Παρακλητικός Κανών εις τον Άγιο Ιεράρχη Πανάρετο Επίσκοπο Πάφου της Κύπρου τον Θαυματουργό
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
†Εορτάζεται στις 1 Μαΐου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἀρετῶν ὑπενδυθεὶς θείαν χλαῖναν, ποιμὴν τῆς Πάφου θαυμαστὸς ἀνεδείχθης, Πανάρετε καὶ μέγιστος εὐχέτης πρὸς Θεόν· ὅθεν αἰτουμένων σου, μὴ παρίδῃς δεήσεις, ἀλλὰ ταύτας πλήρωσον, ὡς φιλότεκνος Πάτερ, καὶ πάσης ῥύου θλίψεως δεινῆς, διδοὺς ἑκάστῳ, ψυχῆς τὰ συμφέροντα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σκήνωμα πάσης ἀρετῆς δεῖξόν με, Πάτερ. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Στολίσας ἐκ παίδων ταῖς ἀρεταῖς, ψυχήν σου ἐδείχθης, οἶκος πάντερπνος τοῦ Χριστοῦ, ὃν Πάτερ Πανάρετε δυσώπει, ὑπὲρ ἡμῶν αἰτουμένων πρεσβείας σου.
Κρατήσας τοὺς οἴακας τῆς ψυχῆς, λιμένι ὡρμίσθης, Βασιλείας τῶν οὐρανῶν, ἧς πάντας ἀξίωσον εὐχαῖς σου, τὸν Ἰησοῦν ἱκετεύων Πανάρετε.
Ἠράσθης τὴν ἔνθεον βιοτήν, σειρῆνας διώξας, ἁμαρτίας Πάτερ μακράν, ψυχῆς σου· διὸ καταξιώσαις, καὶ τοὺς τιμῶντάς σε οὕτω πορεύεσθαι.
Θεοτοκίον.
Ναοὺς τοῦ Δεσπότου πανευπρεπεῖς, ἀνάδειξον Μῆτερ, τοὺς εἰκόνα Σου τὴν σεπτήν, ἐκ πόθου τιμώντων καὶ βοώντων, τοῦ Ἀρχαγγέλου τὸ Χαῖρέ Σοι ἄχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὤφθης ἄμωμος Πάτερ ἐν τοῖς Θεοῦ κρίμασιν· ὅθεν ἠξιώθης γενέσθαι, ποιμὴν θεσπέσιος· διὸ ἱκέτευε, Ἀρχιερέα τὸν μέγαν, ὅπως καταπέμψειε, χάριν τοῖς τέκνοις σου.
Μακρυνθεὶς τῶν γηΐνων καὶ τῶν φθαρτῶν Ἅγιε, γέγονας ὡς ἄγγελος θεῖος, Πάτερ Πανάρετε· ὅθεν δεόμεθα, τὸν νοῦν ἡμῶν ἐκκαθάροις, τοῦ Χριστοῦ ὀνόματος, μνήμην δωρούμενος.
Ἀγαθῶν ἐντρυφήσας τοῦ οὐρανοῦ Ἅγιε, ἔτι τῆς φθορᾶς περιφέρων σῶμα ἀξίωσον, πάντας τοὺς δούλους σου, καταπολαῦσαι ἐντεῦθεν, ὧν Χριστὸς ὑπέσχετο, θείων τρυφήσεων.
Θεοτοκίον.
Πρὸς Θεὸν αἷρε χεῖρας ὑπὲρ πιστῶν ἄχραντε, ὅτι πρὸς Αὐτὸν παῤῥησίαν Σὲ πεπλουτήκαμεν, καὶ καθικέτευε, ἁμαρτιῶν τῶν ποικίλων, δοῦναι τὴν συγχώρησιν, ὡς Πολυέλεος.
