Παρακλητικός Κανών εις τον Άγιον Προφήτην Μωυσή τον Θεόπτη
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας
†Εορτάζεται στις 4 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ ἐξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν θεασάμενον πυρὶ φλεγομενήν βάτον, καὶ ξένως μὴ κατακαιομένην ἐν τῷ Σιναίῳ, μέλψωμεν Μωσέα σεπτόν, κράζοντες· ἐπάκουσον, σῶν προσφύγων Θεόπτα, καὶ τὸ πῦρ κατάσβεσον, τῶν ἡμῶν ἁμαρτάδων, ταῖς ἐπομβρίαις σοῦ τῶν πρεσβειῶν, πρὸς τὸν Σωτῆρα, οὗ δόξαν ἑώρακας.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Μωυσέως Θεόπτου, λιτὰς ἐξαιτοῦμαι. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μὴ παύσῃ πρὸς Κύριον δυσωπῶν, ἰθῦναι ἱκέτας, τοὺς ἐνθέρμους σου Μωυσῆ, πρὸς γῆν τῆς Θεοῦ ἐπαγγελίας, τοῦ Ἰσραὴλ κατευθῦντορ ἀνύστακτε.
Ὡς πόντον διέταμες Ἐρυθρόν, σῇ ῥάβδῳ Θεόπτα, καὶ διήγαγες Μωυσῆ, λαὸν οὕτω νῦν εὐχῶν σου ῥάβδῳ, τῶν ἀοράτων ἐχθρῶν φραῦσαι φρύαγμα.
Ὑμνοῦμέν σε ἅπαντες Μωυσῆ, τὸν ἐν Θαβωρίῳ θεασάμενον τοῦ Χριστοῦ, τὴν ἄῤῥητον δόξαν καὶ βοῶμεν· αὐτῆς ἡμᾶς ἀπολαῦσαι ἀξίωσον.
Θεοτοκίον.
Σὲ θρόνε πυρίμορφε τοῦ Θεοῦ, χρυσήλατε πύλη, καὶ καθέδρα βασιλική, τιμῶντες εἰς πάντας τοὺς αἰῶνας, χαῖρε βοῶμεν Ἁγνὴ ἀειπάρθενε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκκαθάρας τὸν νοῦν σου μυσταγωγὲ Ἅγιε, Μωυσῆ ἀχλύος ἐνύλων, Θεοῦ ὀπίσθια, κατηξιώθης ἰδεῖν, ἐν τῷ Χωρὴβ καὶ τὴν δόξαν, ἐν Θαβὼρ τὴν ἄῤῥητον, Τούτου θεσπέσιε.
Ὡς φθαρτῶν ὑπερόπτης καὶ ζηλωτὴς ἔνθερμος, τῶν διαμενόντων ἀπαύστως πάντοτε πρέσβευε, ὑπὲρ ἡμῶν Μωυσῆ, τῶν ἐκτελούντων ἐν πίστει, μνήμην σου τὴν πάμφωτον, καὶ ἀεισέβαστον.
Σωφροσύνης πυξία δεῖξον τοὺς σοὺς πρόσφυγας, Μωυσῆ ὁ χάριτι θείᾳ κατακοσμούμενος, συνέσει καὶ Ἰσραήλ, τοῦ συγγενοῦς χρηματίσας, λυτρωτὴς κακώσεως, τοῦτον ῥυσάμενος.
Θεοτοκίον.
Θεοτόκε Παρθένε ἄρτου ζωῆς τράπεζα, δούλων λιμωττόντων σου τάχος πλῆσον ὡς εὔσπλαγχνος, καρδία τοῦ σοῦ Υἱοῦ, ἄρτου ἁγίου τῷ ὄντι, δωρουμένου ἅπασι, βίον αἰώνιον.
Ἀξίωσον, ἡμᾶς θεάσασθαι κάλλος, Θεοῦ προσώπου τὸ ἀμήχανον, Μωυσῆ Θεόπτα, τὴν εὔκλειαν Αὐτοῦ ὁ ἰδών, ἐν τῷ Θαβωρίῳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῆ.
