Παρακλητικός Κανών εις τον Άγιο Παρθένιο επίσκοπο Ῥαδοβυζδίου Άρτας

Ποίημα Γεωργίου Μηλίτση

†Εορτάζεται στις 21 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ τοῦ Χριστοῦ σεμνοπρεπῇ Ἱεράρχη, Ῥαδοβυσδίου φύλακά τε καὶ ῥύστην, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς· ὅσιε Παρθένιε, ἱεράρχα Κυρίου, πρόφθασον καὶ λύτρωσαι τοὺς δεινῶς θλιβομένους· μὴ παραβλέψης δέησιν οἰκτράν, τῶν προσπιπτόντων τῇ κάρᾳ σου Ἅγιε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ αρχὀμεθα ὸ Κανόνος τοῦ Ἁγίου.

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Δεχθεὶς τὴν ἐπίθεσιν τοῦ ἐχθροῦ, πρὸς σὲ καταφεύγω, Ἱεράρχα θαυματουργέ, καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι, ἥν δώρησαί μοι ταχέως Παρθένιε.

Παθῶν τε καὶ νόσων πολυειδῶν, καὶ πάσης κακίας, ἐλευθέρωσον Ἀθλητά, τοὺς εἰς σὲ προσφεύγοντας Θεόφρον, καὶ ἐκζητοῦντας τὴν σκέπην σου Ὅσιε.

Νοσοῦντα τὰ κτήνη θαυματουργέ, θεράπευσον Πάτερ, καὶ ἀπόδος ταῦτα ἡμῖν, καὶ τοὺς γόνυ κλίνοντάς σοι μάκαρ, ἐκ τῶν κινδύνων ἀπάλλαξον Ὅσιε.

Θεοτοκίον.
Νοσούντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον μόνη Θεομήτορ, ὡς ἀγαθὴ Ἀγαθοῦ τε λοχεύτρια.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύω σε Πάτερ, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τῆς ζάλης διασκεδάσαι μου· σὺ γὰρ τὸν Κύριον, τὸν ἀρχηγὸν τῆς εἰρήνης, τὸν Χριστὸν ἠγάπησας, πάτερ Παρθένιε.

Πειρασμῶν καὶ κινδύνων, καὶ τῶν παθῶν κοίμησιν, τῶν πολυειδῶν νοσημάτων τὴν ἀπολύτρωσιν, αἴτει Παρθένιε, παρὰ τῶν πάντων Δεσπότου, ὑπὲρ τῶν τιμώντων σε, ἀξιοτίμητε.

Τῇ δυνάμει σου σπεύδω σεμνοπρεπῶς Ὅσιε, καὶ γονυκλινῶς ἱκετεύω, Πάτερ βοήθει μοι· σὲ γὰρ προσκέκτημαι, μετὰ Θεὸν προστασίαν, ὁ πιστῶς τῇ σκέπῃ σου, ἀεὶ προστρέχων σοι.

Θεοτοκίον.
Χαλεπαῖς ἀῤῥωστίαις καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε, σὺ μοί βοήθησον· τῶν ἰαμάτων γὰρ ἀνελλιπή σε γινώσκω, θησαυρὸν Πανάμωμε, τὸν ἀδαπάνητον.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ ἀνακράζομεν, ὡς ἔχοντα πρὸς Θεὸν παῤῥησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Νοσούντων σωτήρ, πενήτων ἡ βοήθεια, πενθούντων χαρά, ἀλόγων ἰατήριον, καὶ Ἠπείρου πρόμαχος, ἀνεδείχθης Ὅσιε πάντιμε, δι’ ὅ μὴ παύση πάντας τοὺς πιστούς, παρέχων ἰάματα Παρθένιε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀποδίωξον τάχειον, τῇ σῇ μεσιτείᾳ πάτερ Παρθένιε, τῆς σαρκός μου τὰ σκιρτήματα, καὶ τῶν ἁμαρτάδων μου τὴν ζόφωσιν.

Καταπράυνον Ὅσιε, Κυρίου θυμόν τε ταῖς ἱκεσίαις σου, ὡς προστάτην γὰρ σὲ ἔχομεν, πάντες οἱ ἱκέταις σου Παρθένιε.

