντε Δέσποινα.

Διάσωσον, ἀπὸ κινδύνων Νικόλαε τοὺς σοὺς δούλους, καὶ ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ τούτων καὶ ῥύστης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, Νικολάου τῷ θείῳ τεμένει προσδράμωμεν, καὶ τὴν εἰκόνα αὐτοῦ ἀσπαζόμενοι, μετὰ πόθου αὐτοῦ ἀνακράξωμεν· ὡς ἐκ Θεοῦ χάριν λαβὼν τοὺς νοσοῦντας ἰᾶσθαι, τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καὶ τῶν ἐχθίστων δυσμενῶν, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. Ι΄, Ι-9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής, ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μέγαν ἀντιλήπτορα, σὲ κεκτημένη καυχᾶται, ἱερὲ Νικόλαε, ἡ σὴ ποίμνη ἔχουσα θεῖον οἶκόν σου, καὶ πιστῶς ᾄσμασι, τὴν σεπτήν σου μνήμην, καταστέφει καὶ γεραίρει σου, εἰκόνα πάντιμον, καὶ τὴν εὐλογίαν καρποῦταί σου, ἄνωθεν καταβαίνουσαν, διὰ τὴν πρὸς σὲ πίστιν μέγιστε, Μύρων Ἱεράρχα, ἡμῶν δὲ πολιοῦχε καὶ φωστήρ, μὴ οὖν παρίδῃς τὴν δέησιν, τῶν παρακαλούντων σε.

Σῶσον ὀ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κραταιόν σε προστάτην ἐκ Θεοῦ εὑραμένη σοφὲ ἡ ποίμνη σου, κατέχει τὸν ναόν σου, ἰατρεῖον ἐν νόσοις, τοῖς προστρέχουσι πάντοτε, καὶ ἐπικαλουμένοις θερμῶς, τὴν σὴν βοήθειαν.

Τῶν Ἀγγέλων ὑπάρχων ἰσοστάσιος ὄντως σοφὲ Νικόλαε, σεπτῶν Ἱεραρχῶν τε, ἐκλύτρωσαι κινδύνων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θαλαττίου κινδύνου καὶ τοὺς μέλλοντας θνήσκειν ἀδίκως πάνσοφε, διέσωσας προφθάσας, καὶ νῦν τοὺς σὲ τιμῶντας, περιφρούρει Νικόλαε, ἵνα τελῶμεν φαιδρῶς, σὴν μνήμην εἰς αἰῶνας.

Θεοτοκίον.
Πανύμνητε Παρθένε ἡ Θεὸν σαρκωθέντα κόσμῳ κυήσασα, παντοίων ἀλγηδόνων, ἀπάλλαξον τοὺς πίστει, τῷ Υἱῷ σου κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ταῖς σαῖς πρεσβείαις, τῶν ψυχῶν ἀῤῥωστίας, σὲ τιμώντων θεραπεύεις τρισμάκαρ· ὅθεν σὲ τιμῶμεν, Νικόλαε θεόφρον.

Τῶν ἰαμάτων, σὲ συνεργὸν πᾶς τις ἔγνω, τῶν θερμῶς αἰτούντων σου τὴν χάριν, καὶ πιστῶς τιμώντων, Νικόλαε σὴν μνήμην.

Τὰ τῆς ψυχῆς μου, ἀποκάθαρον πάθη, σῇ μεσιτείᾳ Νικόλαε τρισμάκαρ, ὅπως σοῦ τὴν μνήμην, γεραίρω εἰς αἰῶνας.

Θεοτοκίον.
Τὴν ἐκτακεῖσαν, ἁμαρτίας ψυχήν μου, σῇ μεσιτείᾳ καταδρόσισον Κόρη, ὅπως σὲ γεραίρω, τὴν κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰρήνην οὐρανόθεν, Νικόλαε παμμάκαρ, καταπεμφθῆναι δυσώπει πανόλβιε, τοῖς καθαρᾷ διανοίᾳ, σὲ μακαρίζουσιν.

Ἑκάστῳ τὰς αἰτήσεις, τὰς πρὸς σωτηρίαν, τῶν σὲ τιμώντων ἐξ ὕψους κατάπεμψον, καὶ τῶν λυπούντων τοὺς δούλους σου, ἐλευθέρωσον.

Καταύγασον τὰς κόρας, μάκαρ τῆς ψυχῆς μου, πεπηρωμένας καὶ τρέχειν ἐνίσχυσον, πρὸς τρίβους θείας, Νικόλαε μέγιστε.

Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες σὲ τιμῶμεν, καὶ ἀσιγήτως τὸ χαῖρέ σοι κράζομεν· σὺ γὰρ ἐκύησας κόσμῳ, τὴν ἀγαλλίασιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν ἐν Ἱεράρχαις θαυματουργόν, καὶ τὸν ἐν κινδύνοις, ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ποιμένα, καὶ λειτουργὸν Κυρίου, Νικόλαον τὸν μέγαν, πάντες τιμήσωμεν.

Ὀρφανῶν προστάτην σε καὶ χηρῶν, πεινώντων τροφέα, πενομένων τε πλουτιστήν, αἰχμαλώτων ῥύστην, πλεόντων τε σωτῆρα, κεκτήμεθα τρισμάκαρ, σοφὲ Νικόλαε.

Δέχου τὰς αἰτήσεις παμβασιλεῦ, τοῦ θεράποντός σου, Νικολάου τοῦ θαυμαστοῦ· καὶ τὴν ποίμνην ταύτην, ἀπήμονα συντήρει, ἐχθίστων πάσης βλάβης, ὅπως δοξάζῃ σε.

Ὕψωσον παλάμας σου πρὸς Θεόν, ὑπὲρ τοῦ λαοῦ σου, Ἱεράρχα πάτερ σοφέ, καὶ παράσχου λύσιν, πολλῶν ἀμπλακημάτων, ῥυσθῆναι τῆς μελλούσης, φρικτῆς κολάσεως.

Νικόλαον πάντες τὸν ἰατρόν, ψυχῶν καὶ σωμάτων, εὐφημήσωμεν οἱ πιστοί· χαίροις ἱεράρχα, Μυρέων τῆς Λυκίας, περίσωζε τοὺς πίστει, σὲ μεγαλύνοντας.

Χαίροις τὸ γλυκύτατον τοῖς πιστοῖς, ὄνομα καὶ πρᾶγμα, Ἱεράρχα θαυματουργέ· χαίροις ὁ τοῦ κόσμου, μέγιστος ὄντως πρέσβυς, πρὸς τὸν Θεὸν θεόφρον, θεῖε Νικόλαε.

Δέσποινα καὶ Μῆτερ τοῦ Ἰησοῦ, καὶ Θεοῦ τῶν ὅλων, ταῖς πρεσβείαις τοῦ θαυμαστοῦ, σοφοῦ Νικολάου, ἡμῶν θείου προστάτου, παντοίων ἐκ κινδύνων, ῥῦσαι τοὺς δούλους σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, οἱ ἐκ νόσων χαλεπῶν, καὶ κινδύνων ἄλλων παντοίων, δεινῶς θλιβόμενοι, νῦν ἔνθα ἰάματα, θαυματοβρύτου ναοῦ, Νικολάου ἐκβλύζουσιν, ὡς ῥεῖθρα Νειλῷα, σπεύδοντες προσπέσωμεν, γονυκλιτῶς ἐν κλαυθμῷ, ῥῦσαι, ἐκβοῶντες σοὺς δούλους, ἐκ πειρατηρίων καὶ νόσων, καὶ παντοίων θλίψεων Νικόλαε.