Σεπτὲ Μωυσῆ ὁ βάτον ἀκατάφλεκτον, ἰδὼν ἐν Σινᾷ, σῶν πρεσβειῶν κατάφλεξον, πυρὶ ἁμαρτίας μου τὰς πολλάς, Προφητῶν ἀκροθίνιον, καὶ τοῦ δεινοῦ ἐξάρπασον πυρός, τοῦ μέλλοντος σοὶ τὸν καταφεύγοντα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπαξίως τιμῶντές σε, τὸν ἐκ τῆς δουλείας Αἰγύπτου σώσαντα, Μωυσῆ λαὸν φιλόθεον, σὰς λιτὰς πρὸς Κτίστην ἐξαιτούμεθα.
Ὁδηγὸς ἀπλανέστατος, ἴσθι πρὸς τελείωσιν τῶν προσφύγων σου, ἰθυντὴρ ὁ πέλων ἄριστος, Ἰσραὴλ πρὸς γῆν πατρώαν ἔνδοξε.
Πλάκας ὁ κομισάμενος, τοῦ ἐγγεγραμμένου χειρὶ τοῦ Κτίστου σου, νόμου πᾶσι καταξίωσον, Μωυσῆ τηρεῖν αὐτὸν ἱκέτας σου.
Θεοτοκίον.
Τόκον σὸν διερμήνευσε, Μωυσῆς αἰνίγματι πλείστοις Δέσποινα, κιβωτόν σε θεασάμενος, βάτον ἀκατάφλεκτον καὶ τράπεζαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄργανον Θεοῦ, χρηματίσας Πάτερ εὔχρηστον, πλήρου γνώσεως καρδίας τὰς ἡμῶν, οὐρανίου Μωυσῆ θεοειδέστατε.
Ὕμνοις μελιχροῖς, Μωυσῆ σὲ μεγαλύνοντες, δυσωποῦμέν σε τοῦ σώματος ὁρμάς, χαμαιζήλους τῶν προσφύγων σου κατάστειλον.
Λῦσον Μωυσῆ, τῶν παθῶν ἡμῶν σκοτόμαιναν, ὁ λαμπρῶς ἐν τῷ Θαβὼρ ἀξιωθείς, τὸν Θεάνθρωπον ἰδεῖν μεταμορφούμενον.
Θεοτοκίον.
Ἵλεων ἡμῖν, τὸν Υἱόν σου Μῆτερ ἔργασαι, καὶ Θεὸν ἡμῶν ἀόκνοις σου εὐχαῖς, ἵνα σὲ εἰς τοὺς αἰῶνας μεγαλύνομεν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὸν πάνσεπτον, Προφητῶν ἀκρέμονα, καὶ ἀστέρα παμφαῆ οἰκουμένης, ὡς νομοθέτην θεόσδοτον πάντες, καὶ ἰσχυρὸν ἀνυμνοῦντες ἡγήτορα, βοῶμεν· νόμου Μωυσῆ, τηρητὰς δεῖξον σοὶ τοὺς προσφεύγοντας.
Ἀντίπαλον, Μωυσῆ ἐνίκησας, σοῦ τῷ σώματι Σταυροῦ προχαράξας, τὸν τύπον καὶ Ἀμαλὴκ δυναστείαν, ἔθραυσας σθένει Προφῆτα θεόπνευστε, τοῦ σταυρωθέντος Ἰησοῦ, τοῦ ἡμῖν δωρουμένου τὸ ἔλεος.
Σωτήριον ἧμαρ, ἀνατείλαντα, Αἰγυπτίοις ὑποδούλῳ λαῷ σου, δεδουλωμένους τοῖς πάθεσι πάτερ, σαῖς προσευχαῖς Μωυσῆ ἐλευθέρωσον, καὶ ἀκηράτων ἀγαθῶν, ἀπολαῦσαι ἡμᾶς καταξίωσον.
Θεοτοκίον.
Ἐπάκουσον, νῦν τῶν δεομένων σου, Θεοτόκε ἡ ἀμάραντος ἄνθος, ἀσπόρως τέξασα ὡς προεδήλου, τοῦ Ἀαρὼν ῥάβδος πρὶν ἡ κατάξηρος, καὶ εὐωδίας μυστικῆς, τοῦ Υἱοῦ σου ἡμᾶς πλήρου ἅπαντας.