Διάσωσον, τοὺς δεομένους σου πάσης ἀνάγκης, ὡς φιλότεκνος Πάτερ Πανάρετε, καὶ αἴτησαι τὴν τῶν ψυχῶν καὶ σωμάτων ὑγείαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τῆς Πάφου ποιμὴν ἐδείχθης θεονούστατος, ἀγάπῃ πολλῇ καὶ θαύμασι κοσμούμενος· δι’ ὧν ἀπελαύνεις ἀεὶ τὰς νόσους Πανάρετε, καὶ τὴν εἰρήνην ψυχαῖς, χαρίζει ἀδιάσειστον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀδιάλειπτον ἔσχηκας, τὴν εὐχὴν Πανάρετε Ὅσιε, ἣν παράσχου ὥσπερ δώρημα, τοῖς ἐπιθυμοῦσιν ἐν ἁπλότητι.
Σάλον κόπασον Ἄγιε, τὸν ἐπεγειρομένον ἐκ τῶν θλίψεων, καὶ λιμένι ἐγκαθόρμισον, τῆς Χριστοῦ εἰρήνης τοὺς τιμῶντάς σε.
Ἡ ζωή σου μακάριε, ἔμπνουν Εὐαγγέλιον ἀναδέδεικται, καὶ κανὼν βίου χριστόφρονος, οὗ τοὺς αἰτουμένους σε ἀξίωσον.
Θεοτοκίον.
Σωτηρίαν πανύμνητε, δίδου τοῖς ὑμνοῦσι Σου τὰ θαυμάσια, καὶ τὴν σάρκωσιν δοξάζουσι, Λόγου τὴν ὑπέρλογον Θεόνυμφε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Αἷρε ἀφ’ ἡμῶν, τῆς σαρκὸς Πάτερ τὸν πόλεμον, καὶ τοῦ Πνεύματος κατάστησον, τὴν εἰρήνην, ὅπως σε γεραίρομεν Πανάρετε.
Ῥῦσαι τῶν παθῶν, ψυχωλέθρων Πάτερ τέκνα σου, πᾶσιν ἀπαθείας δωρούμενος, καὶ τῷ Δεσπότῃ, τὰς ψυχὰς ἡμῶν συνάρμοσαν.
Ἔλαιον Χριστοῦ, ταῖς πληγαῖς ἡμῶν ἐπίχεε, Πάτερ Πανάρετε πρεσβείαις σου, Σαμαρείτου, τοῦ καλοῦ ὡς ἀφομοίωμα.
Θεοτοκίον.
Τήρησον ἡμᾶς, πειρασμῶν Παρθένε ἄχραντε, καὶ λογισμοὺς πόῤῥω ἐκδίωκε, θείᾳ μνήμῃ, τοῦ Υἱοῦ τοῦ γλυκυτάτου Σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἠγώνισαι, κατ’ ἐχθροῦ Πανάρετε, καὶ ἐστέφθης ἀφθαρσίας τῷ στέφει· ὅθεν ἡμᾶς, πειρασμοῖς ἐμπεσοῦσι, ταῖς πατρικαῖς σου εὐχαῖς ὑποστήριζε, καὶ δὸς τὸ τέλος ἀγαθόν, ἵνα πόθῳ τιμῶμεν τὴν μνήμην σου.
Συνέδησας, ἀσθενὲς σαρκίον σου, τῇ ἁλύσει ὡς μισόψυχον κύνα, καὶ ἐν κρυπτῷ, σοὺς ἀγῶνας ἐτέλεις· διὸ Κυρίου τὸ ἔλεος εἵλκυσας· Ὃν πρέσβευε διὰ παντός, ὑπὲρ τέκνων σου Πάτερ Πανάρετε.
Δεδώρηται, ὁ Χριστός σοι δύναμιν, πρὸς καθαίρεσιν τειχῶν ἐναντίων, καὶ τὴν ψυχήν, κατεχάλκευσε πίστει, εἰς πειρασμῶν ἀντοχὴν ἁγιώτατε· διὸ ὡς πείρα στομωθείς, ταῖς εὐχαῖς σου ἡμᾶς καταπλούτισον.
Θεοτοκίον.
