Παρακλητικός Κανών εις τον Άγιον Προφήτην Ζαχαρία

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 5 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ἀρχιερέα τοῦ Θεοῦ τοῦ Ὑψίστου, τὸν τὴν Παρθένον καὶ ἁγνὴν Θεοτόκον, εἰς τὰ Ἁγια τῶν Ἁγίων εἰσάγων, πόθῳ εὐφημήσωμεν, καὶ βοήσωμεν πάντες· Ζαχαρία ἔνδοξε, ὁ πατὴρ τοῦ Προδρόμου, πρέσβευε δεόμεθα τυχεῖν, θείου φωτισμοῦ καὶ πάσι πταισμάτων θείαν ἄφεσιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Αῖνον προσάδω σοὶ Ζαχαρία Γερασίμου.

ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀκτῖσι τοῦ Πνεύματος, ταῖς φωτοφόροις πρεσβείαις σου, τὸν νοῦν μου καταύγασον, ὅπως ὑμνήσω σου, τὴν λαμπρότητα, τοῦ βίου Ζαχαρία, καὶ μέλψω σοι Ἅγιε, ὕμνον ἀρμόνιον.

Ἰδὼν τὸν Ἀρχάγγελον, ἐν τῷ ναῷ ἐφεστῶτά σοι, καὶ τούτου δεξάμενος, τὰ εὐαγγέλια, υἱὸν τέτοκας, ἐν γήρατι, Προφῆτα, Κυρίου τὸν Πρόδρομον, θείῳ βουλήματι.

Ναῷ ὡς εἰσδέδεξαι, προσενεχθεῖσαν τὴν ἄμωμον, Παρθένον ὡδήγησας, αὐτὴν εἰς τὰ Ἅγια, ἀγαλλόμενος, τραφῆναι τῶν Ἁγίων, εἰς θείαν κατοίκησιν τοῦ Παντοκράτορος.

Θεοτοκίον.
Ὁ οἶκος ὁ πάμφωτος, τοῦ Ποιητοῦ πάσης κτίσεως, ὁ θρόνος ὁ ἔμψυχος τοῦ Παντοκράτορος, ἀνυμνείσθω μοι, ἡ μόνη Θεοτόκος, Χριστὸν γὰρ ἐκύησε, κόσμον καινίζοντα.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Νοὸς τὰς κινήσεις κατευθύνων, σοφῶς τοῖς προστάγμασι Θεοῦ, ἀρχιερεὺς θεόληπτος, οἷα Προφήτης ἔνθεος, ὦ Ζαχαρία πέφηνας, τοῦ Βασιλέως τῆς Κτίσεως.

Πλήρης φωτισμοῦ ἐπουρανίου, ὑπάρχων ἱέρευσας πιστῶς, Θεῷ τῷ Παντοκράτορι, καὶ τὰς ἀρχὰς εἰσδέδεξαι, τῆς τοῦ Χριστοῦ λαμπρότητος, τοῦ σαρκωθέντος δι’ ἔλεος.

Ῥήμασι τοῖς θείοις τοῦ Ἀγγέλου, ἀπείθειαν δείξας σιωπήν, ἐδέξω καὶ ἀνύμνησας, λυθέντος σου τοῦ στόματος, Θεὸν ὅτε ἐν γήρατι, ἡ σὴ γυνὴ υἱὸν τέτοκεν.

Θεοτοκίον.
Ὀρέων ἁπάντων ὑπεράνω, ἐδείχθης τὸ ὄρος τοῦ Θεοῦ, τὸ πῖον καὶ κατάσκιον, ταῖς ἀρεταῖς Πανάχραντε, ὡς οἱ Προφῆται ἔφησαν, θείῳ λαμπόμενοι Πνεύματι.

Διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς δούλους ἱεράρχα, τοὺς εἰς σὲ τὴν ἐλπίδα ἔχοντας, ὡς μέγα Κυρίου θεράπων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμή.