Ἀξίωσον, ἡμᾶς θεάσασθαι κάλλος, Θεοῦ προσώπου τὸ ἀμήχανον, Μωυσῆ Θεόπτα, τὴν εὔκλειαν Αὐτοῦ ὁ ἰδών, ἐν τῷ Θαβωρίῳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν δι’ ἐρήμου λαὸν ὁδηγήσαντα, ὃν ἐξ Αἰγύπτου δεσμῶν ἠλευθέρωσε, πρὸς Χαναὰν γῆν ἐκθύμως τιμήσωμεν, θεοειδῆ Μωυσέα αἰτούμενοι, αὐτοῦ τὰς λιτὰς πρὸς τὸν Κύριον.
Προκείμενον
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῷ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδῶν σου.
Στίχος. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Ἐν ταῖς ἡμέραις ἐκείναις, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Δόξα.
Ταῖς τοῦ Σοῦ Προφήτου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ξένως ὁ τὴν ἄβυσσον, θαλάσσης ῥάβδῳ ξηράνας, καὶ λαὸν θεόφιλον ὅλον, ἀκατάκλυστον σώσας Ἅγιε, καὶ ἐχθροῦ ἅρματα σὺν τοῖς ἵπποις πᾶσι, Αἰγυπτίου εἰς τὰ ὕδατα βυθίσας, πρέσβευε Μωυσῆ, λυτρῶσαι σοὺς πρόσφυγας, καὶ γένος τὸ χριστώνυμον, ἔλεος Θεοῦ ἐκδεχόμενον, ἐκ τῆς ἁμαρτίας, δεινοῦ κατακλυσμοῦ, θεοειδὲς Προφῆτα, ἵνα τιμῶμέν σε, οἱ πιστοὶ ἀείποτε.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ξένως σῇ θείᾳ ῥάβδῳ τῆς Μεῤῥᾶς ὁ γλυκάνας ποτὲ τὰ νάματα, μετάβαλε λιτῶν σου ἡμῶν, τὰς πικρογόνους ἁμαρτίας, δεόμεθα θεοεδὲς Μωυσῆ, τῇ πανσθενεῖ δυνάμει.
Ἀκατάβλητε Πάτερ ὄφιν τὸν ἰοβόλον Εὔαν πτερνίσαντα, ἐνίκησας στυλώσας, αὐτὸν ἐν τῇ ἐρήμῳ, Μωυσῇ· ὅθεν κράζομεν· ἡμῖν τὰς πύλας Ἐδέμ, διάνοιξον εὐχαῖς σου.
Ἱερέων λαμπρότης στρατηγῶν κοσμιότης καὶ ἑτοιμότατε, ἀκέστορ σῶν προσφύγων, ὁ ἐν ἐρήμῳ θρέψας Ἰσραὴλ τὸν ἀγνώμονα, θρέψον κἀμὲ Μωυσῆ, τῷ ἄρτῳ μετανοίας.
Θεοτοκίον.
Τοῖς σοῖς δούλοις βραβεῖα δίδου νίκης ἀλήκτου Θεογεννήτρια, καυχήσεως ἁπάντων, τῶν εὐσεβούντων στέφος, ἵνα σὲ μεγαλύνομεν, μελισταγέσιν ᾠδαῖς, τὴν Κεχαριτωμένην.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Οὐρανοδρόμον, ὁ διανύσας πορείαν, Μωυσῆ καὶ τὸν ἄσαρκον Λόγον, κατιδὼν ἐν γνόφῳ, γενοῦ μοι ἀντιλήπτωρ.
Ὑπὲρ ἁπάντων, τῶν γεραιρόντων σε εὔχου, Μωυσῆ ὁ τὴν γῆν τῶν πραέων, κατιδὼν ἐξ ὄρους, καὶ πνεύματι εὐφράνας.