Ἐλέησον, μητρικῇ ἀγάπῃ Σου, Σὰ ἀνόητα καὶ πίπτοντα τέκνα, καὶ γὰρ ἁγνή, εἰ ἀεὶ ἐν τῇ πτώσει, καὶ ἁμαρτίαις πολλαῖς διακείμεθα, οὐ θέλομεν τὴν ἀπὸ Σοῦ, καὶ Χριστοῦ αἰωνίαν διάστασιν.
Διάσωσον, τοὺς δεομένους σου πάσης ἀνάγκης, ὡς φιλότεκνος Πάτερ Πανάρετε, καὶ αἴτησαι τὴν τῶν ψυχῶν καὶ σωμάτων ὑγείαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Τὸν Χριστὸν ἐκ παιδὸς ἐφαψάμενος, ἕως γήρως Πανάρετε ἔσχηκας, θησαυρόν σου καὶ τῆς καρδίας μόνον ποθητόν· διὸ ἀντημείφθης παρ’ Αὐτοῦ, θαυματουργίαις ἱεραῖς, καὶ σημείοις ἐν βίῳ σου· ὅθεν μὴ διαλίπῃς, πάντοτε ἱκετεύειν, ὑπὲρ τῶν πόθῳ σου ἀεί, ἐκζητούντων Πάτερ δέησιν.
Προκείμενον.
Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κέφ. ε΄ 14-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὡς σοφός τις ἐμπορος, τὴν Βασιλείαν Κυρίου, ἀρεταῖς ἠγόρασας, καὶ σαὐτὸν ἐκόσμησας ἱερώτατε· τῶν παθῶν γέγονας, κύριος ἐν γνώσει, καὶ λαὸν Θεοῦ ἐποίμανας, Πάτερ Πανάρετε, δεσμευθεὶς βαρείαις ἁλύσεσι· διὸ καὶ κατηξίωσαι, τῆς θαυματουργίας ἐν βίῳ σου· ὅθεν φιλοτέκνως, ἱκέτευε τὸν εὔσπλαγχνον Θεόν, Πάφου πανάριστε πρόεδρε, ὑπὲρ τῶν τιμώντων σε.
Σῶσον, ὁ Θεός τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱλέωσαι τὸν Κτίστην ἱεράρχα Πανάρετε ὑπὲρ δούλων σου, καὶ γὰρ ἐν ἁμαρτίαις, τὸν χρόνον σπαταλῶμεν, καὶ οὐ μνήμην λαμβάνομεν, τοῦ ἐπὶ θύραις Κριτοῦ, καὶ ὥρας τῆς ἐσχάτης.
Ξενίζει ὁ σὸς βίος τοὺς φοροῦντας τὴν σάρκα ταύτην τὴν ἔνυλον, ὅτι ὡς ὑπὲρ φύσιν, διῆλθες κόσμον Πάτερ, καὶ ὡς ἄγγελος ἔζησας, οἰκῶν δὲ νῦν οὐρανούς, ἡμῶν μὴ ἐπιλάθου.
Ὁ νόμος τῆς ἀγάπης ἧν ἡ στάθμη τῶν ἔργων σου ἁγιώτατε, ὃν δίδου ὥσπερ κλῆρον, σὺν φόβῳ τοῦ Δεσπότου, ταῖς ψυχαῖς ἡμῶν σύμβιον, ὅπως ὡς τέκνα Θεοῦ, ἀεὶ περιπατῶμεν.
Θεοτοκίον.
Νοσοῦσάν μου τὴν σάρκα καὶ ψυχὴν τὴν συμπάσχουσαν παναμώμητε, ἰάτρευσον ὡς οἶδας, εὐχαῖς ταῖς μητρικαῖς Σου, ἰατρὸν ἡ κυήσασα, παντὸς τοῦ κόσμου Χριστόν, Ὃν πίστει προσκυνοῦμεν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Μνήμην θανάτου, τὴν ἀλεξίμαρτον δίδου, τοῖς τιμῶσί σε Πανάρετε Πάτερ, ταύτῃ γὰρ συνέζης, Χριστῷ ἐσταυρωμένος.
Ἐν μέσῳ κόσμου, ὡς ἀσκητὴς ἠγωνίσθης, καὶ ἀπείληφας ὦ Πάτερ τὸ στέφος· διὸ κατευλόγει, τὴν ἄσκησιν σῶν τέκνων.