Προφῆτα πανάγιε, καὶ θεῖε διάκονε, τὴν μνήμην τὴν σήν, ὡς ἄνθος εὐωδέστατον, τιμῶντες ἑορτάζωμεν, καὶ φαιδρῶς ἀλαλάξωμεν· μὴ ἐάσης ἡμᾶς καταπιεῖν ἐχθρὸς ὁ παμβέβηλος.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Στόματι ηὐλόγησας, τὸν Ποιητήν, ὅτε Ἐλισάβετ ἐκτέτοκε, τὸν Ἰωάννην, Ζαχαρία ἐκβοῶν· Εὐλογητὸς εἶ Κύριε, ὁ ποιῶν καινὰ καὶ παράδοξα.

Ἀρχιερωσύνης τῆς νομικῆς, τὴν στολὴν τὴν θείαν ἐνδέδυσαι, καὶ τὰς θυσίας, κατὰ νόμον τῷ Θεῷ, προσήγαγες μακάριε, τεταπεινωμένῳ φρονήματι.

Δύναμιν ἐν γήρατι ἀναλαβών, ἔτεκες υἱὸν τὸν ὑπέρτατον, πάντων Ἁγίων, Ζαχαρία ἱερέ, λυθείσης τῆς στειρώσεως, νεύσει θεϊκῇ τῆς εὐνέτιδος.

Θεοτοκίον.
Ὤφθης ὑπερτέρα πάντων κτιστῶν, ὁρατῶν ὁμοῦ ἀοράτων τε, ὡς τετοκυία, τὸν τῶν ὅλων Ποιητήν, διὸ καμὲ ὑπέρτερον, δεῖξον Θεοτόκε τοῦ χείρονος.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Σαρκὶ ὡς ἑώρακας, τεχθέντα τὸν Ὑπέρθεον, Κόρη Ζαχαρία ἐξ Ἀχράντου, ἔγνως τοῦ νόμου τὸ πέρας Ἅγιε, καὶ τῆς Διαθήκης τῆς Καινῆς, τὰς ἀρχὰς μεμύησαι, ὡς φωτὸς θείου ἔμπλεως.

Ὁ νοῦς σου λαμπόμενος, ταῖς πρὸς τὸ θεῖον νεύσεσιν, ἔνδον τῶν ἀδύτων ὡς ἐχώρεις, οἰκονομίας Χριστοῦ μεμύησαι, μάκαρ Ζαχαρία ἱερέ, τὸ φρικτὸν μυστήριον, δι’ οὗ πλάνης ἐῤῥύσθημεν.

Ἱέρευσας Ἄγιε, ἐν τύποις μὲν τὸ πρότερον, καὶ σκιᾷ τοῦ νόμου Ζαχαρία, νῦν δὲ ἀμέσως Θεῷ ἰστάμενος, πρέσβευε ἀεὶ ὑπὲρ ἡμῶν, τῶν ἀνευφημούντων σε, ὡς Κυρίου θεράποντα.

Θεοτοκίον.
Ζωῆς με τῆς κρείττονος, ἐχθρὸς ὁ δολιότροπος, πάλαι ἀπεμάκρυνε Παρθένε, ἀλλὰ τὸν πάντων τεκοῦσα Κύριον, πάλιν με ἀνήγαγες Ἁγνή, πρὸς δόξαν τὴν ἄφθαρτον, διὰ τοῦτο δοξάζω σε.

ᾨδὴ στ΄. Τὴν θείαν στάσιν.
Ἂ πρὶν ἰδεῖν ἐπεθύμησαν, Προφῆτα Ζαχαρία οἱ Δίκαιοι, ἰδὼν ἐδόξασας, Χριστὸν παιδίον γενόμενον, ἐκ τῆς Ἁγνῆς παρθένου, δι’ἀγαθότητα.

Χαρᾶς ἐπλήσθης ὡς ἔβλεψας, τεχθέντα Ἰωάννη τὸν Πρόδρομον, καὶ ἀποθέμενος, τὴν σιωπὴν ἐπευλόγησας, Προφῆτα Ζαχαρία, τὸν Παντοκράτορα.