Μὴν μοῦ παρίδῃς, τὴν προσευχὴν ὁ ἱμάντα ὑποδήματος, λύσας πρὸ βάτου, καταφλεγομένης, τυπούσης Θεοτόκε.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε, τοὺς ἐν Σινᾷ ἀσκουμένους, καὶ χριστώνυμον πᾶσαν χορείαν, σκέπε Μωυσέως, δεήσεσιν ἀπαύστοις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱκάνωσον ἐνθέρμους, πρόσφυγάς σου τρίβον, τὴν σωστικὴν διαβῆναι χρηστότητος, καὶ καταντῆσαι Θεόπτα εἰς ὕψος ἄῤῥητον.
Χαρίτωσον ἱκέτας, σοὺς καὶ πρὸς λιμένα, τῆς ἐπιγνώσεως ἴθυνον ἅπαντας, σὲ Μωυσῆ ἀνυμνοῦντας λαμπρῶς ἑκάστοτε.
Μορφώσας ἐν ψυχῇ σου, τὸ κάλλος τῆς Τριάδος, τῆς πανσθενοῦς χάριν εὗρες προσφύγων σου, μορφοῦν τὰ ἤθη Θεόπτα πανιερώτατε.
Θεοτοκίον.
Μητράναδρε Παρθένε, ἥνπερ προετύπου, ἡ ἐν Σινᾷ βάτος ἡ ἀκατάφλεκτος, φλέξον ἀκάνθας παθῶν μου, πυρὶ σῆς χάριτος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις, νομοθέτα τοῦ Ἰσραήλ, Μωυσῆ θεόπτα, ἐκ δουλείας τοῦ Φαραώ, ὁ ἐλευθερώσας, λαὸν δεδουλωμένον, ἐπιταγῇ τῇ θείᾳ, πάτερ θειότατε.
Ῥάβδῳ σου διέταμες Ἐρυθράν, θάλασσαν τρισμάκαρ, καὶ ἐξήγαγες τὸν λαόν, ἐκ τῆς Αἰγυπτίας, δουλώσεως εἰς γαῖαν, ἐπαγγελίας πάτερ, θεοειδέστατε.
Τὸν θεοπτικώτατον οἱ πιστοί, Προφητῶν τὸ κλέος, τὸν ἐν ὄρει πάλαι Σινᾷ, Θεῷ συλλαλοῦντα, ἐν γνόφῳ καὶ ἐν βάτῳ, καὶ Νόμον δεδεγμένον, Μωσῆν τιμήσωμεν.
Πλάκας θεογράφους ἐν τῷ Χωρήβ, εἴληφας προστάξει, τοῦ παντάνακτος Μωυσῆ, καὶ κατηξιώθης, τῶν ὀπισθίων μέρος, θεάσασθαι Κυρίου, πάσης τῆς κτίσεως.
Χαίροις θεαυγέστατε Μωυσῆ, ὁ Χριστοῦ τὴν δόξαν, θεασάμενος ἐν Θαβώρ, ἧσπερ ἀπολαύεις, σὺν Προφητῶν χορείαις, καὶ τάγμασιν Ἁγίων, ἐν θείοις δώμασι.
Βάτον ἀκατάφλεκτον ἐν πυρί, Μωυσῆ θεόπτα, θεασάμενος ἐν Σινᾷ, ἔλυσας ἱμάντα, τῶν σῶν ὑποδημάτων, πρὸ ταύτης προτυπούσης, τὴν Θεομήτορα.
Ὡς ἐκ τῆς δουλείας τοῦ Φαραώ, ἐλυτρώσω γένος, ἐμπερίστατον Ἰσραήλ, οὕτω λύτρωσαί με, ἁμαρτιῶν δουλείας, σοὶ Μωυσῆ τῷ πίστει, νῦν καταφεύγοντι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Βάτον, φλεγομένην ἐν Σινᾷ, καὶ μὴ καιομένην Θεόπτα, ὁ θαυμαστῶς κατιδών, καὶ τὰ θεοχάρακτα λαβὼν θειότατε, ἐν Χωρὴβ ὄρει, γράμματα μὴ παύσῃ, πρεσβεύων Μωϋσῆ, τῷ Κτίσαντι οὗπερ ἑώρακας δόξαν, ἐν Θαβὼρ ἀξιῶσαι, καὶ ἡμᾶς σαφῶς ἀπολαῦσαι, δόξης τῆς Αὐτοῦ Μεταμορφώσεως.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.