Πάσῃ δυνάμει, ἐν κρυφιότητι μέλι, χρισταρέστων ἀρετῶν κατειργάσθης· ὅθεν νῦν συμμάχει, Πανάρετε σοῖς δούλοις.
Θεοτοκίον.
Ἄκουσον Μῆτερ, τὸν στεναγμὸν τῆς καρδίας, καὶ προσδέχου μετάνοιαν Σοῦ δούλου, δάκρυα διδοῦσα, ἀποπισσοῦντα ῥύπους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὸ στόμα ἡμῶν ἀληθείας Πάτερ, ὁ τοῦ ψευδῶς ὁρκισθέντος ἀπύλωτον, φράξας σῇ θείᾳ προστάξει, στόμα Πανάρετε.
Ἐν ἐξομολογήσει, βίον περαιῶσαι, τοὺς αἰτουμένους σου Πάτερ ἀξίωσον, ὥσπερ τῷ πρώην Καρπάθου, σὺ ἐξηγόρευσαι.
Ῥημάτων ἀποροῦντες, πρὸς εὐφημισμόν σου, Πάτερ Πανάρετε γόνατα κλίνομεν, καὶ πρὸς Δεσπότην σὲ πρέσβυν, θερμὸν προβάλλομεν.
Θεοτοκίον.
Ἀξίωσον Παρθένε, Σὺ τῷ Παναρέτῳ, καὶ τῶν Ἁγίων ἁπάντων στρατεύμασι, παρασταθῆναι Κυρίῳ, τοὺς ἀνυμνοῦντάς Σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Πάφου θεῖε ἀρχιερεῦ, ἀρετῶν δοχεῖον, καὶ θαυμάτων ὁ αὐτουργός, χαίροις ὁ ἀσκήσει, βιώσας θεαρέστῳ, τῆς Κύπρου πάσης πρέσβυς, Πάτερ Πανάρετε.
Παῦλον καὶ Βαρνάβαν τοὺς ἱδρυτάς, Ἐκκλησίας Πάφου, ἔχων Πάτερ πρὸ ὀφθαλμῶν, ἀρετῆς ἐνθέου, ἐπλήσθης καὶ ἀξίως, διάδοχος ἐδείχθης, τούτων Πανάρετε.
Ὥσπερ τὸν παράλυτον ὑγιᾶ, ἔδειξας παμμάκαρ, οὕτω κλίνῃ ἁμαρτιῶν, κείμενόν με δεῖξον, ὡς ἔλαφον σκιρτῶντα, Πανάρετε Πατέρων, ἀρχαίων σύστοιχε.
Ζῶσόν με ἁλύσει τῇ τοῦ Σταυροῦ, ὅπως τῇ νεκρώσει, τοῦ Κυρίου ἐκδυνηθῶ, τοῦ ἐχθροῦ παγίδας, φευγεῖν τοὺς ψυχωλέθρους, καὶ ἀληθῶς βιώσω, Πάτερ Πανάρετε.
Νοεραῖς αἰσθήσεσι προσκυνῶν, Πάτερ λείψανά σου, ἅπερ κρύπτειν ἄχρι τοῦ νῦν· ὅθεν ὥσπερ κλέπτης, Πανάρετε κρυφίως, καρποῦμαι τὰς εὐχάς σου, πρὸς τὸν Φιλάνθρωπον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τὸν ποιμένα τὸν καλόν, πάσης ἀρετῆς τὸ δοχεῖον, Πάφου τὸν πρόεδρον, τὸν κλεινὸν Πανάρετον, ἐκμιμησώμεθα, καὶ ψυχῶν ἡμῶν ἴασιν, αἰτήσωμεν πόθῳ, ἅμα καὶ τοῦ σώματος, οἱ καχεκτοῦντες δεινῶς, ὅτι, ἐκ Κυρίου πλουσίως, εἴληφε τὴν χάριν θαυμάτων, ὁ ἐν ἱεράρχαις τιμιώτατος.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.