Ὀρθοδόξων τὸ στήριγμα, καὶ Χριστιανῶν στεῤῥὸν καταφύγιον, σὺ τὸν Κύριον ἱκέτευε, δυσχερείας πάσης ἐκλυτρούμενος.

Θεοτοκίον.
Ἡ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέδασον σοφέ, τῶν παθῶν μου τὰ σκιρτήματα, καὶ τῷ Θεῷ σὺ αἴτει θαυματουργέ, ἵνα ῥυσθῶμεν, τῆς αἰωνίου κολάσεως.

Ἔμπλησον ἡμῶν, τὰς καρδίας θείας χάριτος, θαυματουργὲ Ῥαδοβυσδίου Ποιμήν, ἵνα ζωῆς εἰρήνης τύχωμεν Ὅσιε.

Λύτρωσαι ἡμᾶς, Ἱεράρχα παμμακάριστε, ἐκ πάσης νόσου καὶ πικρὰς θλίψεως, καὶ σούς ἱκέτας μετανοίας καταξίωσον.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Προστάτην, ὡς ἀλόγων Ὅσιε, καὶ φρουρὸν τῶν Χριστιανῶν σὲ τιμῶμεν· τῶν πειρασμῶν γὰρ σκεδάζεις τὸν ὄχλον, καὶ δυσσεβῶν ἐκδιώκεις ἐπήῤῥειαν, καὶ δέομαι διὰ παντός, ἐκ φθορᾶς τῶν παθῶν μου διάσωσον.

Θανάτου, τοῦ αἰφνιδίου ῥῦσαί με, καὶ πασῶν τῶν συμφορῶν θεοφόρε· καταφυγὴ γὰρ ἡμῶν τῶν ἀλγούντων, καὶ ὁ λιμὴν ἀνεδείχθης ἀκύμαντος, καὶ δέομαι θαυματουργέ, ἐκ παντοίας ἀνάγκης με λύτρωσαι.

Ὡς τεῖχος, καταφυγῆς καλοῦμέν σε, Ὀρθοδόξων οἱ χοροὶ θεοφόρε, καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ, σὲ ὀνομάζομεν Ὅσιε πάντιμε, καὶ δέομαί σου ἀγαθέ, τῶν παθῶν καὶ κινδύνων διάσωσον.

Θεοτοκίον.
Ἐν κλίνῃ, νῦν ἀσθενῶν κατάκειμαι, καί οὐκ ἔστιν ἴασις τῇ σαρκί μου· ἀλλ’ ἡ Θεόν καί Σωτῆρα τοῦ κόσμου, καὶ τὸν Λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς Ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας, ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ ἀνακράζομεν, ὡς ἔχοντα πρὸς Θεὸν παῤῥησίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἀντιλήπτωρ τῶν Χριστιανῶν ἀκαταίσχυντος, καὶ ἡμῶν τῶν πιστῶν σὺ φρουρὸς ὁ ἀκοίμητος, μὴ παρίδης Χριστιανῶν δεήσεων φωναῖς, ἀλλὰ σπεῦσον σὺ θαυματουργέ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν θερμῶς ἐκβοώντων σοι, τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς θεραπείαν, ὡς ἀντιλήπτωρ τῶν πιστῶν, σὺ Παρθένιε μακάριε.

Προκείμενον.
Οἱ Ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καί οἱ Ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχος. Θαυμαστὸς ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. ι΄ 9 – 16).
Εἶπεν ὁ Κύριος· ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν· καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν καὶ τῆς φωνῆς μου ἀκούσουσιν καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Μεταβολὴ τῶν θλιβομένων.

Μεταβολή τῶν ἐν κινδύνοις, ἀπαλλαγὴ τῶν ἀλγουμένων, πανεύφημε Ἱεράρχα Κυρίου, σῶζε κτήνη καὶ λαόν, τῶν ἀδικουμένων ὁ προστάτης, ἐλευθερωτὴς τῶν αἱχμαλώτων, ἁπάντων Ὀρθοδόξων ἀρωγός.