Ἀδιαλείπτως ἱκέτευε, ὁμοῦ σὺν Ἰωάννη δεόμεθα, Χριστὸν τὸν Κύριον, καὶ Ἐλισάβετ τοῦ διδόσθαι, ἡμῖν ὦ Ζαχαρία, πταισμάτων ἄφεσιν.

Θεοτοκίον.
Ῥάβδος ἐδείχθης θεόβλαστος, ὠς ἄνθος ἀποτίστως βλαστήσασα, Χριστὸν τὸν Κύριον, Θεογεννῆτορ Πανάχραντε, διὸ τὰς τῶν παθῶν μου, βλαστήσεις ἔκτιλλον.

Διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς δούλους Ἱεράρχα, τοὺς εἰς σὲ τὴν ἐλπίδα ἔχοντας, ὡς μέγα Κυρίου θεράπων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον, Ἦχος γ΄.
Ὁ Προφήτης σήμερον, καὶ ἱερεὺς τοῦ Ὑψίστου, Ζαχαρίας προύθηκεν, ὁ τοῦ Προδρόμου γενετής τράπεζαν, τῆς αὐτοῦ μνήμης, πιστοὺς ἐκτρέφων, πόμα τε δικαιοσύνης τούτοις κεράσας, διὸ τοῦτον εὐφημοῦμεν, ὡς θεῖον μύστην Θεοῦ τῆς χάριτος.

Προκείμενον
Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Στίχος. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδών σου.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. κγ΄, 25-36).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί. Οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοὶ ἐστε ὑποκρίσεως καὶ ἀνομίας. Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ λέγετε· εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ὄφεις, γεννήματα ἐχιδνῶν! πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; Διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν, ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.

Δόξα.
Ταῖς τοῦ σοῦ Προφήτου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Προφῆτα θεσπέσιε, ἡ παναγία σου μνήμη, σήμερον ἐξέλαμψε ὥσπερ ῥόδον ἀμάραντον καὶ ἐφαίδρυνε ἅπαντα πιστῶν τὰ συστήματα. Καὶ νόσους ἐφυγάδευσε καὶ ἐχθροῦ τὰ πλήστα τεχνάσματα. Καὶ παθῶν ἀνιάτων θεράπευσον ὡς ἰατρὸς ἀῤῥαγέστατος, πρεσβείαν προσάγων, ὡς μέγας μεσίτης πρὸς Θεόν, καὶ πάντας καταφεύγοντας ὑπὸ τὴν σκέπην σου φρούρησον ἀοίδιμε.

ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.
Ἱερωσύνης νομικῆς, τύπος Ζαχαρία ἐδείχθης, καὶ τὰ τῆς χάριτος σαφῶς, ἐμυήθης κραυγάζων μυστήρια· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Αἷμα ἐκχέας σου σοφέ, ὑπὲρ τῆς ἄχράντου Παρθένου, μέσον ναοῦ ἀποκτανθείς, καὶ θυσιαστηρίου ὡς γέγραπται, μαρτυρίου διάδημα, Ζαχαρία ἐκομίσω παρὰ Κυρίου.

Γνοὺς διανοίᾳ καθαρᾷ, τὸ τετελεσμένον ἀῤῥήτως, τῆς σωματώσεως Θεοῦ, ἐκ Παρθένου Ἁγίας μυστήριον, Θεοτόκον πανάφθορον, τὴν αὐτὸν ἐκτετοκυῖαν μάκαρ κηρύττεις.

Θεοτοκίον.
Ἐν τῷ ναῷ τῷ κοσμικῷ, σὲ καθυπεδέξατο χαίρων, ὡς Ἱεράρχης ἱερός, Ζαχαρίας Θεοτόκε κραυγάζων σοι· χαῖρε Πάναγνε Δέσποινα, ὁ ναὸς ὁ καθαρώτατος τοῦ Δεσπότου.

ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Ῥείθροις θείων αἱμάτων μακάριε, τὴν στολὴν τὴν ἁγίαν ἐλάμπρυνας, καὶ πρὸς ναὸν οὐράνιον, μεταβέβηκας χαίρων, Ζαχαρία, ὑπὲρ πάντων πρεσβεύων πρὸς Κύριον.

Ἀκηλίδωτον βίον διήνυσας, ὡς Προφήτης Θεοῦ ἐνθεώτατος, καὶ τοῦ Χριστοῦ τὴν σάρκωσιν, κατιδεῖν ἠξιώθης Ζαχαρία ἱεράρχα, καὶ Μάρτυς θεόληπτε.

Σῷ υἱῷ προφητεύων προέλεγες, τοῦ Ὑψίστου Προφήτης καὶ Πρόδρομος, κληθήσῃ τέκνον Ἅγιον, προπορεύσῃ γὰρ τούτου, τοῦ ἐτοιμάσαι, τὰς ὁδοὺς εἰς εὐθεῖαν ἐπίβασιν.

Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα καὶ Κύριον, ἀποῤῤήτως τεκοῦσα Πανάμωμε, τῆς δεσποτείας ῥῦσαί με, τοῦ δραπέτου τυράννου, ἐκδυσωπῶ σε, σωτηρίας πρὸς τρίβον με ἄγουσα.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Μύστης μυστικῶν θεαμάτων, οἷα Προφήτης τοῦ Κυρίου, καὶ Ἀρχιερεὺς θεοφόρος, καὶ Μάρτυς ὤφθης οἰκείῳ αἵματι, διό σε μακαρίζομεν, ὦ Ζαχαρία παμμακάριστε.

Ὅλην τῆς Ἁγίας Τριάδος, ἤδη δεχόμενος τὴν αἴγλην, καὶ τῆς ὑπὲρ νοῦν εὐφροσύνης, Προφητομάρτυς καταξιούμενος, ὦ Ζαχαρία πρέσβευε, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε.

Ὕμνοις καὶ ᾠδαῖς δὲ τιμῶμεν, καὶ ἐκβοῶμέν σοι Προφῆτα· σὺν τῷ Βαπτιστῇ Ἰωάννῃ, καὶ Ἐλισάβετ τῇ σῇ εὐνέτιδι, ἀπαύστως καθικέτευε, ἡμῖν διδόναι θεῖον ἔλεος.

Θεοτοκίον.
Ὕδωρ ἀφθαρσίας μοι βλῦσον, οἷα πηγὴ ζωῆς ναμάτων, κεχαριτωμένη Παρθένε, καὶ τῶν παθῶν μου σβέσον τοὺς ἄνθρακας, ἵνα ὑμνῶ Πανύμνητε, τῆς σῆς χρηστότητος τὸ μέγεθος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χρῖσμα κατὰ νόμον περιβληθείς, Θεῷ τὰς λατρείας, ἀναφέρεις τὰς τοπικάς, καὶ τὴν τῶν συμβόλων, φανέρωσιν κηρύξας, Προφῆτα Ζαχαρία, ξίφει ἐκτέτμησαι.

Χρίσματι ἁγίῳ Ἀρχιερεύς, ὤφθης ἐν τῷ νόμῳ, Ζαχαρία ὡς ἀληθῶς, καὶ ὐπὲρ Κυρίου, τὸ αἷμά σου ἐκχέας, προφητομάρτυς θεῖος ἐδείχθης Ἅγιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε οἱ φιλόθεοι πιστῶς, δεῦτε τῶν δικαίων οἱ πάντες ἑορτάσωμεν τὴν ἁγίαν πανήγυριν τοῦ ἱεράρχου Χριστοῦ, καὶ ἀξίως τιμήσωμεν αὐτὸν ἐκβοῶντες· ῥῦσαι πανάγιε πάντας ἡμᾶς, νόσων καὶ παντοίων κινδύνων, καὶ πάσης αἱρέσεως Ζαχαρία ταῖς πρεσβείαις σου

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Πηγή