Σῶσον ὁ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαθυμίας ἀμέτρου, καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκεσίαις σου, Παρθένιε παμμάκαρ, προστρέχοντά σοι ῥῦσαι, τῇ σῇ σκέπῃ κραυγάζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Πειρασμῶν καὶ κινδύνων, καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον, ἐκ νόσου τοῦ καρκίνου, σὺ φύλαξον θεόφρον, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἐπηρείας παντοίας, καὶ δεινῶν ἀῤῥωστείας ῥῦσαι Παρθένιε, τοὺς πόθῳ τε καὶ πίστει, προστρέχοντάς σοι Πάτερ, καὶ θερμῶς ἀνακράζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἀσθενούντας, καὶ τοὺς ἐν ζάλαις τοῦ βίου, μὴ παρίδης Παρθένιε Πάτερ, ἀλλὰ ταῖς λιταῖς σου, γενοῦ μοι ἀντιλήπτωρ.

Τὰς ἐπιθέσεις, τοῦ ἀοράτου βελίαρ, φυγαδεύεις πρεσβείαις σου μάκαρ, καὶ τοὺς ἐν ἀνάγκαις, κουφίζεις θεοφόρε.

Τὰς ἀσθενείας, σὺ τῶν πιστῶν ἰατρεύεις, καὶ ἀλόγων τὰς νόσους παμμάκαρ, δι’ ὅ σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Τῶν πειρασμῶν σύ, τὰς προσβολάς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους, Παρθένε· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νοσούντων καὶ πλεόντων, καὶ τῶν ἐν κινδύνοις, φρουρὸς σοφὲ ἀνεδείχθης ἀκοίμητος, καὶ τῶν στενόντων ἐκ πόνων τὸ παραμύθιον.

Παθῶν μου τὴν μανίαν, νέκρωσον θεόφρον, καὶ τοῦ νοός μου τὴν ζάλην κατεύνασον, ἵνα ἀπαύστως δοξάζω σὲ τὸν μακάριον.

Πηγὴ τῶν ἰαμάτων, ὄντως ἀνεδείχθης, καὶ δωρημάτων κρουνὸς ὁ ἀκένωτος, δι’ ὅ σὺ πάντας θεόφρον σκέπε καὶ φύλαττε.

Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν μετασκευάζουσα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις τῶν Ἀγράφων θεῖος βλαστός, καὶ Ῥαδοβυσδίου, Ἀρχιθύτης ὁ ἐκλεκτός· χαίροις τῆς Δουσίκου, τὸ σέμνωμα καὶ δόξα, Ἀρχιερέων κλέος, πάτερ Παρθένιε.

Χαίροις Θεσσαλίας θεῖος καρπός· χαίροις τῆς Ἠπείρου, ἀντιλήπτωρ καὶ ἀρωγός· χαίροις τῶν Ἀγράφων, θησαύρισμα τὸ νέον, πηγὴ τῶν ἰαμάτων, μάκαρ Παρθένιε.

Χαίροις ἀσθενούντων ὁ ἰατρός, καὶ τῶν ἐν ἀνάγκαις, καταφύγιον ἰσχυρόν, μάκαρ τῆς Ἠπείρου, ἀγλάισμα τὸ νέον, σὺ ὄντως ἀνεδείχθης, πάτερ Παρθένιε.

Φύλαξον τοὺς δούλους σου θαυμαστέ, νόσου τοῦ καρκίνου, καὶ τῶν ἄλλων ἀσθενειῶν, τοὺς προσερχομένους, ἐν τῇ Μονῇ Δουσίκου, ἐν πόθῳ προσκυνῆσαι, θεῖά σου λείψανα.

Ψάλλουσι πανδήμως σεμνοπρεπῶς, μοναζόντων τάξεις, Ὀρθοδόξων τε οἱ χοροί, καὶ ἀνευφημοῦσι, σὲ πάτερ Ἱεράρχα, τὸν ἄκακον ποιμένα, μάκαρ Παρθένιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, Ἱερέων οἱ χοροί, καὶ Ἀρχιερέων οἱ δῆμοι, τῶν Ὀρθοδόξων πληθύς, ὕμνοις ἀνυμνήσωμεν τὸν Ἱεράρχην Χριστοῦ, Θεσσαλίας τὸ καύχημα, Ἠπείρου ποιμένα, τῶν Ἀγράφων κλέισμα, Ῥαδοβυσδίου φρουρόν· ὅθεν, ἱκετεύομεν μάκαρ, φύλαξον ἡμᾶς ταῖς λιταῖς σου, ἀπὸ πάσης Ἅγιε κακώσεως.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.